Ομιλια Ϛ’

I. Τρίτῃ δὲ ἡμέρᾳ εἰς τὸ προωρισμένον τῆς Τύρου χωρίον σὺν τοῖς οἰκειοτάτοις ἐλθὼν ἔγωγε εὑρίσκω τὸν Ἀππίωνα, Ἀννουβίωνός τε καὶ Ἀθηνοδώρου καθεζόμενον μέσον καὶ μετὰ πολλῶν ἄλλων τῶν ἐκ παιδείας ἀνδρῶν ἡμᾶς ἀναμενόντων. καὶ ὅμως οὐδὲν καταπλαγεὶς προσαγορεύσας ἀντικαθέζομαι τῷ Ἀππίωνι, ὃς μετ’ οὐ πολὺ λέγειν ἤρξατο· Βούλομαι πρῶτος ἀρξάμενος ἐντεῦθεν ἤδη ταχέως ἐλθεῖν ἐπὶ τὸ ζητούμενον. πρὸ τοῦ σε, τέκνον Κλήμης, ἡμῖν παρεῖναι, Ἀννουβίων οὗτος καὶ Ἀθηνόδωρος, οἱ χθὲς ἅμα τοῖς ἄλλοις ἐπακούσαντές σου διαλεγομένου, ἀφηγήσαντό μοι, πῶς ἐν τῇ Ῥώμῃ συνερχόμενός σοι ὡς ἐρῶντι πολλὰ τῶν θεῶν κατεψευσάμην, εἰπὼν αὐτοὺς παιδεράστας, ἀσελγεῖς, μιγνυμένους μητράσιν ἀδελφαῖς θυγατράσιν καὶ μυρίαις μοιχείαις ἐνεχομένους. ἀλλ’ ἐχρῆν σε, ὦ τέκνον, εἰδέναι ὅτι μὴ τοιαῦτα περὶ θεῶν φρονῶν ἔγραφον, ἀλλὰ στοργῇ τῇ πρὸς σὲ τὰ ἀληθῆ λέγειν ἀπεκρυπτόμην, ἅπερ, εἰ νῦν ἐθέλεις, παρ’ ἐμοῦ ἄκουσον.

II. Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτῳ μεμαθηκότες, τοὺς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ’ Οὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ· ἄρρενες μὲν Ὠκεανός, Κοῖος, Κρῖος, Ὑπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεία, Θέμις, Μνημοσύνη, Δημήτηρ, Τηθύς, Ῥέα· οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐκτεμών (ὥς φατε) εἰς βυθὸν ἀπέρριψεν. ἀλλ’ οὐδ’ ἐκ τῆς ἀποτομῆς τοῦ Οὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο οὐδ’ αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν, δεδιὼς μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος γενναιότερον αὐτοῦ γενόμενον ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Ποσειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν Δία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ καταπιεῖν λίθον ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξῶσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ’ αὐτῷ δὲ Ποσειδῶνα [καὶ τρίτον τὸν Δία]. οὐδέ γε (ὥς φασιν) μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς καὶ εἰς οὐρανὸν ἀναβάς, τὸν πατέρα τῆς βασιλείας καθεῖλεν. οὐ πατρὸς ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξίν, οὐ παισὶν αἰσχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ’ ἐνκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν Διόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐχ αὕτη ἡ Ἔρις ἀτιμασθεῖσα μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν «Δῶρον τῇ καλῇ». ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν Δία· αἷς αὐτὸς μὲν οὐκ ἔκρινεν, δι’ Ἑρμοῦ δὲ πρὸς τὸν ποιμένα Πάριν κριθησομένας περὶ κάλλους ἐξέπεμψεν. ἀλλ’ οὔτε ἐκρίθησαν θεαὶ οὔτε ὁ Πάρις τῇ Ἀφροδίτῃ τὸ μῆλον ἀπέδωκεν. οὐκ Ἀφροδίτη τιμηθεῖσα τῷ τῆς Ἑλένης αὐτὸν ἀντετίμησεν γάμῳ. οὐ γὰρ ἂν τῇ τῆς θεᾶς τιμῇ πρόφασις ἐγίνετο παμφύλου πολέμου καὶ ταῦτα ἐπ’ ὀλέθρῳ τοῦ τὴν τιμὴν ἀπειληφότος καὶ ἀγχιστεύοντος τῷ τῆς Ἀφροδίτης γένει. ἀλλά (ὡς ἔφην), ὦ τέκνον, ἔχει τινὰ λόγον τὰ τοιαῦτα οἰκεῖον καὶ φιλόσοφον, ἀλληγορίᾳ φρασθῆναι δυνάμενον, ὥστε σε ἀκούσαντα θαυμάσαι. κἀγὼ ἔφην· Δέομαι μή με ἀναβαλλόμενος βασανίσῃς. καὶ ὃς ἔφη· Μηδὲν φοβηθῇς· οὐ γὰρ ὑπερθήσομαι, ἀλλ’ ἄρξομαι ἤδη λέγειν.

