Epiphanius

Ancoratus

(ed. K. Holl, post R. Khazarzar)

Epiphanius, Band 1: Ancoratus und Panarion //
Die griechischen christlichen Schriftsteller 25.
Leipzig: Hinrichs, 1915. P. 1–149.

 

Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέδρων ὑπὸ
τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς
Ἐπιφάνιον ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας περὶ πί-
στεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ
ἄλλων μερῶν τῆς αὐτῆς πίστεως

Τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίας, ἐν κυρίῳ θεῷ χαίρειν.

1. Ποικίλως ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος εἴωθε ταράττειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. «ὁ μέντοι στερεὸς θεμέλιος» κατὰ τὸ γεγραμμένον «ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ.»   2. οἱ δὲ πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν «γλῶσσαν μεγαλύνοντες» καὶ «ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες».   3. ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὑγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανεῤῥώσθησαν χάριτι κυρίου, διά τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτουργοῦ σου Προκλιανοῦ.   4. ἐπειδὴ δὲ λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τέλεον ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἁγίων προσευχῶν σου καταισχυνθῆναι. ἐῤῥῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἡμῶν ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέδρων
πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον
ἐπίσκοπον Κωνσταντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ
αὐτοῦ περὶ τῶν αὐτῶν

Τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος <ἐν> Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν.

1. Οἱ τὴν μεγάλην καὶ εὐρύχωρον διαπλέοντες θάλασσαν, ἕως μὲν γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις λιμένων φροντίζουσιν, οἰόμενοι ἀκμητὶ περαιῶσαι τὸ σκάφος·   2. ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδρὸν ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶσαν τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἂν οὕτω τύχῃ νῆσον ἀπαίρουσι, παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῃ τε πλησιάσαντες καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.   3. καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κατηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς γέ μοι δοκεῖ περὶ τοῦ ἁγίου πνεύματος κινουμένας ζητήσεις παρά τινων ἔγνωμεν, φασκόντων μὴ δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ’ ἐν ὑπηρέτου καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων,   4. διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ κλύδωνι συσχεθέντες μηδένα <τε> τῶν παρ’ ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεσσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα ἠπείχθημεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· «ἐπιστάτα, σῶσον».   5. δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἣν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μάρτυρες ἀξιόπιστοι μαρτυροῦσι καὶ ἀνακηρύττουσι· καταξίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ «τὸν θεὸν ἐν πᾶσι δοξασθῆναι».

Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον
Ματίδιον καὶ Ταρσῖνον καὶ Νέωνα καὶ Νουμεριανὸν Σουέδρων
καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ
ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀναστάσεώς τε
νεκρῶν φημι καὶ ἐνανθρωπήσεως Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔτει
Διοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς
ᾔτησαν, ὡς ἐν αὐταῖς ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα

Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιδίῳ καὶ Ταρσίνῳ <καὶ Νέωνι> καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑλομένοις ὀρθοδόξου τε πίστεως καὶ τελείας συγκαταθέσεως, τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό «εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς» καὶ τό «ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων», καὶ ὅσα εἰσὶ καίρια καὶ ἀγαθώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμένοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν.

 

I

1. Ἤδη μὲν οὖν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὅτι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐτῶν ὑπονύττεσθαι <εἰς τὸ> τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς τὸ χρήσιμον.   2. τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον «ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου», ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται.   3. ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν, ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας.   4. ἐγὼ γοῦν λαβὼν τὴν τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν ἀδελφὸν Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος, τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τέκνου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προθύμως ὁρμῆσαι κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως <τε>, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν <τῆς> ὑμῶν τε καὶ τῶν καθ’ ὑμᾶς αἰτήσεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ.

 

II

1. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν ἐν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ <γενομένας> τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς αἰτήσεις τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.   2. ἐπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος», σαφῶς ὑπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας <τό> «μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ» τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεται ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου υἱός.   3. αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔδωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταῖς λέγων «ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς», αὕτη δὲ ἔστιν ἡ ζωὴ ἣν ἔφη· «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν».   4. ἐν τῷ οὖν εἰπεῖν «τὸν μόνον ἀληθινὸν θεόν» εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἵνα μηκέτι «ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὦμεν δεδουλωμένοι», ἵνα μὴ πολυθεΐα ἐν ἡμῖν ἔτι ᾖ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· «πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων», φησὶν ἡ γραφή.   5. καί φησι «καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». Ἰησοῦν Χριστὸν τίνα ἀλλ’ ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης «ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», εἷς θεὸς τοίνυν ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής.   6. οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος· ἀλλ’ ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός. καὶ οὐ κατὰ τοὺς ἐψευσμένους θεούς, οὓς ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅγιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα.

 

III

1. Πτύρει δὲ ὁ λόγος τοὺς μὴ καταξιωθέντας πνεύματος ἁγίου. «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ».   2. τὸ μὲν γὰρ Ἰησοῦς ὄνομα καὶ Ἰουδαῖοι λέγουσιν, ἀλλ’ οὐ κύριον ἡγοῦνται. καὶ Ἀρειανοὶ λέγουσι τὸ ὄνομα καὶ θεὸν, θετὸν δὲ λέγουσι καὶ οὐκ ἀληθινόν, ἐπειδὴ οὐ μετέσχον πνεύματος ἁγίου.   3. ἐὰν γὰρ μή τις δέξηται πνεῦμα ἅγιον, οὐ λέγει τὸν Ἰησοῦν κύριον ὄντως καὶ θεὸν ὄντως καὶ υἱὸν θεοῦ ὄντως καὶ βασιλέα ὄντως αἰώνιον.   4. μάθωσι γὰρ οἱ τὴν κακὴν ὑπόληψιν ἐσχηκότες ὅτι πάντα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ οὐ θέλει περὶ ἑαυτοῦ μαρτυρεῖν.   5. οὕτω γὰρ εἶπεν ἐν τῷ εὐαγγελίῳ «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ».   6. καὶ τίς ἐστιν ὁ ἄλλος ἀλλ’ ὁ φωνήσας ἐξ οὐρανοῦ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»; ὁ δὲ αὐτὸς ὁ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν» πάλιν λέγει «κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι» καὶ πάλιν «αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ ἃ δέδωκέ μοι ὁ πατήρ» καὶ πάλιν «Μωυσῆς ἔγραψε περὶ ἐμοῦ» καί «Μωυσῆς μαρτυρεῖ περὶ ἐμοῦ».   7. τὸ πρῶτον μέν «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν», ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν, ἵνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν ἑαυτοὺς συνιστώντων.   8. ἐπὰν δὲ εἴπῃ «κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι», δείκνυσιν ὅτι οὐκ ἀνθρώπου αὐτοῦ ἡ μαρτυρία, ἀλλὰ θεός ἐστιν ἀληθεύων <ἐν> τῇ αὐτοῦ μαρτυρίᾳ. ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, «πνεῦμα θεοῦ» ὂν καὶ «πνεῦμα ἀληθείας», τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη.   9. περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». ἀξιόπιστος δὲ μάρτυς <περὶ τοῦ υἱοῦ> ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ θεὸν αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, <ὅτι> ἀληθινὸς θεός, περὶ υἱοῦ δέ, ὅτι μονογενὴς θεός. τὸ δὲ <ἀνά>παλιν περὶ πατρός, ὅτι «φῶς ὁ θεός»· περὶ δὲ υἱοῦ, ὅτι «ἦν τὸ φῶς τὸ ἀληθινόν».

 

IV

1. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν.   2. τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῷ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπὼν περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν φῶς ἀληθινόν;   3. εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς [ὁ] γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς ἀληθινόν.   4. καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ’ ἀφ’ ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός, καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμήσομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε μὴ ᾖ ἡ λέξις προσκειμένη.   5. ἀρκεῖ γὰρ ἐπὶ τῷ ἑνὶ τὸν πάντα σύνδεσμον τῆς τριάδος φέρειν καὶ ἀπὸ τοῦ πατρὸς νοεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν καὶ τὸ πνεῦμα ἀληθινόν, ἀντιπαρακειμένων τοῖς ἑκατέροις ὀνόμασι τῶν ἰσοῤῥόπων τῆς ἀληθείας, τῷ μὲν πατρὶ τὸ θεὸς ἀληθινός,   6. τῷ δὲ υἱῷ τὸ θεός, ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν <τὸ> θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ <τὸ> φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν.

 

V

1. Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἔρχεται» φησί «τὸ πνεῦμα τῆς ἀληθείας» καὶ ἔτι περὶ ἑαυτοῦ «ἐγώ εἰμι ἡ ἀλήθεια»· καὶ περὶ πατρός «τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν» καὶ περὶ τοῦ πνεύματος «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν».   2. τὸ δὲ πνεῦμα ἀῤῥήτως συμπρᾶττον τῷ υἱῷ «ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον» «πειρασθῆναι ὑπὸ τοῦ διαβόλου» καὶ αὐτὸς ὁ κύριος «πνεῦμα κυρίου, οὗ εἵνεκεν ἔχρισέ με»,   3. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν προφήταις λαλοῦν «τάδε λέγει κύριος παντοκράτωρ» <καί> «ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος», «ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα», βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ θεοῦ τῇ γῇ.   4. καὶ περὶ μὲν κτισμάτων οὕτω φησί «στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα»· ταῦτα γὰρ κτιστὰ ὑπάρχει· «ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις» οὐκέτι κτίζων οὐκέτι στερεῶν,   5. ἀλλ’ «ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις», τὸν ἀληθῶς γεννηθέντα ἐξ ἀληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ <Μωυσέως καὶ> Ἰωάννου κηρυχθέντα ἀεὶ ὄντα· «ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με» φησὶν ὁ Μωυσῆς καὶ ὁ Ἰωάννης «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο»·   6. ὢν ἐστὶν ὁ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ «ὢν πρὸς τὸν ὄντα», ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος <ὢν> σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν.   7. οὐκ ἦν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἦν πατήρ, οὐκ ἦν ποτὲ καιρὸς ὅτε [ὁ] υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἦν καιρὸς ὅτε οὐκ ἦν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς.   8. καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν. ἐν θεῷ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας μετέωρον ἐνδέχεται,   9. ἀλλ’ ὅσον δἂν ἀναβῇ σου ἡ διάνοια υἱὸν καταλαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα. τὸ γὰρ ὄνομα ἐστὶ σημαντικόν. ὅταν γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα· ἀπὸ γὰρ τοῦ υἱοῦ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν· πατὴρ γὰρ πάντως υἱοῦ καλεῖται.

