ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ

 

Ἀξιολόγου διηγήσεωs, ὦ Φιλόκρατεs, περὶ τῆς γενηθείσης ἡμῖν

  1
 

ἐντυχίαs πρὸς Ἐλεάζαρον τόν τῶν Ἰουδαίων ἀρχιερέα σύνεσταμένης,

 
 

διά τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι, παρ᾿ ἕκαστα ὑπομιμνήσκων,

 
 

συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν καὶ διὰ τί, πεπείραμαι σαφῶς  

 
5   

ἐκθέσθαι σοι, κατειληφὼς ἣν ἔχειs φιλομαθῆ διάθεσιν, ὅπερ μέ-

  2
 

γιστόν ἐστιν ἀνθρώπῳ, προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν,

 
 

ἤτοι κατὰ τὰs ἱστορίας, ἢ καὶ κατ᾿ αὐτὸ τὸ πρᾶγμα πεπειραμέινῳ.

 
 

οὕτω γὰρ κατασκευάζεται ψυχῆs καθαρὰ διάθεσις, ἀναλαβοῦσα τὰ

 
 

κάλλιστα· καὶ πρὸs τὸ πάντων κυριώτατον νενευκυῖα τὴν εὐσέ-

 
10   

βειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ. Τὴν προαίρεσιν ἔχοντες

  3
  ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα κατανοεῖν, ἐαυτοὺς ἐπεδώκαμεν εἰς  
  τὸν προειρημένον ἄνδρα πρεσβείαν, καλοκαγαθίᾳ καὶ δόξῃ προτε-  
  τιμημένον ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον  
  μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους  
15    τόπους πολίταις, πρὸς τὴν ἐρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ γεγρά-  
  φθαι παῤ αὐτοῖς ἐν διφθέραις ἐβραϊκοῖς γράμμασιν. ἣν δὴ καὶ   4
  ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν πρὸς τὸν βασιλέα περὶ  
  τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς  
  τοῦ βασιλέως, πρώτως κεκτημένου τήν τε πόλιν καὶ τὰ κατὰ τὴν  
20    Αἴγυπτον παρειληφότος.          Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι.  
  πέπεισμαι γάρ σε μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα   5
  καὶ τὴν τῶν ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομο-  
  θεσίαν διεξαγόντων, περὶ ὧν προαιρούμεθα δηλοῦν, ἀσμένως σε  
     
 
 
     
 

2 ευτυχιαs GZ | συνισταμενοs Τ   3 υπομιμνησκeιν Wend. (σκων codd

HKAGITZ
  omn   4 ων] ου K     6 προσμανμανοντι Z    7 om και I | κατ αυτο] κατα  
  ταυτο HKAGI | πεπειραμενων HKGIT    8 διαθεσις καθ. K.   9 κυριω-  
  τερον Κ    10 διοικ. την προαιρεσιν. Εχοντες codd corr Wend.    11 προε-  
  δωκ. TZ | εις] εις την προς Wend.    12 τετιμ. TZ    13 κατεκτημ. HAI  
  κατακτ. G txt KTZ    16 αυτου T    17 post σπουδη lacunam statuit  
  Wend.    19 om τα TZ    21 προσκλησιν codd    23 δηλουντεσ μεν ως  
  σε codd, txt ex conj Schmidt  
 
 
     
  ἀκούσεσθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς  
  ἡμᾶς, καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς  
  ὑπάρχει.  καὶ πρόρερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον   6
  ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ τῶν  
5   κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτων ἀρχιερέων περὶ τοῦ    
  γένους τῶν Ἰουδαίων. φιλομαθῶς γὰρ ἔχοντί σοι περὶ τῶν δυνα-   7
  μένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι, μάλιστα μὲν πᾶσι  
  τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν ἔχοντι τὴν αἵρεσιν, οὐ  
  μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθεστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ  
10   πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν ὄντα ἡμῖν. χρυσοῦ γὰρ χάρις ἢ   8
  κατασκευή τις ἄλλη τῶν τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλειαν  
  οὐκ ἔχει τὴν αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων  
  φροντίς. ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν  
  τι ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν.  
   