III. Ἦν ποτε ὅτε οὐδὲν <ἦν> πλὴν χάος καὶ στοιχείων ἀτάκτων ἔτι συνπεφορημένων μίξις ἀδιάκριτος, τοῦτο καὶ τῆς φύσεως ὁμολογούσης καὶ τῶν μεγάλων ἀνδρῶν οὕτως ἔχειν νενοηκότων. καὶ μάρτυρα τῶν μεγάλων ἐν σοφίᾳ τὸν μέγιστον Ὅμηρον αὐτόν σοι παρέξομαι, εἰπόντα περὶ τῆς ἀνέκαθεν συγχύσεως· «Ἀλλὰ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε», ὡς ἐκεῖθεν ἁπάντων τὴν γένεσιν ἐσχηκότων καὶ μετὰ ἀνάλυσιν τῆς ὑγρᾶς καὶ γηίνης οὐσίας εἰς τὴν πρώτην πάλιν ἀποκαθισταμένων φύσιν, ὅ ἐστιν χάος. Ἡσίοδος δὲ ἐν τῇ θεογονίᾳ λέγει· «Ἤτοι μὲν πρώτιστα χάος ἐγένετο». τὸ δὲ «ἐγένετο» δῆλον ὅτι γεγενῆσθαι ὡς γενητὰ σημαίνει, οὐ τὸ ἀεὶ εἶναι ὡς ἀγένητα. καὶ Ὀρφεὺς δὲ τὸ χάος ὠῷ παρεικάζει, ἐν ᾧ τῶν πρώτων στοιχείων ἦν ἡ σύγχυσις. τοῦτο Ἡσίοδος χάος ὑποτίθεται, ὅπερ Ὀρφεὺς ὠὸν λέγει γενητόν, ἐξ ἀπείρου τῆς ὕλης προβεβλημένον, γεγονὸς δὲ οὕτω·  IV. τῆς τετραγενοῦς ὕλης ἐμψύχου οὔσης καὶ ὅλου ἀπείρου τινὸς βυθοῦ ἀεὶ ῥέοντος καὶ ἀκρίτως φερομένου καὶ μυρίας ἀτελεῖς κράσεις [εἰς] ἄλλοτε ἄλλως ἐπαναχέοντος καὶ διὰ τοῦτο αὐτὰς ἀναλύοντος τῇ ἀταξίᾳ, καὶ κεχηνότος ὡς εἰς γένεσιν ζῴου δεθῆναι μὴ δυναμένου, συνέβη ποτέ, αὐτοῦ τοῦ ἀπείρου πελάγους ὑπὸ ἰδίας φύσεως περιωθουμένου, κινήσει φυσικῇ εὐτάκτως ῥυῆναι ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ὥσπερ ἴλιγγα καὶ μῖξαι τὰς οὐσίας, καὶ οὕτως ἐξ ἑκάστου τῶν πάντων τὸ νοστιμώτατον, ὅπερ πρὸς γένεσιν ζῴου ἐπιτηδειότατον ἦν, ὥσπερ ἐν χώνῃ κατὰ μέσου ῥυῆναι τοῦ παντὸς καὶ ὑπὸ τῆς πάντα φερούσης ἴλιγγος χωρῆσαι εἰς βάθος καὶ τὸ περικείμενον πνεῦμα ἐπισπάσασθαι καὶ ὡς εἰς γονιμώτατον συλληφθὲν ποιεῖν κριτικὴν σύστασιν. ὥσπερ γὰρ ἐν