 

VI

1. Πότε οὖν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἦν πατὴρ ὁ πατήρ, ἵνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι <υἱόν>; εἰ δὲ οὐ τολμᾷς ἀξίαν προσθεῖναι πατρί (τὸ γὰρ θεῖον ἐν ταυτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς), «μάθε μὴ βλασφημεῖν», ὦ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων,   2. ἀλλ’ ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν, τὸν ἀεὶ ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα.   3. ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ <συνὼν> οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, ἀλλ’ υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσιος, ἀλλ’ ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θώλοντες εἶναι τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ.   4. σύνδεσμος δὲ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν·   5. ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν· ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον.   6. ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει, ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς αὐτῆς θεότητος, οὐ τρεῖς θεούς.   7. οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος Μωυσῆς «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν».   8. οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεΐα ἐν θεῷ. διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος <σημαίνεται>.   9. καὶ οὐ δύο υἱοί· μονογενὴς γὰρ εἷς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα ἅγιον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, «ἀπὸ πατρὸς ἐκπορευόμενον» καὶ «τοῦ υἱοῦ λαμβάνον».   10. ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν,  ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα.

 

VII

1. Καὶ τὸ μὲν πνεῦμα ἅγιον πνεῦμα, ὁ δὲ υἱὸς υἱός, τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», ἀναγγέλλον τὰ τοῦ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος, τρίτον τῇ ὀνομασίᾳ (ἐπειδὴ ἡ τριάς ἐστιν <ὁ> πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· «ἀπελθόντες» γάρ φησι «βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος»), ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς, ἀλλ’ εἷς θεὸς μία πίστις εἷς κύριος ἓν χάρισμα μία ἐκκλησία ἓν βάπτισμα.   2. ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.   3. οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστώς τι ἐν αὐτῇ τῆς ἰδίας αὐτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον· πατὴρ καὶ υἱὸς <καὶ> ἅγιον πνεῦμα.   4. τὸ δὲ ἀνάπαλιν πνεῦμα χαρίσμασιν ἐνταττόμενον· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι».   5. μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας. ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ θεοῦ, ἀλλ’ εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα, καὶ φθεγγόμεθα οὐχ ὡς καταλαμβάνοντες· ὡς ἄνθρωποι γὰρ φθεγγόμεθα ἃ κατειλήφαμεν.   6. ἡ γὰρ εἰς θεὸν τιμὴ ἄπειρος καὶ μυριονταπλασίως παρὰ τὸν ἡμέτερον νοῦν δεδόξασται <ἡ τριὰς> καὶ ἔστι δεδοξασμένη, μηδὲν προσλαμβάνουσα δόξης μήτε ἀφαιρουμένη ἰδιότητος.   7. οὐδὲν γὰρ ἐν τριάδι κτιστὸν ἢ ἐπιγένητον, ἀλλ’ ὁ μὲν πατὴρ τὸν υἱὸν γεννᾷ, οὐκ ἦν δὲ ποτὲ χρόνος ὅτε οὐκ ἦν ὁ υἱός. οὐδὲ γὰρ ὁ πατὴρ ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων τοῦ εἶναι.   8. πατὴρ οὖν ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς γεννητός, ἀλλὰ καὶ ἄκτιστος καὶ ἀκατάληπτος· πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον οὐ πατράδελφον, οὐ προπάτορον οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον. «πνεῦμα γὰρ ὁ θεός».

 

VIII

1. Ἕκαστον δὲ τῶν ὀνομάτων μονώνυμον, μὴ ἔχον δευτέρωσιν. καὶ γὰρ ὁ πατὴρ πατὴρ καὶ οὐκ ἔχει ἀντιπαράθετον, οὐδὲ ἑτέρῳ πατρὶ συνζευγνύμενος, ἵνα μὴ δύο θεοί.   2. καὶ <ὁ> υἱὸς μονογενής, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐ πατρὸς ἔχων ὄνομα οὐδὲ ἀλλότριος πατρός, ἀλλ’ υἱὸς πατρὸς ὑπάρχων· μονογενὴς δέ, ἵνα μονώνυμος ᾖ ὁ υἱός, καὶ θεὸς ἐκ θεοῦ, ἵνα εἷς θεὸς πατὴρ καὶ υἱὸς καλῆται.   3. καὶ τὸ πνεῦμα τὸ ἅγιον μονογενές, οὐχ υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον πατρός.   4. αὐτὸς γὰρ ὁ μονογενὴς λέγει «τὸ πνεῦμα τοῦ πατρός» καὶ «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον», καὶ «ἐκ τοῦ ἐμοῦ λήψεται», ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον, «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν, μὴ ἐξισούμενον ἑτέρῳ τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἵνα μὴ τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·   5. πλὴν ὅτι τὸ θεὸς [ἀλλ’] ἐν πατρί, τὸ θεὸς ἐν υἱῷ, [τὸ θεὸς] ἐν ἁγίῳ πνεύματι τὸ θεοῦ καὶ θεός.   6. πνεῦμα γὰρ θεοῦ καὶ πνεῦμα τοῦ πατρὸς καὶ πνεῦμα υἱοῦ, οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ’ ἐν μέσῳ πατρὸς καὶ υἱοῦ, ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ.   7. «ἀπελθόντες» γάρ φησι «βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίζει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς θεότητος λέγων;   8. εἰ γὰρ <σφραγίζομεν> εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ὄνομα ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος· μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι. εἰ δὲ τὸ ἕν ἐστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγῳ συνδέδεται τὰ δύο εἰς τὸ ἓν τῇ σφραγῖδι τῆς τελειότητος;   9. ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, ἀλλ’ ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα, καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῴζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἵνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ’ αὐτοῦ σφραγιζόμενον καὶ λύτρωσιν δι’ ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παρ’ αὐτοῦ κτισθεὶς ἄνθρωπος.

 

IX

1. Φεῦ τῆς τοιαύτης ληρῳδίας, ὦ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη πάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοπιστία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἂν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ.   2. φησὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;» καί φησιν «οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ».   3. ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾴδει τῷ λόγῳ τούτῳ λέγων «ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον.   4. διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, <οἱ> κατοικίσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα· καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε.   5. τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱὸν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα.   6. ἔδει τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, «ἐφ’ ἣν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς»· πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι.   7. κατὰ πάντα γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶν, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ.   8. ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα.   9. οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ἑαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος ἔλεγεν «εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι», ὅσον τὸ ἐπ’ ἀνθρώπῳ λέγω<ν>·   10. οὗτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ’ ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν Φαρισαίων·   11. οὗτος <ὁ> ἀπελθὼν εἰς τὴν Γαλιλαίαν ἁλιεύειν, ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος (ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν δύναμιν ἀπεκάλυπτεν,   12. ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο, τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν), ὃς ἐν τῇ νηῒ ἐπὶ τῆς Τιβεριάδος <λίμνης> γυμνὸς πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν (ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς) ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ «παιδία, μή τι προσφάγιον ἔχετε;» καί (φησι) «βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε», ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης, ὃν ἠγάπα ὁ Ἰησοῦς, «ὁ κύριός ἐστιν», ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ <κατὰ> πνεῦμα ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών·   13. <οὗτος> ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ «Πέτρε, ποίμαινε τὰ ἀρνία μου», ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου, ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ἵνα «διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα».

 

X

1. Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι. εἰς αὐτὰ<ς> γὰρ ἐβεβαιοῦτο δι’ αἰνίγματος <καὶ ἡ πίστις> τῶν ἐν τῷ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι,   2. φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν [τὸ] τρίτον τὸ «ἅγιος ἅγιος ἅγιος».   3. οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικάς, τὸ ἅγιος ἅγιος ἅγιος·   4. καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν.   5. εἷς γάρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι. καὶ διὰ τοῦτο «ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος», πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία οὐσία μία δοξολογία εἷς θεός.   6. ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίᾳ τὴν τριάδα· ἔσχες πνεῦμα ἅγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ἐδόξασας τὸν πατέρα, ἐσήμανας τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα.   7. ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ’ οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἅγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ.   8. οὕτω λέγει ὁ μονογενής «ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν»· ἐν τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα»· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.

 

XI

1. Εἰ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄπεστι τὸ τοιοῦτον φρόνημα καὶ οὐχ ἥσσονας τοὺς υἱοὺς βουλόμεθα οὐδὲ ἐλαττουμένους παρὰ τὴν τῶν πατέρων τιμήν (ἡ γὰρ εἰς τοὺς υἱοὺς ἀτιμία εἰς τοὺς πατέρας ἀναλογεῖται), πόσῳ μᾶλλον ὁ θεὸς καὶ πατὴρ οὐκ ἂν βουληθείη ποτὲ ἐλαττωθῆναι τὸν αὐτοῦ υἱόν;   2. ὁ τοίνυν τὸν ἀληθῶς ὄντα τοῦ πατρὸς υἱὸν ἀποδέοντα τῆς τοῦ πατρὸς δόξης ὑπολαμβάνων μᾶλλον ἀτιμάζει <τὸν πατέρα>, ἀντὶ τιμῆς, ἀγνοίᾳ φερόμενος.   3. ὡς οὖν <ὁ υἱὸς> ἀποκαλύπτει τὸν πατέρα φάσκων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, οὐδὲ τὸ πνεῦμά τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ ὁ υἱός, παρ’ οὗ ἐκπορεύεται καὶ παρ’ οὗ λαμβάνει.   4. πῶς δὲ ἀλλότριον θεοῦ τὸ πνεῦμα λέγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾧ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ’ οὐρανῶν «Σαοὺλ Σαούλ, τί με διώκεις»,   5. τοῦ κατηξιωμένου ἀκοῦσαι «ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», τοῦ λέγοντος «οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ», ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ;   6. ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων, Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἐνδείξασθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ.   7. κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίζεται λέγων «ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν». χαρίσματι γὰρ ἔχει τὴν εἰκόνα πᾶς ἄνθρωπος,   8. οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα, ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.