15  

§Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ

  9 § Jos Eus
  Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν, εἰ  
  δυντόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία· καὶ ποιούμενος  
  ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν, ὅσον ἐφ᾿ ἑαυτῷ, τὴν  
  τοῦ βασιλέως ορόθεσιν. παρόντων οὖν ἡμῶν ἐρωτηθείς Πόσαι   10
20   τινὲς μυριάδες τυγχάνουσι βιβλίων; εἶπεν Ὑπὲρ τὰς εἴκοσι,  
  βασιλεῦ· σπουδάσω δ᾿ ἐν ὀλίγῳ πρὸς τὸ πληρωθῆναι πεντή-  
  κοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων  
  νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι.  
  Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστὶ σε τοῦτο ποιῆσαι; πάντα γὰρ ὑπο-   11
25   τέτακταί σοι τὰ πρὸς τὴν χρείαν.      ὅ δὲ Δημήτριος εἶπεν  
  Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίων  
  χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ  
  φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβάνονται Συριακῇ χρῆσθαι· τὸ δ᾿  
     
 
 
     
  3 διεπεμψ. σοι] διεπεμψαμεθα G    6 σοι] μοι conj Schmidt    7 μα-   HKAGITZ
   λιστα] μαλλον G    8 γνησιως G    9 αλλα και τον τροπον Wend.   Jos Eus
  12 παιδεια αυτη G παιδειας διαγ. I    14 ποιυμεν Z παθωμεν Gvid |  
  επανηξωμεν K    16 om ει δυνατον Eus    19 ουν ins Eus om Ar codd  
  21 σποθδασω Eus πληρωσω Ar    22 προσηγγελται Eus (cf Jos  
  μεμηνυσθαι)] προσαγγελλεται codd | των] pr τα Eus    24 εστι σε]  
  αυτοι G | αποτετακται Eus    28 θπολαμβανονται] + δε Eus  
   
 
 
     
  οὐκ ἔστιν, ἀλλ᾿ ἕτερος τρόπος. Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς  
  εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα  
  τελείωσιν λάβῃ.    Νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ᾧν πολ-    12 ¶ Eus
  λάκις ἠξιώκειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς  
5    ἀρχισωματοφύλακας, περὶ τῆς ἀπρολυτρώσεως τῶν μετηγμένων ἐκ  
  τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως—ἐκεῖνος γὰρ ἐπελθὼν  
  τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγχρώμενος εὐημερίᾳ  
  μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὕς δὲ ᾐχμαλώτιζε, φόβῳ πὰντα  
  ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν  
10    Ἰουδαίων χώρας εἰς Αἴγυπτον μετήγαγεν, ἀφ᾿ ὧν ὡσεὶ τρεῖς μυριάδας    13
  καθοπλίσας ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς  
  φρουρίοις (ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ  
  Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς  
  τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῳ· ἀλλ᾿ οὐ  
15    τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ  
  Λάγου μετήγαγε)· καθὼς δὲ προείπομεν, ἐπιλὲξας τοὺς ἀρίστους    14
  ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε, τὸ δὲ λοιπὸν χύμα  
  πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναικῶν, εἴασεν εἰς τὴν οἰκετίαν,  
  οὐχ οὕτως τῇ προαιρέσει κατὰ ψυχὴν ἔχων, ὡς κατακρατούμενος  
20    ὑπὸ τῶν στρατιωτῶν, δἰ ἂς ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς  
  ἀγῶσιν—ἡμεῖς δὲ ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν  
  ἀπελάβομεν, καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις  
  πρὸς τὸν βασιλέα      Μήποτε ἄλογον ᾖ ἐλέγχεσθαι ὑπ᾿ αὐτῶν    15
  τῶν πραγμάτων, ὦ βασιλεῦ. τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι  
25    τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν, ἀλλά καὶ  
  διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν οἰκετίαις  
  ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν; ἀλλὰ τελείᾳ καὶ  
  πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους ἐν ταλαιπωρίαις,  
  κατευθύνοντός σου τὴν βασιλείαν τοῦ τεθεικότος αὐτοῖς θεοῦ τὸν  
30    νόμον, καθὼς περιείργασμαι. τὸν γὰρ πάντων ἐπόπτην καὶ κτίστην    16
     
 
 
