I. Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρηγορότας ἡμᾶς εὑρών, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λουσάμενος εὔξηται, ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα γεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοῦ συνήθως προσαγορεύσας λέγειν ἤρξατο· II. Ἐπειδὴ πολλῇ τῇ καθ’ ὑμῶν ὑφ’ ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα· πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συνπνίξας ἄκαρπον καταστήσῃ πρὸς τὰ σῴζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας, μὴ κατ’ ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε. III. οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομενεῖτε, ἐὰν μήγε αὑτοῖς ὀργισθέντες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι δοῦλοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν <ὀργὴν> τῷ νῷ ὡς πῦρ χερσευσάσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ (τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω), μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργήν, τὰς ἀκάνθας τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι ὅτι θελήσαντες πάντα κατορθῶσαι δυνήσεσθε.
IV. Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν θεοῦ εἰκόνα εἶναι καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα, τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλὰ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον «κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν» γεγονότα τοῦ θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ θεοῦ εἰκόνι (ὅπερ ἐστὶν ἄνθρωπος) προσφέρειν δεῖ οὕτως· πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται. V. οἷον οὖν ἔστιν λέγειν ποτὲ ὅτι εὐσεβείας τῆς εἰς θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες, μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδὲν κακὸν πράττειν, δι’ ὃ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δι’ ἃ ἄνθρωπος ἀθυμεῖ· ἀδικία γὰρ καὶ ἀθυμία γίνεται διὰ τοῦ φονεύεσθαι καὶ ἀφαιρεῖσθαι τὰ αὐτοῦ καὶ ὅσα ἄλλα ἴστε ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πολυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα (ὅπερ ἐστὶν ἄνθρωπος) ἀσεβεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε. VI. τινὲς δὲ λέγουσιν· Εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἂν ἦν, ἀλλ’ ἀνῃρεῖτο ἄν. φημὶ κἀγώ· Τοῦτο πάντως ἔσται, ὅταν πάντες τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως ἠθέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε. οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτά, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον (ὡς ἐν Αἰγύπτῳ) προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν θεὸν μηδὲν ἐᾶσαι, ἀλλὰ μηδὲ ἡμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὃς οὐ φείδεται ὑμῶν. ἀλλ’ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον· βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ’ οὐχ ὑπὸ θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν. VII. ἀλλά (φησίν) ἐχρῆν αὐτοὺς τοὺς προσκυνοῦντας ἀναιρεῖσθαι ὑπὸ τοῦ ὄντως θεοῦ, ἵνα ἄλλος τοῦτο μὴ ποιῇ. ἀλλ’ οὐκ εἶ σοφώτερος τοῦ θεοῦ, ἵνα αὐτῷ ὡς φρονιμώτερος γνώμην δῷς. οἶδεν ὃ ποιεῖ. πᾶσιν γὰρ ἐν ἀσεβείᾳ οὖσιν μακροθυμεῖ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος πατήρ, εἰδὼς ὅτι καὶ ἐξ ἀσεβῶν εὐσεβεῖς γίνονται. καὶ αὐτῶν τῶν σεβόντων τὰ αἰσχρὰ καὶ ἀναίσθητα πολλοὶ νήψαντες τοῦ μὲν αὐτὰ σέβειν καὶ ἁμαρτάνειν ἐπαύσαντο, τῷ δὲ ὄντως θεῷ προς<φυγόν>τες εὐχαῖς ... καὶ Ἕλληνες ἐσώθησαν. VIII. ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδὲ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὢν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ’ ἑτέρου ἀνάγκης ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθὸν καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὃ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν, ὅτι ἂν ἐνθυμηθῶμεν, ἀπ’ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν, ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε· Οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ’ οὖν γε ἡμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ἡμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ. IX. ἀλλά (φησίν) κρεῖττον ποιοῦμεν ἅμα αὐτῷ καὶ πᾶσιν εὐχαριστοῦντες. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἴστε τὴν καθ’ ὑμῶν ἐπιβουλήν. ὡς γάρ, ὁπόταν ἕνα κάμνοντα πολλοὶ ἰατροὶ θεραπεύειν ἐπαγγέλλωνται μηδὲν δυνάμενοι, εἷς δέ τις ὄντως ἰᾶσθαι δυνάμενος τὴν αὐτοῦ ἀντίδοτον μὴ προσφέρῃ λογισάμενος ὅτι, ἂν αὐτὸς θεραπεύσῃ, ἄλλοι ἐπιγράφονται, οὕτω καὶ ὁ θεὸς μετὰ πολλῶν ἀξιούμενος τῶν μηδὲν δυναμένων οὐκ εὐεργετεῖ. τί οὖν; (φησίν) ὁ θεὸς ἐπὶ τούτῳ ἀγανακτεῖ, ἐάν γε αὐτοῦ θεραπεύοντος ἄλλος ἐπιγραφῇ; φημί, εἰ καὶ μὴ ἀγανακτεῖ, ἀλλ’ οὖν γε οὐ θέλει τῆς ἀπάτης συνεργὸς γενέσθαι. αὐτοῦ γὰρ εὐεργετήσαντος καὶ τὸ μηδὲν ποιῆσαν εἴδωλον ὡς δυνηθὲν πιστοῦται. ἀλλὰ κἀγώ φημι ὅτι, εἰ μὴ φυσικῶς ἠδίκητο <ὁ> πρὸς ἀναίσθητα ἐπτοημένος, ἴσως ἂν καὶ τοῦτο ὑπομεμενήκει· διὸ νήψατε ὑπὲρ τῆς σωτηρίας τὰ εὔλογα νοεῖν. ὁ θεὸς γὰρ ἀνενδεὴς ὢν αὐτὸς οὐδενὸς δεῖται οὔτε βλάπτεται. ἡμῶν γάρ ἐστιν τὸ ὠφελεῖσθαι ἢ βλάπτεσθαι. ὅνπερ γὰρ τρόπον Καῖσαρ οὔτε βλασφημούμενος βλάπτεται οὔτε εὐχαριστούμενος ὠφελεῖται, ἀλλὰ τοῦ εὐχαριστοῦντος μὲν γίνεται τὸ ἀκίνδυνον, τοῦ δὲ βλασφημοῦντος ὄλεθρος, οὕτως οἱ θεὸν εὐφημοῦντες αὐτὸν μὲν οὐδὲν ὠφελοῦσιν, ἑαυτοὺς δὲ σῴζουσιν, ὁμοίως καὶ οἱ βλασφημοῦντες αὐτὸν μὲν οὐκ ἀδικοῦσιν, αὐτοὶ δὲ ὀλοθρεύονται. X. ἀλλά (φησίν) οὐχ ὁμοίως ἐπ’ ἀνθρώπου καὶ θεοῦ. σύμφημι κἀγὼ ὅτι οὐχ ὁμοίως. μείζων γὰρ ἡ κόλασις <τῷ> εἰς μείζονα ἀσεβήσαντι, ἥττων δὲ τῷ εἰς τὸν ἥττονα ἁμαρτήσαντι. ὡς οὖν πάντων μείζων ὁ θεός, οὕτως μείζονα ὑφέξει κόλασιν ὁ εἰς αὐτὸν ἀσεβήσας ὡς εἰς μείζονα ἁμαρτήσας, οὐκ αὐτοῦ αὐτόχειρος ἀμυνομένου, ἀλλὰ πάσης τῆς κτίσεως ἐπὶ τούτῳ ἀγανακτούσης καὶ φυσικῶς ἐπεξερχομένης. οὐ γὰρ δώσει τῷ βλασφήμῳ οὐχ ἥλοις τὸ φῶς, οὐ γῆ τοὺς καρπούς, οὐ πηγὴ τὸ ὕδωρ, οὐκ ἐν ᾅδῃ τῇ ψυχῇ ὁ ἐκεῖ καθεστὼς ἄρχων τὴν ἀνάπαυσιν, ὁπότε καὶ νῦν ἐπὶ τῆς τοῦ κόσμου προθεσμίας ὑφεστώσης παραγανακτεῖ πᾶσα ἡ κτίσις. διὸ οὔτε τελείως οὐρανὸς ὑετοὺς παρέχει οὔτε γῆ τοὺς καρπούς, διὸ οἱ πλείονες λυμαίνονται. ἀλλὰ καὶ αὐτὸς ὁ ἀὴρ θυμῷ ὑπεκκαιόμενος πρὸς λοιμώδη κρᾶσιν μεταβάλλεται. πλὴν ὅσων ἀπολαύομεν ἀγαθῶν, τῷ αὑτοῦ ἐλέῳ εἰς τὴν ἡμετέραν φιλανθρωπίαν βιάζεται τὴν κτίσιν. οὕτως ὑμῖν τοῖς ἀτιμάζουσιν τὸν τῶν ὅλων δημιουργὸν ἡ πᾶσα κτίσις χαλεπαίνει. XI. κἂν γὰρ τῇ τοῦ σώματος λύσει τὴν κόλασιν ἐκφύγητε, πῶς τὴν ψυχὴν ὑμῶν ἄφθαρτον οὖσαν διὰ τῆς φθορᾶς φυγεῖν δυνήσεσθε; ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ τῶν ἀσεβῶν, οἷς ἄμεινον ἦν μὴ ἄφθαρτον αὐτὴν ἔχειν. κολαζομένη γὰρ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀπεράντῳ τιμωρίᾳ καὶ μὴ θνῄσκουσα, ἐπὶ κακῷ τῷ αὑτῆς τέλος λαβεῖν οὐκ ἔχει. ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν· Φοβεῖς ἡμᾶς, Πέτρε. διδάξατε οὖν ἡμᾶς πῶς σιγῶντες ἐροῦμεν τὰ ὄντα ὡς ἔστιν· ἄλλως γὰρ αὐτὰ ὑμῖν σημαίνειν οὐ δυνάμεθα. ἐάν τε σιγήσωμεν, ἐνεδρεύεσθε ὑπὸ τῶν κακῶν διὰ τὴν ἄγνοιαν – ἐάν τε λαλήσωμεν, ὡς ἐπὶ ψευδεῖ ὑποθέσει φοβοῦντες ὑμᾶς ὑποπτευόμεθα. πῶς οὖν ἐπᾴσωμεν τῷ εἰς τὴν ὑμετέραν <καρδίαν> κακῷ ἐνδομυχοῦντι <ὄφει> καὶ πανούργως ὑποσπείροντι ὑμῖν τὰς θεῷ ἐχθραινούσας ὑπονοίας; προφάσει τῆς πρὸς θεὸν φιλίας διαλλάγητε ἑαυτοῖς· ὑπὲρ γὰρ τῆς ὑμῶν σωτηρίας γίνεται ἡ μετὰ εὐποιίας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία· ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρατύνει. XII. ἄλλοι δὲ λέγουσιν· Οὐ πεφρόντικεν ἡμῶν ὁ θεός. καὶ τοῦτο ψεῦδός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὐτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς οὔτε τὸν ὑετὸν αὐτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν· Εὐσεβέστεροί ἐσμεν καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων τις ἐρεῖ βασιλεῖ· Τὴν ἴσην σοι ἀπονέμω τιμήν, οἵαν καὶ τοῖς νεκροῖς καὶ τῇ ἐρριμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ’ ἐρεῖ τις· Κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμήσαντες, τῆς οὐσίας αὐτῶν ἴσως ἄλλο τι ἢ εἰς χρῆσιν κόπρου εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ καὶ εὐσεβέστεροι εἶναί φατε οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδῴη τιμήν, πάντως ἀποκληρονόμος γίνεται· ἐπὰν δὲ κατὰ γνώμην τοῦ πατρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνεται. XIII. ἄλλοι δὲ λέγουσιν· Ἀσεβεῖν μέλλομεν, ἐὰν τὰ παραδοθέντα ἡμῖν ἐκ πατέρων σεβάσματα καταλείψωμεν· ὅμοιον γάρ ἐστιν τῷ παραθήκην φυλάξαι. οὐκοῦν τούτῳ τῷ λόγῳ κἂν λῃστοῦ τις ᾖ πατρὸς ἢ αἰσχροβίου, οὐκ ὀφείλει ὁ υἱὸς νήψας τὸ κρεῖττον ἑλέσθαι, ἵνα μὴ ἀσεβήσῃ καὶ μὴ τὰ ἴσα τοῖς γονεῦσιν ποιῶν ἁμαρτάνῃ; πῶς δὴ ἀνόητοι οἱ λέγοντες· Ταῦτα προσκυνοῦμεν, ἵνα μὴ αὐτῷ ὀχλῶμεν. ὡς ὀχλουμένου θεοῦ ἐφ’ οἷς εὐφημεῖται, μὴ ὀχλουμένου δὲ ἐφ’ οἷς ἀχαριστούμενος βλασφημεῖται. διὰ τί οὖν, ὁπόταν ἐποχὴ ὑετοῦ γένηται, πρὸς οὐρανὸν τὰ πάντα ἀφορῶντες εὐχὰς καὶ λιτὰς ἀπονέμετε; καὶ ὅταν ἐπιτύχητε, τάχιον ἐπιλανθάνεσθε; ἀμήσαντες γὰρ ἢ τρυγήσαντες εὐθέως τοῖς μηθὲν οὖσιν εἰδώλοις τὰς ἀπαρχὰς ἀπονέμετε, τάχιον ἐπιλανθανόμενοι τοῦ εὐεργετήσαντος θεοῦ. καὶ οὕτως εἰς ἄλση καὶ εἰς τοὺς ναοὺς γενόμενοι θυσίας ἐπιτελοῦντες εὐωχεῖσθε. διὰ τοῦτο οἱ μὲν ὑμῶν λέγουσιν· Παρηγορίας καὶ τοῦ εὐωχεῖσθαι χάριν καλῶς ταῦτα ἐπινενόηται. XIV. ὦ ἀνόητοι, ὑμεῖς τοῦ λεγομένου γένεσθε δίκαιοι κριταί. εἴπερ γὰρ καὶ ἐχρῆν ἐνταῦθα εἰς εὐφρασίαν σώματος ἑαυτὸν δοῦναι, ποία εὐωχία ἀμείνων, ἡ ἐν ποταμοῖς καὶ ὕλαις καὶ ἄλσεσιν, ἔνθα εἰλαπίναι καὶ συμπόσια καὶ κατάσκιοι τόποι, ἢ ὅπου † ἀπόνοια δαιμόνων καὶ χειρῶν τομαὶ καὶ αἰδοίων ἀποκοπαὶ καὶ οἶστροι καὶ μανίαι καὶ τριχῶν κόμαι καὶ κόμποι καὶ ἐνθουσιασμοὶ καὶ ὀλολυγαὶ καὶ πάντα ἐκεῖνα τὰ μεθ’ ὑποκρίσεως εἰς κατάπληξιν τῶν ἀνοήτων γινόμενα, ὅπως τὰς αὑτῶν ὀφειλομένας εὐχὰς καὶ εὐχαριστίας καὶ νεκρῶν νεκροτέροις προσενέγκητε; XV. καὶ διὰ τί χαίροντες ταῦτα ποιεῖτε; ἐπεὶ οὐ θέλει ὑμῖν ὁ ἐμφωλεύων εἰπεῖν ὄφις, ὃς ἐνέσπειρεν ὑμῖν τὴν ἄκαρπον ἐπιθυμίαν, λέγων ὑπομνήσω. ἔχει δὲ οὕτως· παρὰ τῇ τοῦ θεοῦ θρησκείᾳ κηρύσσεται νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πράως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ μὴ ἔχοντα ἑτέρου ἀδίκως ἀφελόμενον κορεσθῆναι. παρὰ δὲ τοῖς λεγομένοις θεοῖς τὰ ἐναντία γίνεται. καὶ ἔνια εἰς κατάπληξιν δικαιοσύνης παραγγέλλεται, ἅπερ εἰ καὶ πάντα ποιεῖτε τὰ παραγγέλματα, μία ἡ πρὸς θεὸν ἄγνοια ἱκανὴ τυγχάνει πρὸς τὴν καθ’ ὑμῶν τιμωρίαν. πλὴν συνερχόμενοι εἰς τοὺς ὑφ’ ὑμῶν αὐτοῖς δοθέντας τόπους ἡδέως μεθύσκεσθε καὶ βωμοὺς ἀνάπτετε, ὧν ἡ κνίσα ῥεμβομένη καὶ τὰ τυφλὰ καὶ κωφὰ πνεύματα διὰ τῆς ὀσφρήσεως ἄγει εἰς τὸν τῆς ἐξουσίας αὐτῶν τόπον. καὶ οὕτως τῶν ἐκεῖ οἱ μὲν ἐνθουσιασμῶν, οἱ δὲ βρωτῶν ἀλλοκότων ἐμπίμπλανται, οἱ δὲ ἐπὶ τὸ ἀσελγαίνειν τρέπονται, οἱ δὲ ἐπὶ κλοπὰς καὶ φόνους. ἡ γὰρ τοῦ ἐκεῖ αἵματος ἀναθυμίασις καὶ ἡ τῶν οἴνων σπονδὴ καὶ αὐτὰ καροῖ τὰ ἀκάθαρτα πνεύματα, ἅτινα ἐνδομυχοῦντα εἰς ὑμᾶς φιληδόνως ἔχειν τὰ ἐκεῖ ποιοῦσιν καὶ δι’ ὀνείρων ὑμᾶς φαντασίαις ψευδέσιν περιβάλλουσιν καὶ μυρίοις παθήμασιν τιμωροῦσιν. προφάσει γὰρ τῶν λεγομένων ἱεροθύτων χαλεπῶν δαιμόνων ἐμπίπλασθε, οἳ καὶ φρονίμως ὑμᾶς λανθάνοντες ἀναιροῦσιν, ἵνα μὴ συνῆτε ὑμῶν τὴν ἐπιβουλήν. προφάσει γάρ τινος ἐπηρείας ἢ ἀνάγκης ἢ ἔρωτος ἢ ὀργῆς ἢ λύπης ἢ ἀγχόνῃ ἢ ὕδατι πνίξαντες ἢ ἀπὸ κρημνοῦ ῥίψαντες ἢ αὐτοχειρίᾳ ἢ ἀποπληξίᾳ ἢ ἑτέρῳ τινὶ πάθει τοῦ ζῆν μεθιστᾶσιν. XVI. ἡμῶν δὲ οὐδεὶς τοιοῦτόν τι παθεῖν δύναται, ἀλλ’ αὐτοὶ ὑφ’ ἡμῶν κολάζονται, ὁπόταν εἴς τινα εἰσιόντες βραδέως ἐξιέναι ἡμᾶς παρακαλῶσιν. ἀλλ’ ἐρεῖ τις ἴσως· Τοιούτοις πάθεσιν καὶ θεοσεβῶν τινες ὑποπίπτουσιν. φημὶ ὅτι τοῦτο ἀδύνατον. θεοσεβὴς γὰρ οὗτός ἐστιν, ὃν ἐγώ φημι, ὁ ὄντως θεοσεβής, οὐχ ὃς ἂν μόνον λέγηται, ὁ δὲ ὄντως ὢν τοῦ δοθέντος αὐτῷ νόμου ἐκτελεῖ τὰς πρ<οστ>άξεις. ἐάν τις ἀσεβήσῃ, εὐσεβὴς οὐκ ἔστιν. ὅνπερ τρόπον ἐὰν ὁ ἀλλόφυλος τὸν νόμον πράξῃ, Ἰουδαῖός ἐστιν, μὴ πράξας δὲ Ἕλλην· ὁ γὰρ Ἰουδαῖος πιστεύων θεῷ ποιεῖ τὸν νόμον, δι’ ἧς πίστεως καὶ τὰ ἄλλα τὰ ὄρεσιν ἐοικότα καὶ βαροῦντα μεθίστησιν πάθη. ὁ δὲ μὴ ποιῶν τὸν νόμον δῆλον ὅτι ἐκ τοῦ μὴ πιστεύειν θεῷ λειποτακτεῖ καὶ οὕτως ὡς οὐκ Ἰουδαῖος ἁμαρτωλὸς διὰ τὴν ἁμαρτίαν ἐπικρατεῖται ὑπὸ τῶν εἰς τὸ τιμωρεῖν τοὺς ἁμαρτάνοντας καθεστώτων παθῶν, βουλῇ θεοῦ τῇ ἀπ’ ἀρχῆς ὁρισθείσῃ δικαίως. <οὕτως καὶ> τοῖς σέβουσιν αὐτὸν παραπτωμάτων χάριν ἡ τιμωρία ἕπεται, ὃ γίνεται, ἵνα ὡς ὀφείλημα διὰ τῆς βασάνου ἀπαιτήσασα τὴν ἁμαρτίαν τοὺς ἐπιστρέψαντας καθαροὺς ἐν τῇ τῶν ὅλων παραστήσῃ κρίσει. ὡς γὰρ τοῖς κακοῖς ἡ ἐνταῦθα τρυφὴ εἰς ζημίαν αἰωνίων ἀγαθῶν γίνεται, οὕτως αἱ τιμωρίαι τοῖς παραπίπτουσιν Ἰουδαίοις πέμπονται εἰς ἔκπραξιν, ἵνα ἐνταῦθα ἀπολαβόντες τὸ παράπτωμα τῆς ἐκεῖ ἀπαλλαγῶσιν αἰωνίας κολάσεως. XVII. ὑμεῖς δὲ ταῦτα εἰπεῖν οὐ δύνασθε· οὐ γὰρ πιστεύετε τὰ ἐκεῖ εἶναι ὡς ἡμεῖς λέγομεν, λέγω δή, ὅπου πᾶσιν ἡ ἀνταπόδοσις γίνεται. οὗ ἕνεκεν ἀγνοοῦντες τὸ συμφέρον ὑπὸ τῶν προσκαίρων ἡδονῶν μὴ λαβεῖν τὰ αἰώνια ἐνεδρεύεσθε. διὸ ἡμεῖς τοῦ συμφέροντος ὑμῖν τὰς ἀποδείξεις ποιεῖν πειρώμεθα, ἵνα πληροφορηθέντες περὶ τῶν τῆς θεοσεβείας ἐπαγγελμάτων διὰ τῶν ἀγαθῶν πράξεων δυνηθῆτε σὺν ἡμῖν τὸν ἄλυπον αἰῶνα κληρονομῆσαι. μέχρι μὲν οὖν γνωρίζετε ἡμᾶς <ἀληθεύοντας>, μὴ χαλεπαίνετε ἡμῖν ὡς ψευδομένοις περὶ ὧν ὑμῖν θέλομεν καλῶν. τὰ γὰρ ἡμῖν νομισθέντα ἀληθῆ τε καὶ ἀγαθά, ταῦτα ὑμῖν φέρειν οὐκ ἐφθονέσαμεν, ἀλλὰ τοὐναντίον ἐσπεύσαμεν συγκληρονόμους ὑμᾶς ποιῆσαι ἀγαθῶν ὧν ἡμεῖς νενομίκαμεν. οὕτω γὰρ χρὴ πρὸς