 

XII

1. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος «οὐδείς» φησίν «οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω»·   2. καὶ οὐκ εἶπεν «εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ», ἀλλὰ «τὸ πνεῦμα τοῦ θεοῦ» μόνον, ἵνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον·   3. «εἰ μή», φησί, «τὸ πνεῦμα τοῦ θεοῦ»· «τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ».   4. οὐκ ἀλλότριον τοίνυν τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐρευνῶν βάθη θεοῦ. εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον «ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν», καί «ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐξέταζε», ἆρα εἴπωμεν καὶ περὶ τοῦ ἁγίου πνεύματος ὅτι μᾶλλον περιεργίᾳ καὶ οὐχὶ μᾶλλον γνησιότητι ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ;   5. ποῦ γὰρ ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὦ ἀνόητε· ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; μὴ γένοιτο.   6. ἀλλ’ ἐπειδὴ καταξιοῦνται οἱ ἅγιοι τὸ πνεῦμα τὸ ἅγιον ἐν ἑαυτοῖς κατοικίζειν, ἐπὰν ἐν τοῖς ἁγίοις γένηται τὸ πνεῦμα τὸ ἅγιον, χαρίζεται αὐτοῖς ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. εἰς τὸ βαθέως δοξάζειν, ὡς καὶ Δαυὶδ τοῦτο ὁμολογεῖ («ἐκ βαθέων» γάρ φησιν «ἐκέκραξά σοι κύριε»), καὶ ἀπειρομεγέθως καὶ μὴ σμικρῶς καὶ εὐτελῶς, καθάπερ οἱ τῆς Ἀρείου αἱρέσεως καὶ αἱ ἔξωθεν πᾶσαι.   7. καὶ ἐξότε <ὁ> νόμος διὰ Μωυσέως ἐδόθη, αἱ μετ’ αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα καὶ μετὰ τὴν ἔνσαρκον παρουσίαν ἄλλαι ἑξήκοντα. χωρὶς τῶν πρὸ τοῦ νόμου καὶ πασῶν τούτων πέντε καὶ τῶν ἄλλων τεσσάρων Ἑλληνικῶν αἱρέσεων, αἵτινές εἰσι πρὸ νόμου ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τὸν ἀριθμὸν ὀγδοήκοντα.   8. ὧν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμὸς Σαμαρειτισμός. ἐκ τούτων, ἐξ Ἑλληνισμοῦ μὲν αἱρέσεις τέσσαρες· Πυθαγορείων Πλατωνικῶν Στωϊκῶν Ἐπικουρείων.   9. ἀπὸ δὲ τοῦ νόμου πρὸ <τῆς> Χριστοῦ παρουσίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτά· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρῳδιανῶν· ἐκ δὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύσασαι.

 

XIII

1. Πᾶσαι οὖν αἱ πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας ἀπὸ Ἀδὰμ ἀρξάμεναι καὶ μέχρις αὐτῆς εἴκοσίν εἰσι. μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς ἑξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι·   2. Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνῖλοι Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανῖται παρ’ ἄλλοις δὲ Σωκρατῖται παρ’ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ λεγόμενοι   3. καὶ Βορβορῖται <καὶ Βαρβηλῖται>, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος,   4. Πτολεμαιονῖται Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκιωνισταὶ   5. Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοὶ Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοί, οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται, οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι, οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροί, οἱ καὶ Ναυαταῖοι, οἱ καὶ Μοντήσιοι, ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ Ἀποστολικοί,   6. <οἱ καὶ> Ἀποτάκται, Σαβελλιανοὶ Ὠριγενιασταί, οἱ καὶ αἰσχροποιοί, Ὠριγενιασταὶ οἱ τοῦ Ἀδαμαντίου, ἡ Παύλου τοῦ Σαμοσατέως, Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανοί, οἱ κατ’ Αἴγυπτον σχίσμα ὄντες,   7. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, ἀλλ’ οὐχ αἵρεσις, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι,   8. οἱ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ βλασφημοῦντες, Ἀεριανοὶ Ἀέτιοι, οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος, Διμοιρῖται, οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, <οἱ καὶ> Ἀπολλινάριοι, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, Μεσσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ <οἱ> ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί.

 

XIV

1. Καὶ ἁπλῶς περιεκάκησα καὶ περικακῶ τοσούτων αἱρέσεων ὀνόματα εἰς ἀριθμὸν φέρειν καὶ τὰς ἀθεμίτους αὐτῶν πράξεις διηγεῖσθαι καὶ ἔτι τῶν δύο σχισμάτων,   2. τῶν τε κατ’ Αἴγυπτόν φημι προειρημένων Μελιτιανῶν, τῶν διὰ τὴν ἐπὶ τοῦ διωγμοῦ γενομένην τινῶν πτῶσιν παρὰ δὲ τῶν ἡμετέρων δεχθέντων ἐν τοῖς αὐτῶν κλήροις μετὰ μετάνοιαν ἑαυτοὺς σχισάντων, οὐ μὴν δὲ ἐν αἱρέσει ὄντων   3. καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων ὡσαύτως Αὐδιανῶν, τῶν καὶ <αὐτῶν> σχίσμα ὄντων, ἀλλ’ οὐκ ἀλλοτρίαν πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ’ εἰκόνα φιλονεικούντων, οὐ διὰ πίστιν <δὲ> ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων οὐδὲ διά τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾧ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας.   4. οἱ γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ θεοῦ καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας. καταλείψαντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι.   5. φησὶ δὲ ὁ αὐτὸς ἅγιος ἀπόστολος, δηλῶν ἡμῖν δι’ ἣν αἰτίαν τοῦτο εἶπεν, «ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ θεοῦ χαρισθέντα ἡμῖν. ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες» καὶ τὰ ἑξῆς. τὸ πνεῦμα τοίνυν τοῦ θεοῦ οὐκ ἀλλότριον θεοῦ. εἰ γὰρ ἀλλότριον θεοῦ ἐστι, πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ;   6. ἀλλὰ τί ἐρεῖς μοι, ὦ κενόδοξε, ὁ πολεμῶν σεαυτόν, ἵνα μὴ εἴπω τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ; τί γάρ, κενόδοξε, πολεμεῖς τὸν ἀκαταπολέμητον; τί μάχῃ τῷ ἀκαταμαχήτῳ; «σκληρόν σοι πρὸς κέντρα λακτίζειν». σεαυτὸν σκανδαλίζεις καὶ οὐ τὸν Λόγον, σαυτὸν ἁλίσκεις καὶ οὐ τὸ πνεῦμα, σαυτὸν ἀπαλλοτριοῖς ἀπὸ τῆς τοῦ θεοῦ χάριτος καὶ οὐ τὸν υἱὸν ἀπὸ πατρὸς οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ πατρὸς καὶ υἱοῦ.

 

XV

1. Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας ματαιόφρονας τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας καὶ λέγοντας· «ἐρευνᾷ μὲν τὰ βάθη τοῦ θεοῦ, ἀλλ’ οὐ καταλαμβάνει», διὰ τὸ μὴ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον «ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ»·   2. καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει. ὦ πολλῆς ἠλιθιότητος. χρεία γὰρ ἦν, ὦ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ εἰπεῖν τὸ καταλαμβάνει; κατὰ γὰρ τὴν σὴν ἀφυΐαν χωλὸν ἂν ηὑρίσκετο τὸ πρᾶγμα <μὴ> προστιθεμένης τῆς λέξεως ταύτης;   3. νῦν δὲ οὐχ ὑπολείπεταί σοι πρόφασις. πανταχόθεν γὰρ ἡ γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. περὶ γὰρ τοῦ παντοκράτορος θεοῦ γέγραπται οὕτως ὅτι «ὁ θεὸς δοκιμάζων νεφροὺς» καὶ «ἐρευνῶν ταμιεῖα κοιλίας».   4. εἰ δὲ δοκιμάζει νεφρούς, ἆρα οὐκ οἶδεν ὅ τι δοκιμάζει; ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; «ἐρευνῶν δὲ ταμιεῖα κοιλίας», πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προξενήσω παραπλέξας τῷ ῥητῷ τὸ «οὐ καταλαμβάνει» κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε;   5. οὕτως οὖν καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου εἴρηται ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ’ αὐτοῦ <γὰρ τοῦ> λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε.   6. ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει (αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει), οὕτω δὴ καὶ περὶ τοῦ ἁγίου πνεύματος νοητέον.   7. ὅταν γὰρ εἴπῃ ὅτι «ποιήσωμεν τὸν ἄνθρωπον» («ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ <σημαίνει, ἀλλὰ> καὶ <περὶ τοῦ> ἁγίου πνεύματος.   8. οὕτω γὰρ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα.   9. ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ θεὸς οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, «ἐρευνῶν ταμιεῖα κοιλίας»; ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἵνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόντων νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄνθρωπον καὶ τὰ τοῦ ἀνθρώπου.

 

XVI

1. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει.   2. ἄρα γοῦν οὐκ ἀλλότριον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. «οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν», φησὶν ὁ υἱὸς τοῦ θεοῦ «οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατήρ».   3. νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεότητι τοῦ υἱοῦ. «ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ζωὴν ἐν ἑαυτῷ» καί «πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι» φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος.   4. τίνα δέ ἐστι τὰ τοῦ πατρὸς ἀλλ’ ἢ ταῦτα· τὸ θεὸς τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· ἡ ζωὴ τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκατάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.   5. πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστιν. εἰ τοίνυν τὰ τοῦ πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ πατρὶ γνῶσις καὶ ἐν τῷ υἱῷ καὶ ἐν τῷ ἁγίῳ πνεύματι ὑπάρχει.   6. εἰ δέ τις νομίζει τὸν υἱὸν ἀγνοεῖν τὴν ἡμέραν, μαθέτω ὁ ἀμαθὴς καὶ μὴ βλασφημείτω. προτείνω γὰρ αὐτῷ γνῶσιν καὶ γνώσεται. λέγε μοι, ὦ ἀγαπητέ, – ἀγαπητὸν γάρ σε καλῶ· οὐδένα γὰρ μισῶ ἢ μόνον τὸν διάβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοπιστίαν· ἐπὶ σοὶ δὲ εὔχομαι, ἵνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ.   7. βαθέα γάρ εἰσι τὰ ῥήματα τοῦ ἁγίου θεοῦ, πνεύματι δὲ ἁγίῳ <ἡ γνῶσις> διὰ τῶν χαρισμάτων δίδοται. «ᾧ μὲν γάρ» φησί «δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος διδασκαλίας» καὶ τὰ ἑξῆς, «τὸ δὲ αὐτὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται», ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου πνεύματος αὐθεντίαν.   8. ὅταν γὰρ τὸ αὐτὸ πνεῦμα πᾶσι τὰ χαρίσματα δίδωσιν ὡς βούλεται, τοίνυν παρακάλεσον τὸν πατέρα, ἵνα ἀποκαλύψῃ σοι τὸν υἱόν, καὶ παρακάλεσον τὸν υἱόν, ἵνα ἀποκαλύψῃ σοι τὸν πατέρα, καὶ πάλιν παρακάλεσον τὸν πατέρα, ἵνα σοι δῷ τὸν υἱὸν καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον πνεῦμα καὶ δῴη σοὶ αὐτὸ ἔχειν ἐν σοί, ἵνα δοθὲν ἐν σοὶ <τὸ> ἅγιον πνεῦμα ἀποκαλύψῃ σοι τὴν πᾶσαν γνῶσιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἵνα μάθῃς ὅτι ἐν τῷ υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία οὐδὲ ἐν τῷ ἁγίῳ πνεύματι.