     
  4 ηξιωσα σνεχως τους περι τον Ταρ. G    5 σωματοφυλακας Α | εκ] απο    HKAGI
  TZ    8 μετοικ. Z | ους] τους Gvid    11 εκλελεγμενων T | κατελιπεν G    TZ Jos
  12 μεν] + ουν I | ικανως H | συνεληλ. | om συν T    14 Αιθ.] Αιγυττιων T  
  15 τω πληθ. om TZ    18 νεωτ. και πρεσβ. I | δε] + και K    21 ετει] επι  
  GI    26 ικετειαις K    28 απολυσας G    29 σου] σοι TZ  
   
 
 
     
  θεὸν οὗτοι σέβονται, ὃν καὶ πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομά-  
  ζοντες ἑτέρως Ζῆνα καὶ Δία· τοῦτο δ᾿ οὐκ ἀνοικείως οἱ πρῶτοι  
  διεσήμαναν, δἰ ὃν ζωοποιοῦνται τὰ πάντα καὶ γίωεται, τοῦτον  
  ἁπάντων ἡγεῖσθαί τε καὶ κυριεύειν. ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώ-  
5    πους τῇ λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων    
    ταῖς οἰκετίαις.      Οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν κατὰ    17
  ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ κατασκευάσαι  
  πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι (κτίσμα γὰρ ὂν θεοῦ τὸ γένος  
  τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ τρέπεται πάλιν ὑπ᾿ αὐτοῦ·  
10    διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκαλούμην τὸν κυριεύοντα κατὰ    
    καρδίαν, ἵνα συναναγκασθῇ, καθὼς ἠξίουν, ἐπιτελέσαι· μεγάλην    18
    γὰρ εἶχον ἐλπίδα, περὶ σωτηρίας§ ἀνθρώπων προτιθέμενος λόγον, ὅτι    § B
  τὴν ἐπιτέλειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιο-  
  σύνην καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι  
15    ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων ἁπάντων    
    θεός), ὁ δὲ διανακύψας καὶ προσβλέψας ἱλαρῷ τῷ προσώπῳ Πόσας    19
  ὑπολαμβάνεις μυριάδας ἔσεσθαι; ἔφη.    παρεστὼς δὲ Ἀνδρέας  
  ἀπεφήνατο Βραχεῖ πλεῖον μυριάδων δέκα. ὁ δέ, Μικρόν γε, εἶπεν,  
  Ἀριστέας ἡμᾶς ἀξιοῖ πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων  
20    τινὲς τοῦτ᾿ εἶπον Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως    
  χαριστήριον ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. μεγίστως  
  γὰρ τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος  
  ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια, καθῆκόν  
    ἐστί σοι.      Διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις εἶπε προσθεῖναι,    20
25    καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς εἴκοσι, καὶ περὶ τούτων    
  ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογραφὰς ποιεῖσθαι παῤ αὐτά,  
  μεγαλείως χρησάμενος τῇ προθυμίᾳ, τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέ-  
  σαντος ἡμῶν προαίρεσιν, καὶ συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι  
  μὴ μόνον τοὺς συνεληλυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ  
     
 
 
     
  

1 ω βασιλευ TZ    2 ετερως AR codd] ετυμως hic hab Jos sed fort pro

   HKAGIBT
    ουκ ανοικειως | ζηνα· (al ζην· α) και δια τουπο δ codd  (δ codd (δ om T)       Z Jos
  3 τουτων Z    5 απολ. ποι.] αποποιησαι I    6 ικετιαις I    8 ον] ων Z    12 om γαρ  
  TZ | υποτιθεμενος B* (προστιθ. Bcorr) | στε Z    13 δικαιοσ.] ελεημοσυνην G  
  15 βουλας B επιβουλ. T    16 διακυψας A ανακυψας G    18 Βραχει] pr  
  εν λογω B βραχυ K | ενδεκα Jos    19 αξιω G    24 εφη B    25 δραγμας I  
   
 
 
