I. Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθρίτερον ἐξυπνισθεὶς ηὔξατο. καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται μετὰ ἰδίων αὐτοῦ τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· Ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ’ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ’ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος [τῷ Πέτρῳ] ῥηθέντας λόγους. II. ἔλεγεν δέ· Αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην καὶ μαγείᾳ πολὺ δυνάμενον καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν λέγων· Σύνοιδα ἐμαυτῷ ὅτι, ὧν κατ’ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ οὐδὲ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολέσαι τίνα ἐστὶν ἃ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ’ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ’ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω ἢ ἐπ’ αὐτοῦ μόνου, πῶς οὐχὶ μαγευόμενος ὑπ’ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι, ἃ ἂν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδα[πῶν] ἐλευθέραν γενέσθαι. φανταζο[μένη γὰ]ρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρ[οντίδι τοῦ] παθεῖν τι μαραίνεται καὶ ἀλλοι[ουμένη δ]αιμονᾷ καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ. III. τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἃ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλκεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντασιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν θεὸν ἀποβλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ’ ὅτι Πέτρος φοβερῶν ἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχάς, φοβερωτέρᾳ ἰδέᾳ τὸν ἑκάστου ὑμῶν ἐνθουσιᾶν ποιεῖ νοῦν, θεὸν ἐν μορφῇ εἰσηγούμενος καὶ ταῦτα ἄκρως δίκαιον, ᾧ ἕπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυνάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπὸ ἀνέμου σφοδροῦ θολοῦται τὸ λαμπρόν. διὸ εἰ ἐπ’ ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει θεός; εἰ δὲ ἔχει, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὢν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὢν ἐν τόπῳ ἐστίν. ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὢν πῶς πάντων ἐστὶν ἢ μείζων ἢ κρείττων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως. IV. ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ῥηθέντα πιστεύει, φανερόν ἐστιν· τὰ γὰρ ἐναντία αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινί (ὡς μανθάνω)· «Μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν», ἀγαθὸν δὲ εἰπὼν οὐκέτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὃν αἱ γραφαὶ κηρύσσουσιν, ὃς ἀποκτέννει καὶ ζωοποιεῖ, ἀποκτέννει μὲν τοὺς ἁμαρτάνοντας, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθόν, τῷ διανοηθῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἐνὼχ καὶ τῷ ὑπ’ αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Μωϋσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέτρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι». εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρών, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὗτος ὢν ὁ πᾶσιν ἐγνωσμένος. καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ. V. ἐνίοτε γὰρ ἄλλαις φωναῖς τὸν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι θεὸν λέγων· «Μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτέννοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυναμένου τι ποιῆσαι· φοβήθητε δὲ τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε». ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον θεόν, πρὸς ὃν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων· «Εἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ’ αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; ναὶ λέγω ὑμῖν, ποιήσει, καὶ ἐν τάχει». ὁ δὲ ἐκδικοῦντα καὶ ἀμυνόμενον λέγων θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδὲ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μαθητὴς ἐχθὲς διισχυρίζετο ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται. VI. ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας. διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους.
Ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στὰς καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας τοὺς ὄχλους τοῦ λέγειν ἤρξατο οὕτως· Ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς (ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω) περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον εἰδότας τὰ ἀποφάσει ὑπ’ αὐτοῦ ἐκφερόμενα πιστεύειν (οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα), δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρύξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανᾷ χρόνον, καὶ οὕτως αὐτῷ συμβήσεται εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολουμένῳ τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ’ ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμέν τι τῶν ὑπ’ αὐτοῦ ῥηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, ἵνα ἡμῖν τι τῶν ὑπ’ αὐτοῦ ῥηθέντων μὴ ἀνόητον ᾖ. VII. εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ’ αὐτοῦ ῥηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ’ ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν θεὸν καὶ αὐτῷ μόνῳ λατρεύειν. θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός· μορφὴν γὰρ ἔχει – διὰ πρῶτον καὶ μόνον κάλλος – καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν· οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ (πανταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμπρότερος ὢν τὸ σῶμα καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρισιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος), ἀλλ’ οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ (πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ). τὴν δὲ καλλίστην μορφὴν ἔχει δι’ ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δι’ ἅτινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγῖδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον (αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος ὁρατός) ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅτι ἂν οὖν τις ποιήσῃ ἀνθρώπῳ (εἴτε ἀγαθὸν εἴτε κακόν) εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσι κατ’ ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται· τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ. VIII. ἀλλ’ ἐρεῖ τις· Εἰ μορφὴν ἔχει, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὢν καὶ ὑπ’ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντας ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· Τοιαῦτα περὶ αὐτοῦ φρονεῖν πείθουσιν καὶ πιστεύειν ..., ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ καὶ θεοῦ. τόπος ἐστὶν τὸ μὴ ὄν, θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ ὂν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὢν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανός, γῆ, ὕδωρ, ἀὴρ καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὃ ἂν καὶ αὐτοῦ πληροῖ τὸ κενόν, ὃ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ (τὸ οὐδέν) οἰκειότερον ὄνομα· τὸ γὰρ λεγόμενον κενὸν τί ποτε ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον; πλὴν αὐτὸ τὸ σκεῦος κενὸν ὂν οὐκ αὐτό ἐστι τόπος, ἀλλ’ ἐν ᾧ ἐστιν αὐτὸ τὸ κενόν, εἴπερ σκεῦός ἐστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὂν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ τὸ μὴ ὂν λέγω (ὃ ὑπό τινων τόπος λέγεται) οὐδὲν ὄν. οὐδὲν δὲ ὂν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὂν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἂν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ ὃ ἂν αὐτοῦ μέρος † λαμπρὸν † γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν θεὸν ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ’ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν; IX. εἷς οὖν ἐστιν ὁ ὄντως θεός, ὃς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω † δις † ὑπάρχων καρδία – καὶ ἀπ’ αὐτοῦ, ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ † μόνοις † οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, διικνεῖται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ’ ἄπειρον τὴν ἀπ’ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν. τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι, καρδίαν ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς, ὅπου πότ’ ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστίν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ’ αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἓξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ’ αὐτοῦ λαβὼν τὴν ἀρχὴν διικνεῖται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἓξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὢν καὶ τὸν ἐσόμενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὢν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἓξ ἄπειρα τελευτᾷ καὶ ἀπ’ αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει. X. τοῦτό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τὸ μέγα αὑτὸν χαρίζεται εἰς ἀνάπαυσιν. αὐτός ἐστιν μόνος πῆ μὲν καταληπτός, πῆ δὲ ἀκατάληπτος, <πῆ μὲν περαντός,> πῆ δὲ ἀπέραντος, τὰς ἀπ’ αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπειρον. οὕτως γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακράν, ὧδε ὢν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν διδούς, ἣν πάντων ἀναπνέουσαι αἱ ψυχαὶ τὸ ζῆν ἔχουσιν· κἂν χωρισθῶσιν τοῦ σώματος καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται ἀθάνατοι, ὡς ἐν χειμῶνος ὥρᾳ οἱ ἀτμοὶ τῶν ὀρῶν ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτόν. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύσωμεν. ἄλλως δὲ ἀμήχανον· ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι καὶ πρὸς τὸν αὐτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα ἢ καὶ δοκεῖν θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα. XI. τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες καὶ τῇ κακίᾳ συμμαχοῦντες προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνίδεος ὢν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκβαθρεύεται. ναί φησιν, οὐ χρὴ θεὸν φοβεῖσθαι, ἀλλὰ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιίας εὐσυνειδησία. ἡ δὲ εὐποιία ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ’ ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ’ ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ’ ἐξυπνίζει καὶ ἐπιστρέφει. ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβούμεθα, λέγω δὲ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλάς, ἔτι τε θηρία, ἑρπετά, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι θεὸν τούτων ἡμᾶς ῥυσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δ’ οὐ δύναται, τί ἡμῖν φθονεῖ ἑνὶ φόβῳ τῷ πρὸς τὸν δίκαιον μυρίων ἀπαλλαγῆναι φόβων καὶ βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνατὸν γενέσθαι μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προσδέχεσθαι καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν; XII. οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν ἄνευ τοῦ φοβεῖσθαι τὸν θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὃ αὐτῷ μὴ δοκεῖ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται καὶ ἀγαπᾶν παρήγγελται, ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τοῦ πρὸς αὐτὸν φόβου πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν θεὸν μὴ μόνον ὅτι δίκαιός ἐστιν· ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδὲ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ’ οἷς αὐτὸς πράσσει διαβάλλει.