 

XVII

1. εἰ γὰρ καὶ ἄγγελοι λείπονται τῆς μείζονος ἐξουσίας καὶ γνώσεως, μὴ γένοιτο καὶ τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα λείπεσθαι. πνευματικῶς δὲ λέγει ὁ υἱός, ὁ ἀπὸ τοῦ πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· οἱ δὲ ψυχικοὶ ἀνακρίνονται μὴ νοοῦντες τοῦ υἱοῦ τὴν σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον – ἐπερωτῶ σε, καὶ λέγε μοι·   2. τίς μείζων ἐστὶν ὁ πατὴρ ἢ ἡ ἡμέρα ἐκείνη περὶ ἧς λέγει; οὐ τολμήσεις λέγειν μὴ εἶναι τὸν πατέρα μείζονα. εἰ τοίνυν μείζων ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγενημένων καὶ γενηθησομένων καὶ οὐδεὶς αὐτὸν ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, ποῖον ἄρα μεῖζον τὸ τὸν πατέρα γινώσκειν ἢ ἐκείνην τὴν ἡμέραν; εὔδηλον ὅτι τὸ τὸν πατέρα γινώσκειν.   3. πῶς οὖν ὁ τὰ μείζω εἰδὼς τῶν ἐλαττόνων ὑστερεῖ; εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ οὐδέν ἐστιν οὗ λείπεται κατὰ γνῶσιν ὁ υἱός.   4. ἀλλ’ ἐρεῖς ὅτι μείζων ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει «ὁ πατήρ μου μείζων μού ἐστιν». ἀλλὰ τοῦτο τιμῶν τὸν πατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπε, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἔδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, ἵνα δείξῃ τὴν γνησιότητα.   5. πῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ καθὸ <ὁ υἱὸς> υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ πατέρα.   6. οὔτε γὰρ ὄγκῳ φέρεται τὸ θεῖον, ἵνα ὑπέρογκος τοῦ υἱοῦ ᾖ ὁ πατήρ, οὐδὲ χρόνῳ ὑποπίπτει, ἵνα ὑπέρχρονος ὁ πατὴρ γένηται τοῦ υἱοῦ, οὔτε τῷ ὕψει μερικῶς τάττεται ὁ πατήρ (πάντα γὰρ περιέχει, αὐτὸς ὑπ’ οὐδενὸς περιεχόμενος), ἵνα ὁ υἱὸς ὑπερβεβηκὼς νοοῖτο. ἐκάθισε γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς καὶ οὐκ εἶπεν, εἰσῆλθεν εἰς τὸν πατέρα, ἵνα Σαβέλλιον παραλύσῃ καὶ Ἄρειον καθέλοι τῆς αὐτοῦ βλασφημίας.

 

XVIII

1. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς. ἀκούων δὲ περὶ τοῦ θεοῦ «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός» μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν.   2. οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μειζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ ἀναφέρει<ν> τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα, ἵνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου.   3. πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ τὸ τοιοῦτον, κἄν τε εἴπῃ «εἷς ἐστιν ἀγαθὸς ὁ θεός».   4. ἰδοὺ γὰρ ἐν πολλοῖς διδάσκει ἡμᾶς ἡ θεία γραφή, ἀγαθὸν καλοῦσα παῖδα πτωχὸν καὶ σοφόν, καί «ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων» καί «ἀγαθὸς ἦν Σαοὺλ υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω» καί «ἀγαθὸν πορεύεσθαι εἰς οἶκον πότου» καί «ἄνοιξον, κύριε, τὸν οὐρανόν, τὸν θησαυρόν σου τὸν ἀγαθόν» καί «ἀγαθὸς λόγος ὑπὲρ δόμα» καί «ἀγαθὸς ὁ κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν νεκρόν» καί «ἀγαθὸν δύο ὑπὲρ τὸν ἕνα» καί «ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχήν» καί «εἰ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν», περὶ ἰχθύος καὶ ἄρτου λέγων.   5. πῶς <οὖν> τολμᾷς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι’ ὑπερβολὴν τῆς τιμῆς <ἐπὶ> τοῦ πατρὸς φέρειν τὴν ἀγαθότητα;   6. ἑώρα γὰρ τὸν λέγοντα αὐτῷ «διδάσκαλε ἀγαθέ» λέγοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «τί μοι λέγετε κύριε κύριε, καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους», καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενεν ἐν τῇ αὐτοῦ πίστει <τοῦ> πιστεύειν εἰς τὴν αὐτοῦ ἀγαθότητα.

 

XIX

1. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς ὁ ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ <ὢν> σὺν πατρί, ὁ ἐκ πατρὸς προελθών, τὸ «ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως», «ἡ εἰκὼν τοῦ πατρὸς» ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος», «ὁ κριτὴς ζώντων καὶ νεκρῶν»,   2. ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ πηγῆς («ἐμέ», γάρ φησιν «ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους»), ὁ ποταμὸς ὁ ἀένναος, ὁ «εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ», ὁ ἐκ τῆς πηγῆς προελθών, «ἐξ οὗπερ, <ὥς> φησι, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι»,   3. τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα, τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν,   4. ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος», ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀληθείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος. ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ   5. («ὁ Λόγος» γὰρ οὐκ εἶπεν «ὁ γενόμενος», ἀλλὰ μετὰ τὸ εἰπεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ «σάρξ», μετὰ δὲ τὸ σὰρξ λέγει «ἐγένετο», ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ), –  6.  οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος, ὁ πρὸς πατρὸς θεός, «ὁ μεγάλης βουλῆς ἄγγελος», ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, «<ὁ> πατὴρ τοῦ μέλλοντος αἰῶνος», αὐτὸς εἶπεν «οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ»· καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει «εἰ μὴ μόνος ὁ πατήρ».   7. εἰ τοίνυν οἶδεν ὁ υἱὸς τὸν πατέρα, μείζων δὲ ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, καὶ οὐδεὶς ἀμφιβάλλει, πῶς ἄρα ὁ τὸ μεῖζον εἰδὼς τὸ ἧσσον ἀγνοεῖ; οὐδὲ γὰρ οἶδέ τις τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ὡς γὰρ μέγας ὁ πατήρ, ὅτι οἶδε τὸν υἱόν, οὕτως καὶ ὁ υἱὸς μέγας, ὅτι οἶδε τὸν πατέρα.   8. εἰ οἶδε τοίνυν τὸν πατέρα, τὸ μεῖζον, τὸ μικρὸν πῶς ἀγνοεῖ, τουτέστι τὴν ἡμέραν καὶ τὴν ὥραν; ἐρεύνησον τὰς θείας γραφὰς καὶ μάθε τοῦ ἁγίου πνεύματος τὴν δύναμιν, καὶ αὐτὸ τὸ πνεῦμα τὸ γινῶσκον τὸν πατέρα καὶ τὸν υἱὸν ἀποκαλύψει σοι τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἵνα μὴ πλανηθῇς τῆς ἀληθείας καὶ ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν.

 

XX

1. Δύο γὰρ γνώσεις ἐν τῇ θείᾳ γραφῇ, δύο εἰδήσεις, μία κατὰ ἐνέργειαν καὶ μία κατὰ εἴδησιν. ἵνα δὲ ἀπὸ παραδειγμάτων τὰ ὅμοια παραστήσω, εἰς τὸ διὰ πολλῶν ἐξομαλισθῆναι τὴν πεπλανημένην σου διάνοιαν καὶ τῶν τοῦτο φρονούντων,   2. μάθε τί λέγει ἡ γραφὴ περὶ τοῦ Ἀδάμ· «ἦσαν» φησί «γυμνοὶ ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνοντο».   3. τυφλοὶ δὲ οὐκ ἦσαν· ἔβλεπον γάρ· εἰ μὴ γὰρ ἔβλεπον, πῶς εἶδον τὸ ξύλον, ὅτι «καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι»; «καὶ λαβοῦσα» φησίν «ἡ γυνὴ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς τῷ μετ’ αὐτῆς».   4. ἄρα οὖν οὐκ ἦσαν τυφλοί, ἀλλ’ ἠνεῳγμένους εἶχον τοὺς ὀφθαλμούς· γυμνοὶ δὲ ὄντες οὐκ ᾐσχύνοντο βλέποντες, καὶ γυμνοὶ ὄντες ἑαυτοὺς ᾔδεισαν. ᾔδεισαν δὲ κατὰ εἴδησιν καὶ οὐ κατὰ πρᾶξιν.   5. μετὰ γὰρ τὸ ἐκβληθῆναι τοῦ παραδείσου βεβρωκότας τοῦ ξύλου, μετὰ πολὺν χρόνον φησίν «ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ».   6. πῶς τοίνυν ἔσται τοῦτο; καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ’ οὐ τῇ πράξει. τὸ δὲ ἀλλήλοις συναφθῆναι γνῶσιν εἶπεν ἡ γραφή.   7. οἶδε δὲ καλεῖν εἴδησιν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει «ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε» καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐτῇ γὰρ ἑπτὰ ἔτη ἦν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι’ ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, <οὐκ> ἔγνω δὲ καὶ διὰ πράξεως.   8. «καὶ ἔγνω Ῥαχὴλ τὴν γυναῖκα αὐτοῦ» καὶ πάλιν <ἐν> ἑτέρῳ τόπῳ «καὶ ἐγήρασε Δαυίδ» φησί «καὶ ἔσκεπον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον τῷ βασιλεῖ ζητηθήτω παρθένος καλή». καὶ εὑρέθη Ἀβισὰκ ἡ Σουμανῖτις. καί φησιν «ἠνέχθη τῷ βασιλεῖ καὶ συνεκοιμᾶτο αὐτῷ καὶ συνέθαλπεν αὐτόν· καὶ οὐκ ἔγνω αὐτὴν Δαυίδ», τὴν σὺν αὐτῷ, τὴν σύσσωμον καὶ σύμπλευρον.   9. ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι’ ὁράσεως ἢ τὴν διὰ πράξεως; καί «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ»· ἆρα οὖν τοὺς οὐκ ὄντας ἀγνοεῖ; καί «ἀπόστητε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων ὑμᾶς»·   10. ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ; καὶ πάλιν «ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν». ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ’ οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν, ἄλλην δὲ κατὰ πρᾶξιν.

 

XXI

1. Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα, ἀπέδειξεν ἤδη τὰ πάντα τετελειωμένα, ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν «ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ» καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν.   2. ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄγει καὶ τελεῖ. λέγει γάρ «ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη» καί φησιν «οὐκ ἔστε ἐν νυκτί, ἵνα ἡ ἡμέρα ἐν σκότει ὑμᾶς καταλάβῃ».   3. εἰ οὖν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἆρα αὐτὸς ὁ υἱὸς <ὁ> φέρων τὴν ἡμέραν ἀγνοεῖ, ἵνα αὐτὸν καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς καὶ υἱοῦ λογιζόμενος;   4. καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν υἱὸν καὶ ἔγνω κατὰ πρᾶξιν ὁ δὲ υἱὸς τοῦ θεοῦ οἶδε μὲν πότε ἔρχεται   5. καὶ αὐτὸς φέρει αὐτὴν καὶ οὐκ ἀγνοεῖ, οὔπω δὲ αὐτὴν ἔπραξε κατὰ γνῶσιν, τουτέστι <οὔπω ἔγνω> κατὰ πρᾶξιν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄπιστοι ἀπιστοῦσι καὶ κακόπιστοι βλασφημοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ ἁμαρτήματα γίνεται καὶ ἡ ἀδικία κρατεῖ καὶ ἡ κρίσις μακροθυμεῖ, ἕως ἂν ἔλθῃ καὶ γνῷ αὐτὴν κατὰ πρᾶξιν καὶ ποιήσῃ τὴν ἐκδίκησιν καὶ σώσῃ τοὺς ἐν ἀληθείᾳ ἐλπίζοντας ἐπ’ αὐτὸν καὶ μὴ βλασφημοῦντας αὐτοῦ τὴν θεότητα καὶ πατρὸς καὶ ἁγίου πνεύματος.