     
  εἴ τινες προῆσαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν.  
  ὑπὲρ τὰ τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι.   καὶ τοῦ    21
  προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι κατακε-  
  χωρίσθαι.   πολλῷ γὰρ ἡ μεγαλομοιρία φανερωτέρα καὶ εὔδηλος  
5    ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς τὸ σωτηρίαν  
  γενέσθαι πλήθεσιν ἱκανοῖς.   ἦν δὲ τοιοῦτο      Τοῦ βασιλέως προσ-    22
  τάξαντος—Ὅσοι τῶν συνεστρατευμένων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ  
  Συρίαν καὶ Φοινίκην τόπους ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν  
  ἐγκρατεῖς ἐγένοντο σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς  
10    τε τήν πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ καὶ  
  εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων,  
  ἀπολύειν παρὰ χρῆμα τοὺς ἔχπμτας, κομιζομένους αὐτίκα ἑκάστου  
  σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώτας τῇ τῶν ὀψωνίων  
  δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς τραπέζης.    νομίζομεν    23
15    γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς  
  ἔχον ᾐχμαλωτεῦσθαι τούτους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν  
  τήν τε χώραν αὐτῶω κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν  
  εἰς τὴν Αἴγυπτον γεγονέναι·   ἱκανὴ γὰρ ἦν ἡ παρὰ τὸ πεδίον  
  γεγονυῖα ἐκ τῶν στρατιωτῶν ὠφέλεια·   διὸ παντελῶς ἀνεπιεικής  
  ἐστι καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία.   πᾶσιν οὖν ἀνθρώποις τὸ   24
  δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον τοῖς ἀλόγως  
  καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες τὸ καλῶς ἔχον πρός  
  τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέβειαν, προστετάχαμεν ὅσα  
  τῶν Ἰοθδαϊκῶν ἐστι σωμάτων ἐν οἰκετίαις πανταχῆ καθ᾿ ὁντινοῦν  
25    τρόπον ἐν τῇ βασιλείᾳ, κομιζομένους τοὺς ἔχοντας τὸ προκείμενον  
  κεφάλαιον ἀπολύειν, καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν  
  οἰκονομεῖν·   τὰς δ᾿ ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ᾿ ἧς ἡμέρας  
  ἐκκεῖται τὸ πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ  
     
 
 
     
  2 υπερ Fort deperiit aliquid ante hoc verbum | τριακοσια TB (τ) HKAGIBT
  3 κατακεχωπισθαι BT* vid (-ησθαι)] κατακεχωρισται cett    6 του βασ. Z Jos
  προστ. (cum praeced conj codd) ad decretum refert Wend. quasi titulum  
  habet Nestle    9 εγκρατεις—την χωραν    10 om BTZ    12 κομιζομενου T  
  13 δραγμας BTZ | τους] + εχοντας BTZ    17 om των BTZ  
  21 ομολογουμενως HKAGIT* vid -μενοις ZTcorr vid txt ex corr Schmidt     
  23 παντα B 21 εστι] + των HAGI | οικεταις TZ | πανταχη ex conj] παντι μη HKAITZ παντα μη G παντι B παντι και We. | οντινα ουν KBT     
  28 κατεσταμενους HKATZ κατεσταλμ. GI  
   
   
 
 
     
    τούτων, καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα. διειλήξαμεν γὰρ καὶ    25
  ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ᾿ ἐπιτλεσθῆναι.   τὸν δὲ  
  βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων, ἐφ᾿ ᾧ τοῦ φανέν-  
  τος ἐνόχου τὴν κυρίαν ἕξειν·   τὰ δὲ ὑπάρχοντα τῶν τοιούτων εἰς  
5    τὸ βασιλικὸν ἀναληφθήσειται.      Εἰσδοθέντος τοῦ προστάγ-    26
  ματος, ὅπως ἐπαναγνωσθῇ τῷ βασιλεῖ, τὰ ἄλλα πάντ᾿ ἔχοντος  
  πλὴν τοῦ Καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτα εἰσηγμένοι εἰσι  
  τῶν τοιούτων, αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομοιρίᾳ  
  καὶ μεγαλοψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τῶν διαφόρων δόσιν  
10    ἀθρόαν οὖσαν ἀπομερισαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ βασι-    
    λικοῖς τραπεζίταις.   οὕτω δοχθὲν ἐκεκύρωτο ἐν ἡμέραις ἑπτά·   πλεῖον    27
  δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ δόσις ἐγεγονει.   πολλὰ γὰρ καὶ  
  τῶν ἐπιμαστιδίων τέκνων σὺν ταῖς μητράσιν ἐλευθεροῦντο.   προσαν-  
  ενεχθέντος εἰ καὶ περὶ τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ᾿  
15    ἐκέλευσεν ὁ βασιλεὺς ποιεῖν, ὁλοσχερῶς περὰ τοῦ δόξαντος ἅπαντ᾿    
  ἐπιτελῶν.  
   § Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι    28 § Eus
  περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς.   πάντα γὰρ διὰ  
  προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι τούτοις  
20    διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ᾿ εἰκῇ.   διόπερ καὶ τὸ τῆς    
  εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα, καὶ τὸ  
  τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ  
  μεγαλομοιρίᾳ καὶ τέχνη διαφέρειν ἕκαστον αὐτῶν.   τῆς δὲ εἰσδό-  
    σεώς ἐστιν ἀντίγραφον τόδε    Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου.    29
25    προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολιπόντων εἰς τὴν συμπλή-    
  ρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπ-  
  τωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως  
     