XIII. Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· Οἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ’ ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀποκρίνασθαι ἐπηγγείλω, ἱκανῶς νενοηκέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις· ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι μὴ ἄρα ψεύδεται ἄνθρωπος ὢν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι. XIV. καὶ ὁ Πέτρος ἔφη· Εἰς ἄλλο προτείνας εἰπεῖν εἰς ἕτερον ἀπεκρίνω· προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ’ ὀπτασίας ἀκούοντα ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπὸ ὀπτασίας ἀκούων τοῦ παρ’ αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ ὡς ὑπὸ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπ’ ἀρχῆς προταθὲν ἀποκρίνομαι. ὁ προφήτης, ὅτι προφήτης ἐστὶν πληροφορήσας πρῶτον, περὶ τῶν ἐναργῶς ὑπὸ αὐτοῦ λεγομένων ἀσφαλῶς πιστεύεται καὶ ἀληθὴς ὢν προεπιγνωσθεὶς καί, ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται – ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ ἐπισφαλής ἐστιν· ἀγνοεῖ γὰρ τίνι πιστεύει· ἐνδέχεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι ἢ πνεῦμα πλάνον ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὃ μή ἐστιν. εἰ δ’ ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἂν ᾖ ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὃ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας, μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανομένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνεσθαι δύναται περὶ ὧν βούλεται· οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς ὕπαρ ἐπιθυμοῦντες μαθεῖν κατ’ ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούομεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπεθυμοῦμεν μαθεῖν οὔτε ἠκούσαμεν οὔτε ἐξητάσαμεν. XV. καὶ ὁ Σίμων ἔφη· Εἰ φὴς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ’ οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἂν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· Ὀρθῶς ἔφης ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδεται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· Ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· Ὀρθῶς ἔφης. τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζει, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν καὶ ποιῇ ἃ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· Τοῦτό μοι δὸς ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ γὰρ κέκριται ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· Τοῦτο ψεῦδός ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησι νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· Παρελόμενος ταῦτα, εἰς ἃ ἐπηγγείλω, λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ θεοῦ ᾡδήποτε ὀνειροπολεῖσθαι τρόπῳ. XVI. καὶ ὁ Πέτρος ἔφη· Μέμνημαι ἐμαυτοῦ ὡς ἐπηγγειλάμην δεῖξαι καὶ ἀγράφως καὶ ἐγγράφως περὶ τούτου τὴν ἀπόδειξιν παρέχειν. καὶ νῦν λέγοντος ἄκουε. ἴσμεν πολλούς – εἴ γε εὐγνωμονεῖς, ἐπεί γε τοὺς παρεστῶτας κριτὰς ἔχω – εἴδωλα σέβοντας καὶ μοιχεύοντας καὶ κατὰ πάντα ἁμαρτάνοντας ὁράματα καὶ ἀληθεῖς ὀνείρους ὁρῶντας, ἐνίους δὲ καὶ δαιμόνων ὀπτασίας. τὴν γὰρ ἄσαρκον ἰδέαν οὐ λέγω δύνασθαι πατρὸς ἢ υἱοῦ ἰδεῖν διὰ τὸ μεγίστῳ φωτὶ καταυγάζεσθαι τοὺς θνητῶν ὀφθαλμούς. ὅθεν τὸ μὴ ὁραθῆναι τῷ εἰς σάρκα τετραμμένῳ ἀνθρώπῳ οὐ φθονοῦντός ἐστιν θεοῦ, ἀλλ’ ἐλεῶντος. ὁ γὰρ ἰδὼν ζῆν οὐ δύναται. ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς τὴν τοῦ ὁρῶντος ἐκλύει σάρκα, ἐκτὸς εἰ μὴ θεοῦ ἀπορρήτῳ δυνάμει ἡ σὰρξ εἰς φύσιν τραπῇ φωτός, ἵνα φῶς ἰδεῖν δυνηθῇ – ἢ ἡ τοῦ φωτὸς οὐσία εἰς σάρκα τραπῇ, ἵνα ὑπὸ σαρκὸς ὁραθῆναι δυνηθῇ· τὸ γὰρ ἀτρέπτως πατέρα ἰδεῖν υἱοῦ μόνου ἐστίν. δίκαιοι δὲ οὐχ ὁμοίως· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν, ὅταν τραπέντες εἰς φῶς τὰ σώματα ἰσάγγελοι γένωνται, τότε ἰδεῖν δυνήσονται. πέρας γοῦν κἂν ἀγγέλων τις ἀνθρώπῳ ὀφθῆναι πεμφθῇ, τρέπεται εἰς σάρκα, ἵνα ὑπὸ σαρκὸς ὀφθῆναι δυνηθῇ. ἄσαρκον γὰρ δύναμιν οὐ μόνον υἱοῦ ἀλλ’ οὐδὲ ἀγγέλου ἰδεῖν τις δύναται. εἰ δὲ ἴδῃ τις ὀπτασίαν, κακοῦ δαίμονος ταύτην εἶναι νοείτω. XVII. πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ (ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας) ἤκουσεν παρὰ τοῦ θεοῦ καθ’ ὕπνον (ὡς ἡ γραφὴ λέγει) μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραώ (ἀσεβὴς ἀνήρ) ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δέ (ὁ εἴδωλα σέβων καὶ τοὺς θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι) ὄνειρον ὅλου μήκους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· Ἀλλ’ ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσεβῶν θεωρεῖ. ψεῦδός ἐστιν. αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ, ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· «Τὸν τέταρτον ὁρῶ ὡς υἱὸν θεοῦ». καὶ ὁμῶς ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁράματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσεβεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθές, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον. XVIII. οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ’ ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον· «Σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος θεοῦ». τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων, μαθεῖν ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ θεοῦ τεθείσῃ σπερματικῶς ... πᾶσα ἔνεστιν ἡ ἀλήθεια, θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ’ ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι’ ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀποκαλύψεως ἀλλὰ ὀργῆς, φαίνεται. πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· «Ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι’ ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτόν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον». ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι’ ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν. XIX. εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δι’ ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι’ ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δι’ ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλησεν. εἴ τις δὲ δι’ ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς· Δυνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ κἂν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ φρονεῖς; εἰ δὲ ὑπ’ ἐκείνου μιᾶς ὥρας ὀφθεὶς καὶ μαθητευθεὶς ἀπόστολος ἐγένου, τὰς ἐκείνου φωνὰς κήρυσσε, τὰ ἐκείνου ἑρμήνευε, τοὺς ἐκείνου ἀποστόλους φίλει, ἐμοὶ τῷ συγγενομένῳ αὐτῷ μὴ μάχου· πρὸς γὰρ στερεὰν πέτραν ὄντα με, θεμέλιον ἐκκλησίας, ἐναντίος ἀνθέστηκάς μοι. εἰ μὴ ἀντικείμενος ᾖς, οὐκ ἄν με διαβάλλων τὸ δι’ ἐμοῦ κήρυγμα ἐλοιδόρεις, ἵνα ὃ παρὰ τοῦ κυρίου αὐτὸς παρὼν ἀκήκοα λέγων μὴ πιστεύωμαι, δηλονότι ὡς ἐμοῦ καταγνωσθέντος καὶ σοῦ εὐδοκιμοῦντος. ἢ εἰ «κατεγνωσμένον» με λέγεις, θεοῦ τοῦ ἀποκαλύψαντός μοι τὸν Χριστὸν κατηγορεῖς, καὶ τοῦ ἐπὶ ἀποκαλύψει μακαρίσαντός με καταφέρεις. ἀλλ’ ἐπείπερ ἀληθῶς τῇ ἀληθείᾳ συνεργῆσαι θέλεις, μάθε πρῶτον παρ’ ἡμῶν, ἃ ἡμεῖς παρ’ ἐκείνου ἐμάθομεν, καὶ μαθητὴς ἀληθείας γεγονὼς γενοῦ ἡμῖν συνεργός.
XX. Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· Ἀπείη μοι τὸ εἴτε ἐκείνου εἴτε σοῦ γενέσθαι μαθητήν. οὐδὲ γὰρ ἀγνοῶ ἃ δεῖ γινώσκειν· ἃ δὲ ὡς μανθάνων ἐπυθόμην, ἵνα εἰδῶ εἰ δύνασαι ὀπτασίας ἐνάργειαν ἐναργεστέραν δεῖξαι. σὺ δὲ ὡς ἠθέλησας εἶπες, οὐκ ἔδειξας. καὶ νῦν αὔριόν σοι εἰς τὸν περὶ θεοῦ, οὗ διισχυρίζῃ δημιουργοῦ, ἐλθὼν καὶ διαλεχθεὶς δείξω μὴ αὐτὸν εἶναι ἀνώτατον καὶ ἀγαθόν, καὶ τὸν σὸν δὲ διδάσκαλον τὰ αὐτά μοι εἰρηκέναι, σὲ δὲ μὴ νενοηκέναι ἐλέγξω. καὶ ταῦτα εἰπὼν ἐξῄει, εἰς ἃ προέτεινεν οὐ θελήσας ἀκοῦσαι.