 

XXII

1. Ἐξ ἁγίων δὲ ἀγγέλων λείπεται κατὰ δύο τρόπους ἡ τοιαύτη ἀξία. τίμιοι μὲν γάρ εἰσιν, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο κεκτημένοι· λείπεται δὲ αὐτοῖς τοῦτο· οὐ γὰρ οἴδασι τὰ ὡρισμένα πότε γίνεται. ἐπὶ μὲν γὰρ τῇ ἰδίᾳ ἐξουσίᾳ ὁ πατὴρ ἔθετο τοὺς χρόνους. εἰ δὲ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν πατρί, ἄρα οὐ λείπεται ἡ ἐξουσία ἐξ υἱοῦ ἡ ἐν πατρί.   2. λείπεται δὲ ἀπὸ τῶν ἀγγέλων· κτιστοὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ δυνάμεις, πατὴρ δὲ ἄκτιστος, υἱὸς ἄκτιστος, πνεῦμα θεοῦ ἄκτιστον.   3. οὐκ οἴδασιν οὖν οἱ ἄγγελοι οὔτε κατὰ εἴδησιν οὔτε κατὰ πρᾶξιν τὴν ἡμέραν καὶ τὴν ὥραν. οὐκ οἴδασι γὰρ πότε βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐνεγκεῖν τὴν ἡμέραν, καὶ οὐκ οἴδασι κατὰ γνῶσιν πράξεως· οὔπω γὰρ ἐπετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν δίκην ζιζανίων καὶ δῆσαι δεσμὰς δεσμὰς εἰς τὸ καίειν πυρὶ ἀσβέστῳ.   4. οὔπω τοίνυν οὐδὲ ἔπραξαν οὐδὲ οἴδασιν, ὁ δὲ πατὴρ οἶδε καὶ ἔπραξεν· ὁ δὲ υἱὸς οἶδε μέν, οὐδέπω δὲ ἔπραξε. τουτέστιν <τό> «εἰ μὴ ὁ πατὴρ μόνος, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός».   5. νοήσωμεν τὴν δύναμιν τῆς γραφῆς, ἵνα μὴ γένηται ἡμῖν τὸ γράμμα θάνατος. «τὸ γράμμα», γάρ φησιν «ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ». λάβωμεν τὸ πνεῦμα, ἵνα ὠφεληθῶμεν ἐκ τοῦ γράμματος. οὐ γὰρ τὸ γράμμα ἀποκτένει, ἐν γὰρ τῷ γράμματι ἡ ζωή· ἀποκτένει δὲ τὸν ἀσυνέτως τῷ γράμματι προσερχόμενον καὶ μὴ ἔχοντα τὸ φράζον πνεῦμα, τὸ ἀνοῖγον τὸ γράμμα καὶ ἀποκαλύπτον τὸ ἐν αὐτῷ.   6. οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἑνὶ συνδέσμῳ τελειότητος, ὅπως ἐν ὀνόματι πατρὸς τελείου καὶ θεοῦ τὴν σφραγῖδα κομισώμεθα καὶ ἐν ὀνόματι υἱοῦ τελείου καὶ θεοῦ καὶ ἐν ὀνόματι πνεύματος θείου καὶ τελείου λάβωμεν τὴν σφραγῖδα.   7. ὦ τριὰς ἁγία ἀριθμουμένη, τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη. οὐ γὰρ λέγεται ἑνὰς καὶ δυὰς οὐδὲ μονὰς καὶ μονάς, ἀλλὰ μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, μονοειδῶς μονωνύμως εἷς θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι.

 

XXIII

1. Κάλει δέ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δέ, οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ’ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι’ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ τὰ ἄκτιστα, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ.   2. οἱ τοιοῦτοι σωθέντες παῖδες ἠθέλησαν εὐχάριστον ἀποδεῖξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς, εἰς ὃν ἀπ’ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι.   3. καὶ ὅτε ἠθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τὰ βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἅγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε γῆν καὶ πάντα τὰ ὑπ’ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προσενεχθῆναι (οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν),   4. καὶ κατὰ τὴν ἀξίαν μὲν καὶ κατὰ τὴν ἐξουσίαν θέλοντες μόνον ὕμνοις ὑμνεῖν τὸν θεόν (τοῦτο γάρ ἐστι τὸ γεγραμμένον «θύσατε θυσίαν αἰνέσεως» καί «θυσία αἰνέσεως δοξάσει με»), ἤδη μεταβαλόντες τὴν παλαιὰν εἰς καινὴν διαθήκην πνεύματι ἁγίῳ ὑπονυττόμενοι, οὐ ζῴων θυσίας οὐδὲ ὁλοκαυτωμάτων χρείαν ἔχοντες (φασὶ γάρ «οὐκ ἔστι τόπος τοῦ καρπῶσαι οὐδὲ θυσία οὐδὲ θυσιαστήριον», ὡς τῶν πάντων περιληφθέντων),   5. βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐάσαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνως φέρονται («πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· μετὰ <γὰρ> τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι καὶ ταύτην τὴν δωρεὰν τῆς ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν.   6. καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄῤῥητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ’ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.

 

XXIV

1. Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον».   2. πάντα εἶπον καὶ οὐδὲν κατέλιπον. ἵνα δὲ τὸ πνεῦμα τὸ ἅγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἵνα μὴ συμμίξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐκ ὄντων γενόμενα, ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν. ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον   3. ὡς καταξιωθεῖσιν ἅμα ἀγγέλοις εἶναι συνδιαίτοις <τε> γενομένοις ἀγγέλων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν.   4. καί φασιν οἱ αὐτοὶ ἅγιοι παῖδες, ὡς προεῖπον· «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα·   5. καὶ ἀριθμοῦσιν οὐρανὸν γῆν ὕδατα ἐπάνω τοῦ οὐρανοῦ καὶ ἀγγέλους (κτιστοὶ γὰρ οἱ ἄγγελοι) καὶ θρόνους καὶ δυνάμεις (κτιστὰ γὰρ ταῦτα), ἥλιον σελήνην (ποιητὰ γὰρ καὶ οὐκ ἄκτιστα), νέφη καὶ νιφετούς, ἀνέμους χιόνας ἀστραπὰς βροντὰς γῆν θάλασσαν πηγὰς ἀβύσσους ποταμοὺς πᾶσαν ἀνθρωπότητα ὄρη πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῷα, ψυχὰς ὁσίων πνεύματα δικαίων, Ἀνανίαν Ἀζαρίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ.   6. πάντα γὰρ ταῦτα ποιητά ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».   7. ὅρα δέ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ’ οὔτε ἅγιον πνεῦμα, ἀλλ’ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόξασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιαστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.

 

XXV

1. Ἀλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων [πλάσαι] καὶ εἰπεῖν· οὐκ ᾔδεισαν εἰπεῖν ὄνομα ἁγίου πνεύματος· Ἰουδαῖοι γὰρ ἦσαν καὶ οὐδὲ υἱὸν ᾔδεισαν, Ἰουδαῖοι ὄντες.   2. εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ «καὶ ἦν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ». ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι «ἐπλήσθη Δανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον» καὶ ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος.   3. ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἶπον τὰ ὀνόματα, ἀλλ’ ἀσφαλείας ἕνεκα. «εὐλογεῖτε, γάρ <φησιν>, πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ οὐκ εἶπον, εὐλόγει υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ’ εὐλόγει ἅγιον πνεῦμα τὸν κύριον, ἀλλ’ «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον».   4. καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραφίμ· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα <κατὰ> τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς [καὶ] τοὺς παῖδας λύμην.   5. τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητὰ εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φήσαντες «εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας», εἶτα μεθ’ ἕτερα «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ» καὶ πάλιν «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου» καί «εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ»·   6. ἵνα ἀπὸ τοῦ εἰπεῖν τὸν θρόνον νοήσῃς Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἀπὸ τοῦ ὀνόματος τῶν Χερουβὶμ καὶ ἀβύσσων καὶ θρόνου ἡγιασμένου καὶ λοιπῶν πάντων ὀνομάτων νοήσῃς ἀπὸ τοῦ ἀριθμοῦ πάντων τῶν ὠνομασμένων ὅτι ἐκ τῶν ἔργων εἰσὶ τοῖς ἄλλοις συναριθμούμενα. καλέσαντες γὰρ εἰς ὕμνον ταῦτα πάντα εὐθὺς ἐπιφέρουσι λέγοντες «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον», ἵνα Γαβριὴλ καὶ Μιχαὴλ εὐλογήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

 

XXVI

1. Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως καὶ ὁμοουσίως δοξάζοντες καὶ λέγοντες τό «ἅγιος ἅγιος ἅγιος», τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέγοντες καὶ οὐ πολυωνύμως.   2. οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἵνα μὴ προσθῶσι <τι> τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος. ἵνα μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι.   3. καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ’ ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἑνὶ λόγῳ καὶ μιᾷ τελειότητι τριάδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἑνότητα ἐν τριάδι.   4. ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς <υἱὸς> τοῦ θεοῦ ἡμᾶς διδάξαι, ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἅγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ πατήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λόγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα.   5. «εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην» <καὶ τὰ ἑξῆς>. οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός», ὁ υἱὸς τοῦ θεοῦ, «οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἐσμεν γεώργιον», «οἰκοδομηθέντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων», τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὖσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι.   6. ἀλλ’ «οὐκ ἐν πᾶσιν ἡ γνῶσις» κατὰ τὸν ἀποστολικὸν λόγον, ἀλλ’ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια.   7. αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγεν «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν» καὶ πάλιν ἀλλαχόθι «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» καὶ πάλιν «εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας» τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν «οὐκ οἴδατε οἵου πνεύματός ἐστε».   8. ἄρα οὖν «ἡ γνῶσις οὐκ ἐν πᾶσι»· «χαρίσματα γὰρ ἔχει ἕκαστος ἐκ θεοῦ διάφορα». καί φησιν ὁ ἅγιος λόγος «ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν», ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ’ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.