ὑγρῷ φιλεῖ γίνεσθαι πομφόλυξ, οὕτως σφαιροειδὲς πανταχόθεν συνελήφθη κύτος. ἔπειτα αὐτὸ ἐν ἑαυτῷ κυηθέν, ὑπὸ τοῦ περιειληφότος θειώδους πνεύματος ἀναφερόμενον, προέκυψεν εἰς φῶς μέγιστόν τι τοῦτο ἀποκύημα, ὡς ἂν ἐκ παντὸς τοῦ ἀπείρου βυθοῦ ἀποκεκυημένον ἔμψυχον δημιούργημα καὶ τῇ περιφερείᾳ τῷ ὠῷ προσεοικὸς καὶ τῷ τάχει τῆς πτήσεως.  V. Κρόνον οὖν τὸν χρόνον μοι νόει, τὴν δὲ Ῥέαν τὸ ῥέον τῆς ὑγρᾶς οὐσίας, ὅτι χρόνῳ φερομένη ἡ ὕλη ἅπασα ὥσπερ ὠὸν τὸν πάντα περιέχοντα σφαιροειδῆ ἀπεκύησεν οὐρανόν· ὅπερ κατ’ ἀρχὰς τοῦ γονίμου μυελοῦ πλῆρες ἦν ὡς ἂν στοιχεῖα καὶ χρώματα παντοδαπὰ ἐκτεκεῖν δυνάμενον, καὶ ὅμως παντοδαπὴν ἐκ μιᾶς οὐσίας τε καὶ χρώματος ἑνὸς ἔφερε τὴν φαντασίαν. ὥσπερ γὰρ ἐν τῷ τοῦ ταὼ γεννήματι ἓν μὲν τοῦ ὠοῦ χρῶμα δοκεῖ, δυνάμει δὲ μυρία ἔχει ἐν ἑαυτῷ τοῦ μέλλοντος τελεσφορεῖσθαι χρώματα, οὕτως καὶ τὸ ἐξ ἀπείρου ὕλης ἀποκυηθὲν ἔμψυχον ὠὸν ἐκ τῆς ὑποκειμένης καὶ ἀεὶ ῥεούσης ὕλης κινούμενον παντοδαπὰς ἐκφαίνει τροπάς. ἔνδοθεν γὰρ τῆς περιφερείας ζῷόν τι ἀρρενόθηλυ εἰδοποιεῖται προνοίᾳ τοῦ ἐνόντος ἐν αὐτῷ θείου πνεύματος, ὃν Φάνητα Ὀρφεὺς καλεῖ, ὅτι αὐτοῦ φανέντος τὸ πᾶν ἐξ αὐτοῦ ἔλαμψεν, τῷ φέγγει τοῦ διαπρεπεστάτου τῶν στοιχείων πυρὸς ἐν τῷ ὑγρῷ τελεσφορουμένου. καὶ οὐκ ἄπιστον, ὅτι καὶ ἐπὶ λαμπυρίδων δείγματος ἕνεκα ἡ φύσις ἡμῖν ὁρᾶν ὑγρὸν φῶς ἐδωρήσατο.  VI. τὸ μὲν οὖν πρωτοσύστατον ὠὸν ὑποθερμανθὲν ὑπὸ τοῦ ἔσωθεν ζῴου ῥήγνυται, ἔπειτα δὲ μορφωθὲν προέρχεται ὁποῖόν τι καὶ Ὀρφεὺς λέγει «κρανίου σχισθέντος πολυχανδέος ὠοῦ». καὶ οὕτω μεγάλῃ δυνάμει αὐτοῦ τοῦ προεληλυθότος φανέντος, τὸ μὲν κύτος τὴν ἁρμονίαν λαμβάνει καὶ τὴν διακόσμησιν ἴσχει, αὐτὸς δὲ ὥσπερ ἐπ’ ἀκρωρείας οὐρανοῦ προκαθέζεται καὶ ἐν ἀπορρήτοις τὸν ἄπειρον περιλάμπων αἰῶνα. ἡ δὲ τοῦ κύτους ἔνδοθεν γόνιμος ὑπολειφθεῖσα ὕλη, ὡς ἐν πολλῷ τῷ χρόνῳ † ὑποκειμένης ἕως φυσικῆς ὑποζέουσα ἡ θερμότης † τὰς πάντων διέκρινεν οὐσίας. τὸ μὲν γὰρ κατώτερον αὐτῆς πρῶτον ὥσπερ ὑποστάθμη ὑπὸ τοῦ βάρους εἰς τὰ κάτω ὑποκεχώρηκεν, ὃ διὰ τὴν ὁλκότητα καὶ διὰ τὸ ἐμβριθὲς καὶ πολὺ τῆς ὑποκειμένης οὐσίας πλῆθος Πλούτωνα προσηγόρευσαν, ᾅδου τε καὶ νεκρῶν βασιλέα εἶναι ἀποφηνάμενοι.  VII. ταύτην μὲν οὖν τὴν πρώτην καὶ πολλήν, ῥυπαρὰν καὶ τραχεῖαν οὐσίαν ὑπὸ Κρόνου, τοῦ χρόνου, καταποθῆναι λέγουσιν φυσικῶς διὰ τὴν κάτω ὑπονόστησιν αὐτῆς. μετὰ δὲ τὴν πρώτην ὑποστάθμην τὸ συρρυὲν ὕδωρ καὶ πρώτῃ ἐπιπολάσαν ὑποστάσει Ποσειδῶνα προσηγόρευσαν. τὸ δὲ λοιπὸν τρίτον τὸ καθαρώτατον καὶ κορυφαιότατον ἅτε διαυγὲς ὂν πῦρ Ζῆνα ὠνόμασαν διὰ τὴν ἐν αὐτῷ ζέουσαν φύσιν· ἀνωφερὲς γὰρ ὂν τὸ πῦρ πρὸς μὲν τὰ κάτω ὑπὸ χρόνου, τοῦ Κρόνου, οὐ κατεπόθη, ἀλλ’ (ὡς ἔφην) ἡ πυρώδης οὐσία ζωτική τε καὶ ἀνωφερὴς οὖσα εἰς αὐτὸν ἀνέπτη τὸν ἀέρα, ὃς καὶ φρονιμώτατός ἐστι διὰ τὴν καθαρότητα. τῇ οὖν ἰδίᾳ θερμότητι ὁ Ζεύς (τουτέστιν ἡ ζέουσα οὐσία) τὸ καταλειφθὲν ἐν τῷ ὑποκειμένῳ ὑγρῷ τὸ ἰσχνότατον καὶ θεῖον ἀνιμᾶται πνεῦμα, ὅπερ Μῆτιν ἐκάλεσαν.  VIII. κατὰ κορυφῆς δὲ αὐτοῦ ἐλθὸν τοῦ αἰθέρος καὶ συνποθὲν ὑπ’ αὐτοῦ, ὥσπερ ὑγρὸν θερμῷ μιγέν, τὸν ἀεικίνητον παλμὸν ἐνποιῆσαν γεννᾷ τὴν σύνεσιν, ἣν καὶ Παλλάδα ἐπονομάζουσιν διὰ τὸ πάλλεσθαι, τεχνικωτάτην οὖσαν φρόνησιν, ᾗ χρώμενος τὸν πάντα ἐτεχνήσατο κόσμον ὁ αἰθέριος τεχνίτης. ἀπ’ αὐτοῦ δὲ τοῦ διήκοντος Διός (τοῦ θερμοτάτου αἰθέρος) ὁ ἀὴρ μέχρι τῶν ἐνταῦθα διικνεῖται τόπων, ἣν