τοὺς ἀπίστους λέγειν. ὅτι δὲ ἀληθεύομεν ὄντως περὶ ὧν λέγομεν, οὐκ ἄλλως δυνήσεσθε εἰδέναι, ἐὰν μὴ πρότερον φιλαλήθως ὑπακούσητε. XVIII. διὸ ἐπὶ τοῦ παρόντος, κἂν τὰ μυρία ὑμᾶς ὁ ἐν ὑμῖν ἐνδομυχῶν ὄφις, κακοὺς ὑποβαλὼν λογισμοὺς καὶ ἀσχολίας, ἐνεδρεύειν θέλῃ, ἀλλ’ οὖν γε ὑμεῖς ὀφείλετε ταύτῃ μᾶλλον προσφιλονεικοῦντες αὐτῷ συνεχῶς ἡμῶν ἐπακούειν. δεῖ γὰρ συνεδρεύοντας ὑμᾶς τοὺς σφόδρα ἠπατημένους εἰδέναι πῶς χρὴ ἐπᾴδειν αὐτῷ. ἄλλως δὲ ἀδύνατον. ἐπᾴδειν δὲ λέγω τῷ λογισμῷ ἀντιτάσσεσθαι ταῖς κακαῖς αὐτοῦ συμβουλίαις, μεμνημένους ὅτι ὑποσχέσει γνώσεως ἀπ’ ἀρχῆς τῷ κόσμῳ θάνατον ἐξειργάσατο.
XIX. Ὅθεν ὁ τῆς ἀληθείας προφήτης πολὺ τὸν κόσμον πεπλανημένον εἰδὼς καὶ τῇ κακίᾳ συνθέμενον ἰδὼν οὐκ ἠγάπησεν τὴν πρὸς αὐτὸν εἰρήνην ὡς ἐκ πλάνης συνοῦσαν, ὅτι εἰς τέλος ἐπιφέρει <τὴν ὀργὴν> πᾶσιν τοῖς πρὸς κακίαν ὁμογνωμονοῦσιν. <ἀλλὰ γνῶσιν> παραθεὶς ἀντὶ πλάνης, τοῖς νήψασιν ὥσπερ πῦρ ἐμβαλὼν τὴν κατὰ τοῦ ἐνεδρεύσαντος ὀργήν, μαχαίρᾳ ἐοικότα προτείνας λόγον ἀναιρεῖ τὴν ἄγνοιαν τῇ γνώσει, ὥσπερ τέμνων καὶ χωρίζων ζῶντας ἀπὸ τῶν νεκρῶν. τῆς μὲν οὖν κακίας ὑπὸ τῆς νομίμου γνώσεως νικωμένης πόλεμος συνεῖχε τὸ πᾶν. σωτηρίας γὰρ χάριν υἱὸς ὑπείξας ἀπειθοῦς ἐχωρίζετο πατρὸς ἢ καὶ πατὴρ τέκνου ἢ τεκοῦσα θυγατρὸς ἢ θυγάτηρ μητρὸς καὶ ἁπαξαπλῶς συγγενεῖς συγγενῶν καὶ φίλοι συνήθων. XX. καὶ μήτις λεγέτω· Πῶς τοῦτο δίκαιον, χωρίζεσθαι γονεῖς τέκνων καὶ τέκνα γονέων; δίκαιον καὶ πάνυ. εἰ γὰρ συνόντες μετὰ τοῦ μηδὲν αὐτοὺς ὠφελεῖν καὶ συναπώλλυντο αὐτοῖς, πῶς οὐ δίκαιον χωρισθῆναι τὸν σῴζεσθαι θέλοντα ἀπὸ τοῦ μὴ θέλοντος, συναπολέσθαι δὲ καὶ <συναπολέσαι> βουλομένου; πρὸς τούτοις οὐδὲ αὐτοὶ οἱ τὸ κρεῖττον νενοηκότες χωρισθῆναι ἤθελον, ἀλλὰ συνεῖναι καὶ ὠφελεῖν αὐτοὺς τῇ τῶν κρειττόνων ὑφηγήσει, ὅθεν οἱ ἀπειθεῖς ἐπακούειν αὐτῶν μὴ θέλοντες αὐτοὶ αὐτοὺς ἐπολέμουν, χωρίζοντες, διώκοντες, μισοῦντες. οἱ δὲ ταῦτα πάσχοντες, ἐλεῶντες αὐτοὺς ὑπὸ ἀγνοίας ἐνεδρευομένους, διδασκαλίᾳ φρονήσεως ηὔχοντο ὑπὲρ τῶν τὰ κακὰ αὐτοὺς διατιθεμένων, τὴν ἄγνοιαν τοῦ ἁμαρτήματος αἰτίαν εἶναι μεμαθηκότες. αὐτὸς γὰρ ὁ διδάσκαλος προσηλωθεὶς ηὔχετο τῷ πατρὶ τοῖς αὐτὸν ἀναιροῦσιν ἀφεθῆναι τὸ ἁμάρτημα εἰπών· «Πάτερ, ἄφες αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν, οὐ γὰρ οἴδασιν ἃ ποιοῦσιν». μιμηταὶ οὖν γινόμενοι τοῦ διδασκάλου καὶ αὐτοὶ ἐν οἷς ἔπασχον ὑπὲρ τῶν διατιθεμένων ηὔχοντο ὡς ἐδιδάχθησαν. οὕτως οὐ γονεῖς μισοῦντες ἐχωρίζο[ντο], ὁπότε καὶ ὑπὲρ τῶν μὴ γονέων μ[ὲν ὄντ]ων, ἐχθρῶν δὲ γενομένων ἐποιοῦντ[ο τὰς] εὐχὰς καὶ ἀγαπᾶν πειρῶνται ὡς ἐκελεύσθησαν. XXI. εἴπατε δέ μοι ὑμεῖς πῶς τοὺς γονεῖς ἀγαπᾶτε; εἰ μὲν ὡς τὸ δίκαιον ἀεὶ σκοποῦντες, συνεύχομαι· εἰ δὲ ὡς ἔτυχεν, οὐκέτι· δύνασθε γὰρ καὶ μικρᾷ προφάσει τούτων γενέσθαι ἐχθροί. εἰ δὲ εἰδότες ἀγαπᾶτε, εἴπατε ἡμῖν τί ἐστιν «γονεῖς». ἐρεῖτε· Γένους ἀρχηγέται. διὰ τί οὖν τὸ τῶν ὅλων γένος οὐκ ἠγαπήσατε, εἴπερ δικαίῳ φρονήματι τοῦτο ποιεῖν ἐπανείλεσθε; ἀλλ’ ἔτι καὶ νῦν ἐρεῖτε· Οὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οὖν μὴ ζητήσαντες τὰ ἀναίσθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί θεός, τὸ μέντοι τί οὐ θεὸς μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκός, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης. XXII. ἢ γὰρ οὐχ ὑπὸ σιδήρου ἐτορεύθησαν – καὶ ὁ τορεύσας σίδηρος ὑπὸ πυρὸς ἐμαλάχθη – καὶ τὸ πῦρ αὐτὸ σβέννυται ὑπὸ ὕδατος; τὸ δὲ ὕδωρ οὐχ ὑπὸ πνεύματος