 

XXVII

1. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευματικῶς <δια>λεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δέ φημι τοῦ κυρίου, ὅσα [γὰρ] ἐστὶ βαθύτερα καὶ περισσοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν,   2. ὥς φησιν Ὠσηὲ ὁ προφήτης «τίς συνετὸς καὶ συνήσει ταῦτα;» καί «ᾧ λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά· ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς».   3. εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ’ οἱ ἀσεβεῖς προσκόπτουσι <ἐν> ταῖς ὁδοῖς κυρίου, ἀναιτίων τούτων οὐσῶν ἀνθρώποις προσκόμματος. οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· «προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος» καὶ ἐσκανδαλίσθησαν.   4. εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυθότα θεοσημείας ἐργαζόμενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον «τίς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃς λαλεῖ βλασφημίας;» καὶ ἄλλοτε «εἰ ἦν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον». ἄρα οὖν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν μόνον αὐτὸν ἐνόμιζον.   5. οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες <δὲ> τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν <σαρκὸς> οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα κακοδοξοῦσιν.   6. ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια. ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκούσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐσφάλλοντο. ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν.   7. καὶ οὗτοι πάλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, ψιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν <εἰρημένα> καὶ φασίν· ἀλλ’ εἶπεν «ἐγὼ ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ πατέρα ὑμῶν»· ὁρᾷς ὅτι καὶ αὐτὸς ἕν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν.

 

XXVIII

1. Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· «αἱ γὰρ διέξοδοι αὐτοῦ» φησίν «ἀφ’ ἡμερῶν αἰῶνος». ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμήν.   2. ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον «ἀλλ’ ἐπωρώθη ἡ καρδία αὐτῶν» καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ γὰρ εἰπεῖν ποιήσωμεν οὐχ ἑνός ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν.   3. ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ γὰρ εἰπεῖν αὐτὸν κατ’ εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ’ εἰκόνα ἐμὴν ἢ κατ’ εἰκόνα σήν, ἀλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ «κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ’ εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.   4. ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ «ποιήσωμεν» συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ «δι’ αὐτοῦ ἐγένετο» τὰ γενόμενα. εἰ δι’ αὐτοῦ δὲ γέγονε, καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται.   5. ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι’ αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος «ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι»· καὶ <γὰρ> ὧδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν τῷ λέγειν τοῦτο.   6. ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπότης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων; πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὖν τελείῳ πρόσελθε τῷ υἱῷ καὶ <ὡς> υἱῷ γνησίῳ ὄντι παρὰ πατρός.

 

XXIX

1. Καὶ μὴ διὰ κακόνοιαν εἴπῃς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ «ποιήσωμεν», ὁ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί «ποιήσωμεν» καὶ ὁ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον.   2. τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ ἐστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει «θεός μου». οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν λέγω, ἀλλὰ πῶς ἔχει ἡ τῆς θεότητος ἀκολουθία.   3. καὶ πάλιν «ἤκουσεν Ἀδάμ» φησί «τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν, ἀλλὰ θεὸν αὐτοτελῆ ἐνταῦθα λέγει.   4. καὶ πάλιν «καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε» καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις.   5. «καὶ ὤφθη» φησίν «ὁ θεὸς τῷ Ἀβραάμ, καθεζομένου αὐτοῦ πρὸς τῇ δρυῒ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου», ἵνα τὸν ἕνα δείξῃ θεόν, τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλους δύο ἀγγέλους αὐτοῦ.   6. περὶ γὰρ τούτου καί <φησιν> «ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ»· αὐτὸς δὲ ὁ ἐλθὼν πρὸς αὐτὸν λέγει «μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή» φησί «Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με» καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός μου καὶ θεὸς ὑμῶν.   7. «καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα», ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή «καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα παρὰ κυρίου πῦρ καὶ θεῖον»· καὶ οὐκ ἦν τῆς λέξεως χρεία τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.   8. καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». ἐὰν δὲ εἴπῃ «ἄγγελοι θεοῦ» καὶ «πῦρ παρὰ κυρίου» καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἄγγελος γὰρ ἀγγέλῳ οὐ προσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν.

 

XXX

1. Δαυὶδ δέ φησιν «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». κύριος, φησί, τῷ κυρίῳ μου· ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἦν, ἧς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν.   2. «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός»· καὶ οὔπω <χρεία> ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.   3. καί «σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ καὶ αἱ διέξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰώνων», καὶ κατὰ ἄλλα ἀντίγραφα «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ». καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.   4. ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἰερεμίου καὶ Ἠσαΐου ὡσαύτως, τὸ ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον καὶ σάρκα σχεῖν, καθάπερ Ἰερεμίας φησί «καὶ ἄνθρωπός ἐστι. καὶ τίς γνώσεται αὐτόν;», τότε μετασχὼν τῆς σαρκὸς καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα (κατὰ τὸ εἰρημένον «γενόμενος ἐκ γυναικός») καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ τὸ ἡμέτερον φησὶ «θεόν μου»·   5. διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γνησιότητος κατὰ φύσιν λέγει «πατέρα μου» καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν «πατέρα ὑμῶν», διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός «θεὸν ὑμῶν».   6. θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν· θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα.   7. θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι’ ἣν δι’ ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ’ ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου.

 

XXXI

1. Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν.

2. ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει οὐδὲ διψήσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. καί φησιν «ὁ θεὸς ἡμῶν οὐ κοπιάσει», ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ· καί «οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ», ὕπνωσε δέ, φησίν, ὁ κύριος ἐν τῇ νηΐ.   3. ὦ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων. οὐ μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο καὶ σάρκα ἔλαβε καὶ ἄνθρωπος εὑρέθη καὶ ὑπὸ τῶν γραμματέων συνελήφθη καὶ <ὥς φησι> «τὸν νῶτον εἰς μάστιγας ἔδωκα, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων».   4. ἀλλὰ καὶ «ἔκλαυσε», <ὡς> κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, – καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ ἰσχυρότατον –  5. καὶ «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄγγελος ἐνισχύων αὐτόν».   6. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾷ «ποῦ τεθείκατε τὸν Λάζαρον;» καὶ περὶ τῆς αἱμοῤῥοούσης «τίς μου ἥψατο;» καὶ περὶ τῶν ζητούντων αὐτόν «τίνα ζητεῖτε;», ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;»,   7. ἀλλὰ καί «πόσους ἄρτους ἔχετε μεθ’ ἑαυτῶν;» ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι» καί «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς», ἀλλὰ καί «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας»,   8. ὁ σοφία ὢν καὶ «διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ» καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων «καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων». τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι’ ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.

 

XXXII

1. Ἀλλ’ ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι’ ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ’ αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι’ ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται·   2. καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ <ἤδη> εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ’ αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι.

3. «ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;» ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον <τὸ> πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ’ ὁποτέρας ποιήσεως τῷ λόγῳ. πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο;   4. εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο;   5. πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν.   6. καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ, ἐν τῷ εἰπεῖν «ἄνθρωπός ἐστιν», <ὅτι ἄνθρωπός ἐστιν> ἐν ἀληθείᾳ <καὶ τό> «τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώποις καὶ θεός ἐστιν ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον.   7. ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος· «καὶ ἡ παρθένος, <φησί>, (τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης) ἐν γαστρὶ ἕξει καὶ [τὸ] τέξεται υἱόν».   8. εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ «αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος»· ὁ δὲ ταπεινοφρονῶν «οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον τὸν θεόν μου» φησί, παραιτησάμενος τὸ αἰτήσασθαι σημεῖον.   9. εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελήσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῷ τῷ Λόγῳ οἰκονομήσας.   10. φησὶ γὰρ ὕστερον «καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ’ αὐτοῖς ἀγνοηθείς. ἀλλ’ οὐ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε «καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ἀλλὰ καλέσουσι.

 

XXXIII

1. Τὸ δὲ «γενόμενος ἐκ γυναικός», καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος <σὰρξ> πληρωθῇ, ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ. εἰ δὲ καὶ τὸ «οὐ διψήσει» περὶ θεοῦ λόγος, περὶ δὲ υἱοῦ, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται.   2. πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὖσα, εἰ μὴ εἶχε τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις.   3. εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθινὴν ὑποδείκνυσιν. ἔλυσε Λουκιανιστῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν·   4. Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. εὔηθες δ’ ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ λογίζεσθαι.   5. ἀλλά, φασί, σὰρξ καθ’ ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε <τὰ> ἄλλα πράττει. καὶ αὐτὸς σύμφημι σάρκα καθ’ ἑαυτὴν μὴ ἔχειν ταῦτα.   6. ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη καὶ τὰ ἄλλα.   7. δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ’ ἀληθείᾳ· καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, <ἀλλὰ τῇ σαρκὶ> καὶ τῇ ψυχῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.

 

XXXIV

1. Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἦλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ· «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἵνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ συγκατατεθεῖσθαι, ἵνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι.   2. ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν «ἐν νεκροῖς ἐλεύθερος»· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημαντικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἕως Ἅιδου καταβεβηκέναι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος «καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ», τουτέστιν ὑπὸ τοῦ Ἅιδου.   3. καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν» καί «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων» καί «ἡ ψυχή μου τετάρακται» φησί «καὶ τί εἴπω; (ὡς ἐπ’ ἀμφιβόλῳ λέγων «τί εἴπω;») πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης·   4. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην», ἵνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ «τετάρακται», ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ παρα<χαρα>χθῇ.   5. οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἰσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσει, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν, ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὑπεναντίον,   6. οὕτως καὶ ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος «ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο» ἐπιτιμήσας, «ὕπαγε ὀπίσω μου, σατανᾶ» εἰπών «ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων».   7. ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν οὐκ ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον·   8. ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας.   9. ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν λέγων «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι». ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.

 

XXXV

1. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου».   2. τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν; τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὖν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι.   3. εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὅτι «ἡ ψυχή μου τετάρακται» καί «<ἐξουσίαν ἔχω> τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν», οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται.   4. καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκιανισταῖς εἴτουν Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολία.   5. ἀλλά, φησίν· «ὁ Λόγος σὰρξ ἐγένετο», καὶ οὐκ εἶπεν «ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο». πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ «ὁ Λόγος σὰρξ ἐγένετο» τὰ πάντα περιέχει.   6. κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· ἰδοὺ λέγει «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν· ἐποίησεν αὐτῷ ἧπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι. παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως. ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὖ ἐστι δῆλον.

 

XXXVI

1. Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἦν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη, ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη.   2. καὶ ὅτι <ὁ θεὸς> «οὐ κοπιάσει οὐδ’ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ’ ἐν σαρκί. ἔδει γὰρ τὴν σάρκα κοπιάσαι, ἵνα μὴ δοκήσει νομίζηται, ἀλλ’ ἀληθείᾳ·   3. καὶ τὰ ἄλλα ὅσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν. ἔλαβε γὰρ ταῦτα καὶ ἄνθρωπος εὑρέθη.   4. «εὑρήκαμεν, γάρ <φησιν>, Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς». οἱ δὲ εὑρόντες αὐτὸν διὰ τῆς ἀκαταλήπτου φύσεως, τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὑρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ «τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέ<ς>τρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων», ἔκλαυσε καὶ ὅσαπερ ἄλλα περὶ αὐτοῦ· ᾄδεται.   5. τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι· καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται.   6. καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης. εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται.