ἐπονομάζουσιν Ἥραν. καὶ ὡς δὴ τῆς τοῦ αἰθέρος καθαρωτάτης οὐσίας ὑποβεβηκυῖα, ὡς θήλεια τὴν καθαρότητα πρὸς σύγκρισιν τοῦ κρείττονος, ἀδελφὴ Διὸς κατὰ τὸ εἰκὸς ἐνομίσθη, ὡς ἐκ τῆς αὐτῆς οὐσίας γεγενημένη· γαμετὴ δὲ διὰ τὸ ὡς γυναῖκα ὑποκεῖσθαι.  IX. παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρων εὐκρασίαν, διὸ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἣν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνομίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἣν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι’ ἀκρότητα κρύους ἄγονον οὖσαν ὁμοίως παρθένον ἐκάλεσαν. Διόνυσον δὲ ὡς φρενῶν θολωτικὸν ὀνομάζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἓν ὂν τῇ φύσει καὶ διὰ πάντων τῶν χερσαίων πόρων διεῖρον καὶ εἰς πολλὰ διαιρούμενον (ὥσπερ συγκοπτόμενον), Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραίους καρπούς, Ἀφροδίτην εἰς μίξιν καὶ γένεσιν, Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα καὶ Διόνυσόν τινες εἰς ἄμπελον.  X. καὶ πάντα τὰ τοιαῦτα ὁμοίως τοιαύτην τινὰ ἀλληγορίαν ἔχοντα νόει μοι· Ἀπόλλωνα δὲ ἥλιον τὸν περιπολοῦντα εἶναι νόμιζε, γονὴν ὄντα τοῦ Διός, ὃν καὶ Μίθραν ἐκάλεσαν, ἐνιαυτοῦ συμπληροῦντα περίοδον. αὗται δὲ αἱ μεταμορφώσεις τοῦ πανταχῆ διήκοντος Διὸς αἱ πολλαὶ νοείσθωσάν σοι τροπαί, τὰς δὲ μυρίας αὐτοῦ γυναῖκας ἐνιαυτοὺς ἢ γενεὰς ἐπινόει. ἀπ’ αὐτοῦ γὰρ τοῦ αἰθέρος ἡ διικνουμένη τὸν ἀέρα δύναμις ἑκάστῳ ἐνιαυτῷ καὶ γενεᾷ συνουσιάζουσα διαφόρως αὐτὸν τρέπει καὶ οὕτως γεννᾷ ἢ φθείρει τὰ ὡραῖα. καὶ παῖδες μὲν λέγονται οἱ ὡραῖοι καρποί, αἱ δὲ πρὸς τοὺς ἄρρενας μίξεις αἱ κατ’ ἐνίους καιροὺς ἀκαρπίαι.

