I. Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθών, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· Σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μέγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· Καὶ πάνυ γε. καὶ ὁ Πέτρος· Εἰ οὖν καὶ ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ’ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει; II. καὶ ὁ πατὴρ ἔφη· Ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· Μέχρις οὖν ὅτε περὶ τούτου πείσομέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· Ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· Διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ θρησκείᾳ συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ’ ἐμοῦ ἀκούων καὶ κρίνων εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ὧδε συναπολαύσεις τοῖς φιλτάτοις κἀκεῖ συναναπαύσῃ· εἰ δὲ ἐν τῇ τῶν λόγων σκέψει δείξῃς τὰ ὑφ’ ἡμῶν λεγόμενα μῦθόν τινα ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς ὁμογνώμονάς σοι εἰληφώς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις καὶ ψευδῶν φόβων ἀπαλλάξεις. III. καὶ ὁ πατήρ· Πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· Τί οὖν ἐστιν τὸ κρατοῦν σε μὴ εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν, λέγε, ἵνα εἰς αὐτὸ λέγειν ἀρξώμεθα. πολλὰ γάρ ἐστιν τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν, πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦσι δέ, ἀφ’ ὧν εἶ καὶ σύ, ὑπολήψεις τοῦ νομίζειν ἢ θεοὺς τοὺς οὐκ ὄντας εἶναι ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι ἢ αὐτοματισμῷ ἢ τὰς ψυχὰς θνητὰς ἢ καὶ τὸν ἡμέτερον λόγον ψευδῆ ὡς οὐκ οὔσης προνοίας. IV. ἐγὼ δὲ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ λεγομένων εἶναι λέγω, τὸ τοσούτοις ἔτεσιν τὴν διάστασιν σοῦ τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τῶν τῆς θεοσεβείας λόγων οὐκ ἂν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια, ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἑλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν – ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι πρὸς τὸ συλλαβέσθαι μου τῷ κηρύγματι – ἀλλ’ ἔτι μὴν συνελθεῖν καὶ τὸν ἀδελφὸν Κλήμεντα καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι καὶ ὑπὸ θεραπείας τὴν θεότητα πληροφορηθῆναι – καὶ μετ’ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι. V. καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· Μὴ νόμιζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρῳχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· Τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὃ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· Πολλὴ διαφορά, πάτερ, μεταξὺ τῶν θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει τὴν ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προσδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα. VI. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἀλλ’ ἐνόμισας ἄδικον ὅτι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· Πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· Οὐ δοκεῖ σοι δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· Καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· Τί δέ; εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη· Φαίνεται. καὶ ὁ Πέτρος· Τί δέ; οὐ χρὴ τὸν <ἐν> ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ· Πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει. VII. καὶ ὁ Πέτρος· Οὐκοῦν οὓς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσίν, ὅσον <ἂν> κεκτημένοι ὦσιν; οἱ δ’ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συνχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων. καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει, ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ’ ἂν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας, τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀίδιον αἰῶνα. VII. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ ἢ τῷ μέλλοντι ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδεσθαι, καὶ πᾶν ὅ τι ἂν δύνωνται· τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα (ὡς ἀλλοτρίου βασιλέως ἴδια ὄντα) αὑτοῖς νοσφίζεσθαι οὐκ ἔξεστιν ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μετὰ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός· γυμνὸν γὰρ ἑστάναι οὐκ ἐφίεται ἕνεκεν τοῦ πάντα ὁρῶντος οὐρανοῦ. VIII. εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλεις, οὓς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες (αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτός, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν), οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· Νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς τὰ ἐσόμενα ἑλομένοις συνχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συνκεχωρηκόσιν [ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν]. καὶ ὁ Πέτρος· Οὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ’ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα· προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· Ὀρθῶς ἔφης· καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· «Αἰτία ἑλομένων, θεὸς ἀναίτιος». IX. ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντα εἰπόντα μοι ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· Ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἃ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὁπώσποτε στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· Ἀκολούθως ἔχει, καθὼς δύο διεῖλας ὅρους τῶν δύο βασιλέων, † τὰ † ἐφ’ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὃ βούλεται. τί δέ; καὶ τὰ πάθη εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· Δικαιότατα· ἐπεὶ γὰρ ὁ τῶν σῳζομένων ὅρος ἐστίν (ὡς ἔφην) τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα (τὰ ἄλλως καὶ ἁμαρτήματα), τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίροις τιμωρίαις αἰωνίων σωθῶσιν κολάσεων. X. καὶ ὁ πατήρ· Τί δέ; οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο καὶ οὗτοι τῶν σῳζομένων εἰσίν; καὶ ὁ Πέτρος· Οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται ὧν οὐ χρή. ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασιν καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ’ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν· δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν ὃ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει ἢ βλασφημεῖ ἢ πορνεύει ἢ ἀδιαφόρως ζῇ, ἢ ἐπιορκῶν ἢ ψευδόμενος ἢ ἀπίστως βιούς. πλὴν ὁ διδάσκαλος ἡμῶν πιστοὺς πένητας ἐμακάρισεν, καὶ αὐτοὺς οὐχ ὡς παρεσχηκότας τι (οὐδὲ γὰρ εἶχον), ἀλλ’ ὅτι μηδὲν ἁμαρτάνοντες, ἐπὶ μόνῳ τῷ τὴν ἐλεημοσύνην μὴ ποιεῖν διὰ τὸ μὴ ἔχειν καταδικασθῆναι οὐκ ἔχουσιν. καὶ ὁ πατήρ· Ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἐγενόμην τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου. XI. καὶ ὁ Πέτρος· Οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν θρησκείαν μαθεῖν ὀφείλω τῇ τάξει τὸν λόγον ἐκθεῖναι ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἑτέρους δὲ μήτε λέγειν μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ ταῦτα εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσιν καὶ δαιμονῶσιν τὰς χεῖρας ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνηθεστέρων ἁλῶν μεταλαβὼν ὕπνωσεν.