 
 
     
   3 εφ ω ex conj   (cf. 3 Macc 328)]   εφη  codd  εφην Ivid                5 εισδοθεντος]    HKAGIBT
   +  ουν  B  δε  Wend. cum cod Mon (Jos)                7 ει καὶ   Κ | η] ει  GIZ  | εισιν    Z Jos Eus
  εισηγ.   Wend. cum cod  Mon                     8 αυτος    Wend. cum Jos] αυτο codd  
  10 ουσαν] + δοσιν  B            11 πλειων  TZ          12 εξηκ. καὶ τετρακοσ. Jos  
  13 ηλευθ. B        14 προσανεν.] + δε We. (cod Mon)       15 ολοσχ. ποι. ο β. B  
  17 τω Δημητριω BT | εκδουναι Eusi et Joscodd aliq         18 αναγραφης Jos et  
  Eus] αντιγραφης Ar codd omn     19 ασφαλ.] ακριβειας Eus    20 διωκητο  
  Ar codd txt  Eus  (διωκειται Eusº)   | καὶ 1º]  ins Eus om Ar    | το  Eus]   τα  Ar  
  21 εκδοσεως  BTZ  Euscodd aliq         24 αντιγραφον (-φα B) εστιν ουτως BT  
  25 προστεταχοτος   Eusº   |   απολειφθεντων Eus         26 της]   +     δια Eusº  
   
   
 
 
     
  τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε. τοῦ νόμου    30
  τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει·   τυγχάνει  
  γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα, ἀμελέστερον δέ, καὶ  
  οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσανα-  
5    φέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τέτευχε. δέον δέ ἐστι καὶ    31
  ταῦθ᾿ ὑπάρχειν παρά σοι διηκριβωμένα, διὰ τὰ καὶ φιλοσαφωτέραν  
  εἶναι καὶ ἀκέραιον τήν νομοθεσίαν ταύτην, ὡς ἄν οὖσαν θείαν. διὸ  
  πόρρω γεγόονασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν  
  πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ᾿  
10    αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα  
  καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ  
  Ἀβδηρίτης. ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν    32
  ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖλαι τοὺς μάλιστα καλῶς  
  βεβιωκότας καὶ πρεσβυτέρους ὄντας ἄνδρας, ἐμπειρους τῶν κατὰ  
15    τὸν νόμον τὸν ἑαυτῶν, ἀφ᾿ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμξωνον ἐκ  
  τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν  
  ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆ σῆς προαιρέσεως, θῶμεν  
  εὐσήμως.   εὐτύχει διὰ παντός.   Τῆς δὲ εἰσδόσεως ταύτης γενο-    33
  μένης, ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ  
20    τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμα-  
  λώτων.   ἔδωλε δὲ καὶ εἰς κατασκευὴν  
  τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα  
  καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἑκανόν τι πλῆθος—  
  ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχωίταις, ὡν ἂν προαιρῶνται,  
25    τὴν ἐκλογὴν διδόναι—καὶ νομίσματος εἰς θυσίας καὶ ἄλλα πρὸς  
  τάλαντα ἑκατόν.   δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν    34
  τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως  
  ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον    Βασιλεὺς Πτολεμαῖος    35