XI. Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὢν ἐγὼ ἔδοξα τοῖς ὑπ’ αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν, διὸ τὸν λόγον ἐγκόψας ἔφη μοι· Εἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κἀγὼ ἀπεκρινάμην· Μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπὸ σοῦ λεγομένων· πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπὸ σοῦ λεγόμενα, τὰ μὲν σοὶ ῥηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατὰ ἀκολουθίαν, ὡς παρ’ ἑτέρων ἤκουσα, ἀποπληρώσω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· Ποίησον οὕτως ὡς λέγεις.  XII. κἀγὼ ἀπεκρινάμην· Παρίημι νῦν ἐπ’ ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατὰ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ῥαγέντος κατά τινας ἀρρενόθηλυς ἐξέθορεν Φάνης. καὶ πάντ’ ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ῥαγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης, καὶ τὸν λόγον τῶν ὑπ’ αὐτῆς ἔνδοθεν γενομένων ἐπὶ κεφαλαίων μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ (ὡς λέγεις) ἐκ Κρόνου καὶ Ῥέας (ὑπό τε χρόνου καὶ ὕλης) τὰ μὲν πρῶτα Πλούτων, ὡς ἡ κάτω παραχωρήσασα ὑποστάθμη – δεύτερα δὲ Ποσειδῶν, ὃς ἡ μέση ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει – ἡ δὲ τρίτη ἀνωτάτη τε καὶ αἰθὴρ οὖσα, ὅσπερ ἐστὶν Ζεύς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν ὥσπερ ὑπό τινος ῥιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα.  XIII. δεσμὰ δὲ τὰ Κρόνου ἐστὶν ἡ σύμπηξις οὐρανοῦ καὶ γῆς, ὡς καὶ ἄλλων ἀλληγορούντων ἀκήκοα, ἡ δὲ ἀποκοπὴ τῶν μορίων ὁ τῶν στοιχείων χωρισμὸς καὶ διάκρισις, ὅτι πάντα ἐκ τῆς ἰδίας φύσεως ἀπετμήθη καὶ ἀφωρίσθη καθ’ ἑαυτὰ τετάχθαι ἕκαστον· καὶ οὐκέτι γεννᾷ χρόνος, ἀλλὰ τὰ γεννηθέντα δι’ αὐτοῦ νόμῳ φύσεως ποιεῖται τὰς διαδοχάς. ἡ δὲ ἐκ τοῦ βυθοῦ ἀνακύψασα Ἀφροδίτη ἡ ἐκ τοῦ ὑγροῦ γόνιμος οὐσία, ᾗ τὸ θερμὸν πνεῦμα μιγὲν τὸν τῆς μίξεως ποιεῖται ἔρωτα καὶ τελεσιουργεῖ τοῦ κόσμου τὸ κάλλος.  XIV. τὸ δὲ συμπόσιον τὸ γαμήλιον, ἔνθα τὸ δεῖπνον ἐτέλει Ζεὺς ὑπέρ τε τῆς Νηρηίδος Θέτιδος καὶ τοῦ καλοῦ Πηλέως, ἀλληγορίαν ἔχει ταύτην, ἵνα γνῷς ὅτι καὶ ἄνευ σοῦ, Ἀππίων, τὰ τοιαῦτα ἠκούσαμεν. τὸ μὲν δὴ συμπόσιον ὁ κόσμος, οἱ δὲ δώδεκα τὰ οὐράνια τῶν μοιρῶν περιστηρίγματα, ἅτινα ζῴδια καλοῦσιν – Προμηθεὺς ἡ προμήθεια, ὑφ’ ἧς τὰ πάντα ἐγένετο – Πηλεὺς πηλὸς ὁ ἀπὸ γῆς εἰς ἀνθρώπου γένεσιν περινοηθεὶς καὶ μιγεὶς τῇ Νηρηίδι, τουτέστιν ὕδατι. ἐκ δὲ τῆς τῶν δύο μίξεως (ὕδατός τε καὶ γῆς) ὁ πρῶτος οὐ γεννηθεὶς ἀλλὰ πλασθεὶς τέλειος καὶ διὰ τὸ μαζοῖς χείλη μὴ προσενεγκεῖν Ἀχιλλεὺς προσηγορεύθη· ἔστι δὲ αὐτὸς καὶ ἀκμή, ἥτις ἐὰν ἐπιθυμίαν – Πολυξένην ὡς ἀληθείας ἀλλοτρίαν οὖσαν καὶ ξένην – <...> ἰῷ ὄφεως ἀναιρεῖται, βέλει κατὰ πτέρναν καὶ κατὰ ἴχνος ἐνέρποντος τοῦ θανάτου.  XV. Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης, Ἀθηνᾶ ἡ ἀνδρεία, Ἀφροδίτη αἱ ἡδοναί, Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος, ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος καὶ παραλιπὼν τὰ συμφέροντα (ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος) μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ’ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ’ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήμψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἂν εἴη, ὃς ἐνίοτε καὶ τοὺς σώφρονας (ὥσπερ τὴν Ἥραν) πρὸς ῥᾳθυμίαν παράγειν ἐπίσταται καὶ τοὺς ἀνδρείους (ὥσπερ τὴν Ἀθηνᾶν) εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται καὶ ψυχῆς κάλλος (ὥσπερ Ἀφροδίτην) προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.  