τὴν κίνησιν ἔχει – καὶ τὸ πνεῦμα ἀπὸ τοῦ τὰ ὅλα πεποιηκότος θεοῦ τὴν ἀρχὴν τῆς ἐκτάσεως ἔχει; οὕτως γὰρ ὁ προφήτης εἴρηκεν Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». ὅπερ καὶ λέγοντος τοῦ θεοῦ [τὸ πνεῦμα] ὥσπερ χεὶρ αὐτοῦ τὰ πάντα δημιουργεῖ, φῶς ἀπὸ σκότους χωρίζον καὶ μετὰ τὸν ἀόρατον οὐρανὸν τὸν φαινόμενον ἐφαπλῶσαν, ἵνα τὰ ἄνω τοῖς τοῦ φωτὸς ἀγγέλοις οἰκηθῇ, τὰ δὲ κάτω ὑπὸ ἀνθρώπου ἅμα τοῖς δι’ αὐτὸν γενομένοις πᾶσιν διοικηθῇ. XXIII. διὰ γὰρ σὲ τὸν ἄνθρωπον ὁ θεὸς ἐκέλευσεν τὸ ἐπὶ προσώπου τῆς γῆς ὑποχωρῆσαι ὕδωρ, ἵνα καρποὺς ἡ γῆ σοι προσενέγκαι δυνηθῇ – καὶ τρηδόνας ἐποίησεν, ἵνα σοι παράσχῃ πηγὰς καὶ ποταμῶν ῥεῖθρα φανῇ καὶ ζῷα ἐκβρασθῇ – συνελὼν ἐρῶ, ἵνα πάντα σοι παραστῆναι δυνηθῇ. ἢ γὰρ οὐ διὰ σὲ ἄνεμοι πρὸς καρπῶν ἐπιγονὴν πνέουσιν καὶ ὑετοὶ φέρονται καὶ τροπαὶ γίνονται; αὐτίκα γοῦν ἥλιος καὶ σελήνη ἅμα τοῖς ἄλλοις <ἄστροις> διὰ σὲ τὰς ἀνατολὰς καὶ δύσεις ἐκτελοῦσιν καὶ ποταμοὶ καὶ λίμναι ἅμα ταῖς θαλάσσαις ὑπηρετοῦσιν. ὅθεν σοὶ τῷ ἀναισθήτῳ ὥσπερ ἡ μείζων ἐδόθη τιμή, οὕτως ἀχαριστήσαντι ἡ μείζων διὰ πυρὸς κόλασις προητοίμασται, ὅτι γνῶναι οὐκ ἠθέλησας ὃν πρὸ πάντων ἔδει γνῶναι. XXIV. κἂν νῦν δὲ ἐκ τῶν ἡττόνων ἐπίγνωθι τὴν τῶν ὅλων αἰτίαν, λογισάμενος ὅτι τὰ πάντα τὸ ὕδωρ ποιεῖ, τὸ δὲ ὕδωρ ὑπὸ πνεύματος κινήσεως τὴν γένεσιν λαμβάνει, τὸ δὲ πνεῦμα ἀπὸ τοῦ τῶν ὅλων θεοῦ τὴν ἀρχὴν ἔχει. καὶ οὕτως ἔδει λογίσασθαι, ἵνα ἐπὶ λόγῳ εἰς θεὸν καταντῆσαι δυνηθῇς, ὅπως ἐπιγνούς σου τὸ γένος καὶ πρωτογόνῳ ἀναγεννηθεὶς ὕδατι κληρονόμος καταστῇς τῶν πρὸς ἀφθαρσίαν γεννησάντων σε γονέων. XXV. διὸ ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρί, ἵνα τῶν ἁμαρτημάτων σου ὁ θεὸς τὴν ἄγνοιαν αἰτίαν θῇ. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ ἀπολῇ κρίσει, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μήτοι νομίσῃς ὅτι, ἐὰν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ᾖς, ἐλπίδος τυχεῖν δυνήσει ποτέ. ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιία, ὁπόταν ὡς θεὸς ἐκέλευσεν γίνηται. σὺ δὲ εἰ οὐ θέλεις ὡς ἐκείνῳ ἔδοξεν βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν ἐχθραίνεις τῇ ἐκείνου βουλῇ. XXVI. ἀλλ’ ἴσως ἐρεῖ τις· Τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν ὅτι τὸ δόξαν θεῷ πράττεις. δεύτερον δὲ ἐξ ὕδατος ἀναγεννηθεὶς θεῷ, αἰτίᾳ φόβου τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γένεσιν καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ· ἄλλως δὲ ἀδύνατον. οὕτως γὰρ ἡμῖν ὤμοσεν ὁ προφήτης εἰπών· «Ἀμὴν ὑμῖν λέγω, ἐὰν μὴ ἀναγεννηθῆτε ὕδατι ζῶντι, εἰς ὄνομα πατρός, υἱοῦ, ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». διὸ προσέλθετε. ἔστιν γάρ τι ἐκεῖ ἀπ’ ἀρχῆς ἐλεῆμον ἐπιφερόμενον τῷ ὕδατι, καὶ <ἐπιγινώσκει> τοὺς βαπτιζομένους ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ ῥύεται τῆς ἐσομένης κολάσεως, ὥσπερ δῶρα προσφέρον τῷ θεῷ [ὅταν] ἀπὸ τοῦ βαπτίσματος αὐτῶν τῶν βαπτισθέντων τὰς εὐποιίας. διὸ προσφεύγετε τῷ ὕδατι· τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. τούτῳ ὁ μήπω προσελθεῖν θέλων ἔτι τὸ τῆς λύσσης φέρει πνεῦμα, οὗ ἕνεκα ἐπὶ τῇ αὑτοῦ σωτηρίᾳ «ὕδατι ζῶντι» προσελθεῖν οὐ θέλει. XXVII. πρόσελθε οὖν, κἂν δίκαιος ᾖς κἂν ἄδικος. δικαίῳ γὰρ ὄντι σοι μόνον ἔλειπε τὸ πρὸς σωτηρίαν βαπτισθῆναι, ἀδίκῳ δὲ πρὸς τῷ βαπτισθῆναι εἰς ἄφεσιν τῶν ἐν ἀγνοίᾳ πεπραγμένων ὑποκαταλείπεται κατὰ ἀναλογίαν τῆς