 

XXXVII

1. Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος. ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν».   2. τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ ἀνατρέπουσιν ἑαυτούς· οὐδὲν γὰρ τούτου καιριώτερον.   3. ἐν τῷ γὰρ εἰπεῖν «γέγονεν ἐν ἀγωνίᾳ» τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. καὶ ἵνα δείξῃ ὅτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν «ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος».   4. σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν. «ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν», οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, «ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», θεῷ ὄντι ἀεὶ Λόγῳ καὶ πρὸς τῷ πατρὶ ὄντι ἀεὶ καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ’ ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωυσέως ἐν τῇ ἐρήμῳ ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε «προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι θεοῦ».   5. τό «ἐνισχυσάτωσαν αὐτόν», οὐχ ὡς παρέχοντες αὐτῷ ἰσχύν· ἀλλ’ ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν θεόν, [ὑπὸ] ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζῴων βοώντων καὶ λεγόντων «σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς», ἐν τούτῳ δείκνυσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος, ὡς καὶ ὁ ἄγγελος ὤφθη ἐνώπιον τῶν μαθητῶν προσκυνῶν τὸν αὐτοῦ δεσπότην·   6. μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν, τὴν τὴν ἁμαρτίαν θραύσασαν.   7. καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· σή ἐστιν ἡ ἰσχύς, δέσποτα· σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.

 

XXXVIII

1. Ἐὰν δὲ πάλιν εἴπῃ «ποῦ τεθείκατε Λάζαρον;» ἀνθρωποπαθῶς <λέγων> καὶ περὶ τῆς αἱμοῤῥοούσης «τίς μου ἥψατο;» ἤ «τίνα ζητεῖτε;» ἤ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο» ἤ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ» ἤ «πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα», οὐχ ὁρᾷς ἀπ’ αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα;   2. ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι».   3. «ποῦ τεθείκατε τὸν Λάζαρον;» ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὁδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει;   4. οὔκουν, ἄλλ’ ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτῷ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν.   5. ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν «τεταρταῖός ἐστιν, ἤδη ὄζει» μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ’ εἰπεῖν· πάντα οἶδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ’ ἐλέγχει πειράζων καὶ φιλανθρωπεύεται.   6. καί «τίς μου ἥψατο;» φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἥψατο, ἀλλ’ ἵνα μὴ εἴπῃ δι’ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ’ ὅπως ἐκείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· «ἡ πίστις σου σέσωκέ σε», ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι.   7. «τίνα με» φησί «λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει «Ἀδάμ, ποῦ εἶ;» ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων «ἐκ τοῦ ξύλου ἔφαγες».   8. καὶ τῷ Κάϊν «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ «ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με». οὐκ ἠγνόει τοίνυν ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ’ ὅπως δῷ αὐτῷ τόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.

 

XXXIX

1. Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ «τί τοῦτο τὸ ἐν τῇ χειρί σου;» αὐτὸς ἔλεγεν «ἐγώ εἰμι ὁ ὤν».   2. καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν».   3. καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός ἐστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἰρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολλάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος.   4. καί «ποῦ Σάῤῥα ἡ γυνή σου;» τῷ Ἀβραὰμ ἔλεγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱὸς θεοῦ. εἰ γὰρ ἠγνόει ποῦ ἐστιν, οὐκ ἂν ἔλεγεν «Σάῤῥα».   5. «ἐγέλασεν οὖν ἡ Σάῤῥα ἔνδον οὖσα» βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ, ἵν’ ὅτε ὑποδέχονται ξένους ἐξ ἰδίων καμάτων ὑπηρετῶσι μέν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὐτῶν τοῖς ἀνδράσι μὴ ὑποδεικνύωσιν.   6. ἐκείνη γὰρ ἡ μακαρία πάντως ἐξήρτυσε καὶ ἐξαρτύσασα εἰς πρόσωπον ἀγγέλων οὐκ ὤφθη, σεμνότητος ὑπογραμμὸν ὑποβάλλουσα ταῖς μετὰ ταῦτα γενεαῖς. ἀλλὰ καὶ ἵνα δείξῃ ὁ παρὼν τίς ἐστιν, <τὸ> ὄνομα τῆς γυναικὸς ἐκάλει ὁ ἐπιξενωθεὶς πρὸς τὴν ὥραν, ὅτι οὔτε τὸ ὄνομα αὐτὸν λέληθεν οὔτε πλάσμα οὔτε διανόημα ἀνθρώπου.   7. «τίνα με» φησί «λέγουσιν εἶναι οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ τὸν μὲν υἱὸν τοῦ ἀνθρώπου αὐτὸς φράζει ὁμολογῶν, ἵνα μὴ νομίσωσι περὶ τοῦ ἀοράτου αὐτὸν ἐρωτᾶν. οἱ δέ φασιν Ἠλίαν καὶ Ἰερεμίαν καὶ Ἰωάννην. «ὑμεῖς δὲ τίνα με λέγετε;»· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος» φησὶ καὶ εὐθὺς μακαρίζεται.   8. οὐ γὰρ ἀγνοῶν ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι πατρός ἐστιν ἡ διδαχὴ ἡ τὸν υἱὸν τῇ ἐκκλησίᾳ ἀληθινὸν <θεὸν> κηρύττουσα, ἵνα ἀναγκασθῇ ὁ Πέτρος λέγειν ἃ παρὰ τοῦ πατρὸς ἐδιδάχθη.

 

XL

1. Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ ὅτι «δι’ ἐμοῦ εἰσέρχονται πρὸς τὸν πατέρα» καὶ ἠλλοιωμένον τῆς τοῦ πατρὸς οὐσίας ὑπολάβῃς. αὐτὸς γὰρ πάλιν διδάσκει «οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσῃ». ὡς γοῦν ὁ πατὴρ πέμπει πρὸς τὸν υἱόν, καὶ ὁ υἱὸς εἰσφέρει πρὸς τὸν πατέρα, ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι θεότητα.   2. τὸ δέ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», εἰ σοφία ἐστὶ τοῦ θεοῦ, οὐκ ἐνδέεται σοφίας. ἀλλ’ ἐπειδὴ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, οὐ τὸ πλήρωμα ἠλαττώθη· ἀλλ’ ἵνα δείξῃ ἀπ’ οὐρανοῦ μετακενωθέντα εἰς ἀνθρωπότητα τουτέστιν εἰς ἐργαστήριον Μαρίας.

                    3. «μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι», φησίν· οὐκ εἶπεν ἐκχυθέν, ἀλλ’ ἐκκενωθὲν ἀπ’ οὐρανοῦ εἰς γῆν, ἵνα ἀπὸ γῆς εἰς Μαρίαν <ἐκκενωθῇ>.
καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυΐσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναούμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλὴμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων καὶ τὰ μέρη Τύρου καὶ Ναῒν καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν καὶ τὸ ὄρος τῶν ἐλαιῶν καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα εἰς τὸ πραιτώριον καὶ πρὸς Ἡρῴδην, εἰς τόπον Γολγοθᾶ εἰς τὸ μνῆμα καὶ ἕως τοῦ Ἅιδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν καὶ εἰς οὐρανούς.   4. μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ’ οὐρανοῦ ὅλην τὴν γῆν ἡγίασε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθεία.   5. ὁ ὄρος [ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ <λέγεται>, καὶ μέγα ὄρος, «λίθος <δὲ> τεμνόμενος ἄνευ χειρῶν» ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος <δὲ> πάλιν ἀναλαμβάνων [τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ <δηλον>ότι [τὸ] ὄρος οὐκ <ὂν ἐν> ἑνὶ τόπῳ, ἀλλὰ πληρῶν ἅπασαν τὴν οἰκουμένην,   6. οὗτος ὁ σοφία ὢν καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ».   7. ἐπεὶ σοφία ὢν τοῦ πατρὸς καὶ «διδάσκων ἀνθρώπους» λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ «φυτεύσας τὸ οὖς» τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς;   8. ἀλλ’ ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς <ἀλλ’> ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἡλικίας. ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.

 

XLI

1. Ἑτέρας δὲ πάλιν θηρῶνται ματαίας ὑπολήψεις παραπλέκοντες τοῖς θείοις λόγοις καὶ ἐναντίως διανοοῦνται καί φασιν· πῶς οὖν γέγραπται «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» καί «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε».   2. καὶ θαῦμά μοι μέγα ἐπέρχεται πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι τὴν ἐν αὐταῖς φραζομένην δύναμιν ἀγνοοῦσι. τὸ γὰρ εἰπεῖν «δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐ περὶ τῆς θεότητος εἴρηται.   3. ὁ θεὸς γὰρ ἦλθε καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι γραφαί. οὐδὲν γὰρ ἐν αὐταῖς ἐστὶ σκολιὸν ἢ στραγγαλιῶδες, «πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν».   4. «λάβετε» γάρ φησι «παιδείαν καὶ μὴ ἀργύριον»· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ θεοῦ τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς δὲ συνιοῦσιν ὀρθῶς καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα.   5. ἵνα δὲ αὐτοὺς ἐλέγξῃ, ὁ ἀπόστολός φησι· «πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ <πρὸς θεὸν> ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας».   6. διὰ τοῦτο καὶ αὐτὸς ὁ μονογενής, ἐπειδὴ ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς ἦλθε γενέσθαι, ἔλαβεν ἐξ ἡμῶν τὴν σάρκα, ἵνα ὑπὲρ ἡμῶν ὁ ἀφ’ ἡμῶν γενόμενος προσφορὰ τῷ ἰδίῳ πατρὶ θεῷ τοὺς μαθητὰς «ἀδελφοὺς καλέσῃ». ποῦ οὖν τὸ γενόμενος πληροῦται; οὐκ ἄλλοθεν, ἀλλὰ πρὸς τοῦ ἀρχιερέως. «δέξασθε, γάρ <φησιν>, τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν».

7. Ἵνα δὲ καὶ παραδείγματι περισσοτέρῳ χρήσωμαι· ἐρωτήσειέ τις βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ καὶ λέξει αὐτῷ τολμήσας· τίς οὗτός ἐστιν; ἀκούσας δὲ παρὰ τοῦ πατρὸς δικαίαν ὁμολογίαν· υἱός μού ἐστι, πάλιν ἔροιτο· υἱός σου κατὰ φύσιν; καὶ ναί τοῦ βασιλέως εἰπόντος αὖθις ἐπάξει ὁ ἐρωτῶν· τί οὖν αὐτὸν ἐποίησας; πάντως ἂν ἐρεῖ· βασιλέα αὐτὸν ἐποίησα.   8. ἆρα τὴν ἀξίαν εἰπὼν τὴν γνησιότητα ἠρνήσατο; ἐὰν τὸ δεύτερον εἴπῃ, τὸ ἀρχαῖον ἠφάνισεν; οὐδαμῶς. οὕτως γοῦν καὶ ὁ θεὸς καὶ πατὴρ ἐγέννησε τὸν υἱὸν ἀνάρχως καὶ ἐν σαρκὶ πεπλήρωται τό «ἐποίησεν αὐτὸν ἀρχιερέα».