XVI. ὁ δὲ τὸν τοῦ πλούτου ἡγεμόνα καὶ φύλακα ὄφιν ἀνελὼν Ἡρακλῆς ὁ γνήσιος καὶ φιλόσοφός ἐστι νοῦς, ὃς πάσης κακίας γυμνὸς ὢν ἐκπερινοστεῖ τὸν κόσμον, ἐπιδημῶν ταῖς ψυχαῖς καὶ σωφρονίζων τοὺς ἐντυγχάνοντας, λέγω δὲ ἀνθρώπους ἐοικότας λέουσιν τολμηροῖς ἢ ἐλάφοις δειλαῖς ἢ κάπροις ἀγρίοις ἢ ὕδραις πολυτρόποις. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα ὅσα ἀθλῆσαι λέγεται Ἡρακλῆς, νοερᾶς ἀρετῆς ἐστιν αἰνίγματα. αὐτάρκως δὲ νῦν ἐχέτω τὰ εἰρημένα· εἰς γὰρ ἕκαστον εἰπεῖν οὐδὲ ὁ σύμπας χρόνος ἀρκέσει.  XVII. πλὴν θαυμάζω πῶς ταῦτα σαφῶς καὶ εὐσεβῶς καὶ ὠφελίμως ἀκαλύπτῳ τῇ εὐθείᾳ δηλοῦσθαι δυνάμενα οἱ πλαγίοις ἀποκρύψαντες αἰνίγμασιν καὶ μύθοις αὐτὰ προκαλύψαντες κακοῖς ὑπὸ σοῦ ἔμφρονες καὶ σοφοὶ εἶναι λέγονται, οἵτινες ὥσπερ ὑπὸ κακοῦ προαχθέντες δαίμονος σχεδὸν τοὺς πάντας ἐνήδρευσαν ἀνθρώπους. ἢ γὰρ οὐκ ἔστιν ταῦτα αἰνίγματα, ἀλλ’ ἀληθῆ τῶν θεῶν ἁμαρτήματα, καὶ ἐλέγχειν αὐτοὺς οὐκ ἔδει οὐδὲ τὴν ἀρχὴν αὐτὰ τοῖς ἀνθρώποις εἰς μίμησιν προτιθέναι – ἢ αἰνιγματωδῶς ἐλέχθη τὰ ὑπὸ τῶν θεῶν ψευδῶς πεπραγμένα, καὶ ἥμαρτον, ὦ Ἀππίων, ὅτι οἱ ὑπὸ σοῦ ὀνομαζόμενοι σοφοὶ τὰ σεμνὰ ἀσέμνοις μύθοις καλύψαντες ἁμαρτεῖν τοὺς ἀνθρώπους προετρέψαντο καὶ ταῦτα ὑβρίσαντες οὓς καὶ θεοὺς εἶναι ἐνόμισαν.  XVIII. διόπερ μὴ σοφούς, ἀλλὰ κακοὺς δαίμονας τοὺς τοιούτους νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέλοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶσιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων θυγατέρων ἀδελφῶν, μοιχείας τε ἀπρεπεῖς καὶ ἀρρενομιξίας καὶ μιαρὰς ἀρρητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξεσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτούς (ὅπερ ἀρτίως εἶπον), εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν ᾀδόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ ἄσεμνα ἐπισκέπειν καὶ μὴ τοὐναντίον (ὥς φατε) καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν σχήματα, ἅτινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καί, ὅταν νοηθῇ τισιν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολλοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλληγοροῦντας αὐτὰς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς Διὸς κεφαλῆς αἰνιξαμένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον ὅτι μοχθηρῶν ἀνδρῶν δόξαν θεῶν ἀπενεγκαμένων ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις.  XIX. ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· Εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γέγονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν; ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης. εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν (ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν), πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;  XX. οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἴσχιον ἀλληγορῆσαι θελήσαντες (οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ Διός) εἰς ἀπορίαν ἐνπεπτώκασιν, οὐ συνιέντες ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν ὅτι οἱ ὑπ’ αὐτῶν ᾀδόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροί, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθειρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτ’ ἔστιν μαγεία δι’ ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνονται.  