ἀσεβείας ἡ ἐπὶ τὸ βάπτισμα εὐποιία. διὸ εἴτε δίκαιος εἶ εἴτε ἄδικος, σπεῦσον γεννηθῆναι θεῷ (ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν) τῷ ἐξ ὕδατος γεννῶντί σε πατρί, διὰ τῆς εὐποιίας τὴν ὁμοιότητα δείξας, ὡς φιλαλήθης τὸν ἀληθῆ θεὸν τιμῶν ὡς πατέρα. τιμὴ δὲ αὐτῷ τὸ ζῆν σε ὡς αὐτὸς δίκαιος ὢν θέλει· δικαίου δὲ θέλημα τὸ μὴ ἀδικεῖν. ἀδικία δέ ἐστιν φονεύειν, μοιχεύειν, μισεῖν, πλεονεκτεῖν καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ εἴδη πολλά. XXVIII. πλὴν τούτοις συνεισφέρειν δεῖ τί ποτε, ὃ κοινότητα πρὸς ἀνθρώπους μὲν οὐκ ἔχει, ἴδιον δὲ θρησκείας θεοῦ τυγχάνει. λέγω δὴ τὸ καθαρεύειν, τὸ ἐν ἀφέδρῳ οὔσῃ τῇ ἰδίᾳ γαμετῇ μὴ κοινωνεῖν, ὅτι τοῦτο ὁ θεοῦ κελεύει νόμος. τί δέ; εἰ μὴ καὶ τῇ τοῦ θεοῦ θρησκείᾳ τὸ καθαρεύειν ἀνέκειτο, ὑμεῖς ὡς οἱ κάνθαροι ἡδέως ἂν ἐκυλίεσθε; διὸ ὡς ἄνθρωποι ἔχοντές τι πλεῖον τῶν ἀλόγων ζῴων (τὸ λογικοὶ εἶναι) τὴν μὲν καρδίαν τῶν κακῶν οὐρανίῳ καθάρατε λογισμῷ, λουτρῷ δὲ πλύνατε τὸ σῶμα. καλὸν γὰρ τὰ ἀληθῆ τὸ καθαρεύειν, οὐχ ὡς ὅτι προηγεῖται τῆς κατὰ τὴν καρδίαν καθάρσεως ἡ τοῦ σώματος ἁγνεία, ἀλλ’ ὡς ὅτι ἕπεται τῷ ἀγαθῷ τὸ καθάριον. καὶ γὰρ ὁ διδάσκαλος ἡμῶν ἐνίους τῶν ἐν ἡμῖν Φαρισαίων καὶ γραμματέων, οἵ εἰσιν ἀφωρισμένοι καὶ τὰ νόμιμα ὡς γραμματεῖς τῶν ἄλλων πλεῖον εἰδότες, ὅμως διήλεγχεν αὐτοὺς ὡς ὑποκριτάς, ὅτι μόνα τὰ ἀνθρώποις φαινόμενα ἁγνεύοντες τὰ τῆς καρδίας καθαρὰ καὶ θεῷ μόνῳ ὁρώμενα παρελίμπανον. XXIX. ῥητῇ οὖν ταύτῃ φωνῇ ἐχρήσατο τὰ ἀληθῆ πρὸς τοὺς ὑποκριτὰς αὐτῶν, οὐ πρὸς πάντας. ἐνίων γὰρ καὶ ἐπακούειν ἔλεγεν, ὅτι τὴν Μωυσέως ἐπιστεύθησαν καθέδραν. πλὴν πρὸς τοὺς ὑποκριτὰς ἔλεγεν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπους. Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὰ ἔξω αὐτῶν καθαρά». καὶ ἀληθῶς· φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι. ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια, ὡς ἀπό γε τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται. οὕτως ὁ καθαρὸς [καὶ] τὸ ἔσω καὶ τὸ ἔξω καθᾶραι δύναται, ὁ δὲ τὰ ἔξω καθαίρων πρὸς ἀνθρώπων τὸν ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ καὶ ἐπαίνῳ τῶν ἱστορούντων παρὰ τῷ θεῷ οὐδὲν ἔχει. XXX. τίνι δὲ οὐ φαίνεται ὅτι κρεῖττόν ἐστιν γυναικὶ ἐν γυναικείοις οὔσῃ μὴ συνελθεῖν ἀλλὰ καθαρθείσῃ καὶ βαπτισθείσῃ; ἀλλὰ καὶ μετὰ κοινωνίαν βαπτίζεσθαι δεῖ. εἰ δὲ τοῦτο ποιεῖν ὀκνεῖτε, ἀναπολήσατε πῶς τὰ τῆς ἁγνείας μέρη μετεδιώκετε, ὅτε ἀναισθήτοις εἰδώλοις ἐθρησκεύετε. αἰσχύνθητε ὅτι ἐνταῦθα ὅπου ἐχρῆν οὐ τὸ πλεῖον λέγω, ἀλλὰ μόνον καὶ ὅλον τὸ τῆς ἁγνείας ἀναδέξασθαι ὀκνηρότεροι γίνεσθε. νοήσατε οὖν τὸν ἐκεῖ ὑμᾶς πεποιηκότα καὶ διανοηθήσεσθε τίς ἐστιν ὁ ἐνταῦθα ὄκνον πρὸς ἁγνείαν ὑμῖν ἐμβάλλων. XXXI. ἀλλ’ ἐρεῖ τις ὑμῶν· Χρὴ οὖν ἡμᾶς ποιεῖν ὅσα ἐν εἰδώλοις ἐποιοῦμεν; φημί [σοι]· Οὐχ ὅλα, ἀλλ’ ὅσα καλῶς ἐποιεῖτε καὶ ἐνταῦθα πλεῖον. ὅτι γὰρ ἂν καλῶς γίνηται ἐν τῇ πλάνῃ, ἀπὸ τῆς ἀληθείας ἤρτηται, ὡς εἰ καί τι ἐν τῇ ἀληθείᾳ κακῶς γένοιτο, ἀπὸ τῆς πλάνης ἐστίν. ἀπολάβετε οὖν ὑμῶν πανταχόθεν τὰ ἴδια, μὴ τὰ ἀλλότρια, καὶ μὴ λέγετε· Εἴ τι ποιοῦσιν οἱ πεπλανημένοι καλόν, ποιεῖν οὐκ ὀφείλομεν. τούτῳ γὰρ τῷ λόγῳ, ἐὰν μὴ φονεύῃ τις εἴδωλα σέβων, φονεύειν ὀφείλομεν, ὅτι ὁ ἐν πλάνῃ ὢν οὐ φονεύει. XXXII. οὐχί, ἀλλὰ τὸ πλεῖον, ἵνα ἐὰν οἱ ἐν πλάνῃ μὴ φονεύωσιν, ἡμεῖς μηδὲ ὀργιζώμεθα – ἐὰν ὁ ἐν πλάνῃ μὴ μοιχεύῃ, ἡμεῖς τὴν ἀρχὴν μηδὲ ἐνθυμηθῶμεν – ἐὰν ὁ ἐν πλάνῃ τὸν ἀγαπῶντα ἀγαπᾷ, ἡμεῖς καὶ τοὺς μισοῦντας – ἐὰν ὁ ἐν πλάνῃ δανείζῃ τοῖς ἔχουσιν, ἡμεῖς καὶ τοῖς μὴ ἔχουσιν· ἁπαξαπλῶς ὀφείλομεν οἱ τὸν ἄπειρον αἰῶνα ἐλπίζοντες κληρονομεῖν τῶν τὸν παρόντα μόνον εἰδότων τῶν ὑπὸ αὐτῶν γενομένων καλῶν κρεῖττον ποιεῖν, εἰδότες ὅτι, ἐὰν αὐτῶν τὰ ἔργα τοῖς ἡμετέροις ἔργοις ἐν ἡμέρᾳ κρίσεως ἀνακριθέντα ἴσα τῇ εὐποιίᾳ εὑρεθῇ, καὶ ἡμεῖς ἐναισχυνθῆναι ἔχομεν, αὐτοὶ δὲ διὰ πλάνην τὰ καθ’ αὑτῶν ποιήσαντες ἀπολέσθαι. τὸ δὲ αἰσχυνθῆναι κατὰ τοῦτο εἴρηκα ὅτι μὴ πλεῖον ἐποιήσαμεν αὐτῶν, ὧν καὶ πλεῖον ἐγνώκαμεν. εἰ δὲ αἰσχυνθῆναι ἔστιν τὴν εὐποιίαν αὐτοῖς ἴσην δείξαντας καὶ οὐ πλεῖον, πόσῳ γε μᾶλλον, ἐὰν αὐτῶν τῆς εὐποιίας τὸ ἧττον δείξωμεν; XXXIII. ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιίαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν <προφήτης>, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ· «Βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε». πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· «Ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον <Ἰωνᾶ> ὧδε, καὶ οὐδεὶς πιστεύει». καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει μὴ μόνον ἴσα τοῖς ἔθνεσιν τὰ καλὰ [ἴσως] ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐρρύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἂν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν, ὅτι εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σῴζεσθαι· ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ θεοῦ τῶν ὅλων.
XXXIV. Τοῦτο δὲ εἰπὼν ἀπέλυσε τοὺς ὄχλους καὶ συνήθως ἁλῶν σὺν τοῖς φιλτάτοις μεταλαβὼν ἡσύχασεν. οὕτως οὖν ποιῶν καὶ διαλεγόμενος ἑκάστοτε προσαγωγὰς κατὰ τὸ βέβαιον προσέφερεν τῷ τοῦ θεοῦ νόμῳ, τοὺς νομιζομένους μετὰ τῆς νομιζομένης γενέσεως ἐλέγχων καὶ ὅτι αὐτοματισμὸς μὲν οὐκ ἔστιν, ἀλλὰ κατὰ πρόνοιαν διοικεῖται ὁ κόσμος. XXXV. τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀέναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ’ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων· Ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὐτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε <μηδένα δέχεσθαι> ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβαλόντα αὐτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προσδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα <καὶ> μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ’ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς νῦν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ’ ὀνόματι τοῦ κυρίου ἡμῶν κηρύσσοντα, πλάνην δὲ ἐνσπείροντα. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη· «Πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς».
XXXVI. Καὶ ταῦτα εἰπὼν τοὺς μὲν προπομποὺς ἐξέπεμψεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ἐκεῖ τὴν ἑπομένην ἐπιμένειν εἰπών. τῶν οὖν πορευθέντων ὁ Πέτρος πολλῶν πεπεισμένων ὄχλων νόσους, πάθη, δαίμονας ἀπελάσας καὶ εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς βαπτίσας καὶ εὐχαριστίαν κλάσας Μαροώνην τὸν ἀποδεξάμενον αὐτόν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας καὶ χηρικὰ συστησάμενος ὑπέρ τε τοῦ κοινῇ συμφέροντος τῆς ἐκκλησίας [τὴν τάξιν] προσομιλήσας καὶ τῷ ἐπισκόπῳ Μαροώνῃ πείθεσθαι συμβουλεύσας, ἤδη τριῶν μηνῶν πληρωθέντων τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐπορεύετο ὁδόν.