XXI. αὐτίκα γοῦν (ὡς καὶ ἄλλοτε εἶπον) ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτόνου. ὁ δ’ ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυνάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπιδεικνύουσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Ἄτροις, Σελήνη δέ τις ἐν Κάρραις, Ἑρμῆς ἐν Αἰγύπτῳ τις ἄνθρωπος, Ἄρης ἐν Θρᾴκῃ, Ἀφροδίτη ἐν Κύπρῳ, Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαίνονται τάφοι.  XXII. οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγενῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συνχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθηκεν. καὶ μὴ θαύμαζε εἰ οἱ κατὰ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν ἢ κατὰ Διόνυσον ἢ κατὰ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλλέα ἐν Λεύκῃ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὀπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι.  XXIII. ἀλλὰ καὶ παρ’ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι, ἀλλὰ τὸ πάντων γελοιότατον ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῷα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι· τὸν Δία αὐτόν, ὃν[τα] πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν, Λήδᾳ συνεσχηματισμένον [ὃν πολλοὶ δία] ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσίᾳ, ἵνα κἂν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως (καὶ ταῦτα ἀνθρώπου ὄντος) μάθωσι κολασθέντες ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως θεόν, ἀλλ’ εὐγνωμονῶν ὁμολογῶ· Εἰ καὶ τί θεὸς οὐκ οἶδα, ἀλλ’ οὖν γε σαφῶς, ὅτι θεός, νομίζω εἰδέναι.  XXIV. αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται τὰ ὑπὸ ἄλλου γενόμενα, οὐχ ἡ μίξις, οὐχ ἡ κρᾶσις, οὐχ ἡ γένεσις, οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος οὐδὲ ἡ ἐν τῷ ᾅδῃ συρρέουσα ὑποστάθμη, οὐ τὸ ἐπιπολάζον ὕδωρ, οὐχ ἡ ζέουσα οὐσία, οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζῴου γένεσιν οὐκ ἐδύνατο – εἴτε ἀεὶ ἀλλήλοις συνῆπτο, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζῴου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσῴζειν δύνηται καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῷον δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζῴῳ τῆς ὅλης περιφορᾶς.  XXV. οὕτως ἀνάγκη τινὰ εἶναι νοῦν ἀγέννητον τεχνίτην, ὃς τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν ἢ συνόντα ἀλλήλοις πρὸς ζῴου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἓν ἐκ πάντων ἔργον ἀπετέλεσεν· ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅτινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ’ οὐδὲ τὸ ὑφ’ ἑτέρου φερόμενόν ἐστιν θεὸς οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.

XXVI. Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετὰ Ἀννουβίωνος καὶ Ἀθηνοδώρου μόνων, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ’ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ’ αὐτοῦ γεγενημένας καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν καὶ ὅτι ἐκ τῶν νοσούντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ’ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ’ αὐτοῦ τετυχηκέναι, καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.

 


 

Index