 

XLII

1. Ἀλλά, φασί, γέγραπται «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. ἡ γὰρ βίβλος παροιμίαι καλεῖται Σολομῶντος. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει.   2. ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν.   3. «ὁμοία γάρ ἐστι» φησίν «ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως»· καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος.   4. εἰ ἄρα δεῖ λέγειν τόπον, ἐν ᾗπερ βασιλείᾳ ἐστὶ βασιλεὺς ὁ θεὸς καὶ πατὴρ καὶ ὁ θεὸς Λόγος καὶ υἱὸς τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἄγγελοί τε καὶ ἀρχάγγελοι, στρατιαὶ πνευματικαί, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντες δίκαιοι, ποῦ τοίνυν τὰ τοσαῦτα ἐν κόκκῳ σινάπεως χωρηθήσεται; τὸ δὲ τροπικὸν τοῦ λόγου αἰνιγματωδῶς λέγεται. ἄρα οὐ ταυτόν ἐστι τὸ παροιμιαζόμενον.   5. ἀλλὰ καὶ γυναικὶ ἐχούσῃ δέκα δραχμὰς καὶ ἀπολεσάσῃ μίαν καὶ λύχνον ἁψάσῃ καὶ εὑρούσῃ αὐτήν, ἀλλὰ καὶ σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, ἀλλὰ καὶ σπόρῳ σπειρομένῳ ἐπὶ τῆς γῆς. ταῦτα δὲ πάντα αἰνιγματωδῶς <λέγεται>, οὐ ταυτὸν δέ ἐστι τῇ δυνάμει.   6. καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροιμιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ εἴρηκε τοῦτον τὸν λόγον.   7. ἔστι γὰρ σοφία καὶ σοφία. οἶδεν οὖν ὁ ἀπόστολος λέγειν «οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν» καί «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου» καὶ πάλιν λέγει «οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν δυνάμει θεοῦ», καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων «ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ», καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν «ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καί «σοφία τοῦ πένητός ἐστιν ἐξουδενωμένη» καί «αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής» καί «σοφία πατρὸς ὁ μονογενής».

 

XLIII

1. Τί οὖν λέγομεν; εἰ σοφία πατήρ ἐστι καὶ ὁ υἱὸς δὲ κατὰ τὸν ἐκείνων νοῦν οὐ προῆλθεν ἐξ αὐτοῦ, Λόγος καὶ θεὸς ὢν καὶ σοφία ὤν, ἄρα ὁ πατὴρ λείπεται σοφίας ἐν ἑαυτῷ.   2. πῶς οὖν «θεῷ μόνῳ σοφῷ ἀοράτῳ» καὶ ταῦτα πάντα ἐστὶν ἀκατάληπτα καὶ ἄπειρα ἀνθρώποις; ἔδωκεν ὁ θεὸς σοφίαν τῷ Σολομῶντι καὶ ἐνέπλησε σοφίας τὸν Βεσελεὴλ καί «σοφοὶ ἄνθρωποι κρύπτουσιν αἰσχύνην».   3. καὶ περὶ σοφίας πολλὰ ἔστι λέγειν. ἐκείνη δὲ ἡ σοφία τοῦ πατρὸς μονοειδής ἐστι, μὴ ἔχουσα ἀντιπαράθεσιν ἄλλην.   4. ὅμως δὲ εἰ καὶ περὶ αὐτῆς ἦν ὁ λόγος ᾀδόμενος, οὔτε συντίθεμαι οὔτε ἀποτάσσομαι, θεῷ δὲ συγχωρῶ τὸ εἰδέναι· βεβιασμένως δὲ ὁρῶ ἀντιπαράθετα τὰ λεγόμενα. «ἔκτισε», γάρ φησιν, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με».   5. πῶς οὖν τὸ γεννώμενον θεμελιοῦται; πῶς δὲ τὸ κτιζόμενον γεννᾶται; εἰ γὰρ κτιστόν, οὐ γεννητὸν ὄντως.   6. ἡμεῖς γὰρ ἃ γεννῶμεν οὐ κτίζομεν καὶ ἃ κτίζομεν οὐ γεννῶμεν· ἐσμὲν γὰρ κτιστοὶ καὶ τὰ ὑφ’ ἡμῶν γεννώμενα κτιστά.   7. ἐν θεῷ δὲ τῷ ἀκτίστῳ τὸ γέννημα οὐ κτιστόν. εἰ γὰρ ἐγέννησεν, οὐκ ἔκτισεν· εἰ δὲ μετὰ τὸ κτίσαι πάλιν γεγέννηκε, πῶς ἄρα τὸ πρῶτον κτισθὲν ὕστερον γεννᾶται;   8. εἰ τοίνυν περὶ αὐτοῦ ἐστι τὰ λεγόμενα, εἰς τὴν ἔνσαρκον οἰκονομίαν πληροῦται. καὶ διὰ τοῦτο τὰ ἐγγύτερα πρῶτον λέγει καὶ τὰ ἀρχαιότερα ὕστερον διηγεῖται.   9. πεῖσαι γὰρ ἀνθρώπους τοὺς ἐγγυτάτω βουλόμενος ἀπὸ σαρκὸς ἄρχεται (ἀρχὴ γὰρ ὁδῶν τῆς δικαιοσύνης τοῦ εὐαγγελίου ὅτι σὰρξ ἡμῖν ὁ Λόγος ἐν Μαρίᾳ ἐγένετο ψυχή τε ἐν τῇ αὐτῆς σαρκὶ τεθεμελίωται), ἵνα τὰ ἀνώτερα ὕστερα δείξῃ.   10. λέγομεν δὲ ἐκ κόλπων πατρῴων ἀπὸ τῶν οὐρανῶν γενέσθαι ἐπὶ τὴν γῆν, ἐπεὶ ἦλθεν ἡμῖν ὕστερον τὴν πᾶσαν οἰκονομίαν τελέσας. οὐκ ἄρα τοίνυν κτιστὸς ὁ Λόγος (μὴ γένοιτο) καὶ οὐδὲν ἡμῖν σκολιὸν ἐνεγέννησεν ἡ θεία γραφὴ εἰς οὐδὲν τὸ παράπαν.

 

XLIV

1. Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι «κύριος ἐκτήσατό με», ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει «ἀδωναὶ κανανί»· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεννωμένων «ἐκτήσατο τέκνα».   2. ἀλλ’ οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὕτω δύναται ἑρμηνεύεσθαι «κύριος ἐνόσσευσέ με». καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε». οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ «τοῦτον τὸν Ἰησοῦν» <τουτέστιν> τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον.   3. ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί» καὶ πάλιν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», ὥς φησι Παῦλος.   4. καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῳ «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός», ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ <τῶν> κατωτέρω, αὐτὸν δὲ εἶναι φυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν.   5. συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός», «ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών». ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ’ οὐ ψιλόν.   6. τὸ γάρ «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὢν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.

 

XLV

1. Ἀλλὰ καὶ πάλιν ἀμαθαίνοντές φασιν· ὁρᾷς ὅτι «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι’ ἁρπαγμοῦ, ἀλλ’ «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ θεὸς εἶναι φύσει, ὅτι ἦν.   2. εἰ μὴ γὰρ ἦν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ <γὰρ τῷ λαβὼν> τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἵνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ’ <ἵνα> ἐν ᾗ μορφῇ ἔλαβε τοὺς ὑπακούοντας δούλους ἐλευθερώσῃ.   3. ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν <ἑαυτὸν> ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ τοῦ θαῤῥαλεώτερον οὕτω δεικνύειν ἐν τῷ λέγειν «ἐὰν μὴ εἴπω, ἔσομαι καθ’ ὑμᾶς ψεύστης»· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν «δι’ ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ’ ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ».   4. ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ <περὶ> αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τὰ τοιαῦτα.   5. δηλονότι καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ εἰς αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα. οἴδαμεν δὲ δι’ ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι δι’ αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι’ αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἑδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος <διὰ> τὸ τεθεμελιωμένον· ἥλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας.

 

XLVI

1. Εἶτά φασιν ὅτι <εἰ> γέγραπται περὶ αὐτοῦ ὅτι κτίσμα ἐστίν, ὁμολογεῖν δεῖ καὶ τὸ κτίσμα. ἰδοὺ κἀγὼ διηγησάμην μέρος τι τῶν χρήσεων τῶν διὰ τῶν αἰνιγμάτων αὐτοῦ εἰς ἡμᾶς πεπληρωμένων.   2. εἴπωσιν <δὲ> ἡμῖν ἐν τῷ λέγειν αὐτὸν κτίσμα τί χρησιμεύει; θύρα εἰκότως εἴρηται τροπικῶς, ἵνα γένηται εἴσοδος ἡμῶν καὶ ὠφέλεια, καὶ ὁδός, ἵνα δι’ αὐτοῦ βαδίζοντες μὴ πλανηθῶμεν· κτίσμα <δὲ> διὰ τί ἡμῖν γίνεται;   3. τί ἡμᾶς ὠφελεῖ; ναί, φησὶν ὁ κενόδοξος φιλονεικῶν· εἰ μὴ γὰρ αὐτὸν εἴπῃς κτίσμα, τῷ πατρὶ πάθος περιτίθης. πᾶς γὰρ γεννῶν πάθει περιβέβληται· ἢ γὰρ συστέλλεται ἢ πλατύνεται ἢ ἁπλοῦται ἢ ἀποῤῥέει ἢ ὀγκοῦται ἤ τι τῶν τοιούτων <πάσχει>.   4. φεῦ γε καὶ τῆς τοιαύτης διανοίας πονηρᾶς οὔσης καὶ οὐκ ἀληθεστάτης. τίς ταῦτα περὶ θεοῦ διανοηθήσεται; ποία δὲ ὑπόνοια τοιαῦτα τολμήσει; δηλονότι οὐδεὶς οὐδὲ τῶν δαιμόνων τοιοῦτόν τι διανοηθήσεται.   5. κἄν τις ὁμολογῇ τὸν πατέρα, πιστεύει αὐτὸν τὸν υἱὸν ἐν ἀληθείᾳ γεγεννηκέναι. οὐ γὰρ ὄγκοις περιφέρεται τὸ θεῖον οὐδὲ σῶμά ἐστιν ἔγκυον, ἵνα ὑπομείνῃ τὰ προειρημένα.   6. «πνεῦμα γὰρ ὁ θεός», πνεῦμα δὲ ῥύσιν οὐχ ὑφίσταται οὐ τομὴν οὐ <συ>στολὴν οὐ μείωσιν οὐχ ἅπλωσιν οὐδέ τι τῶν τοιούτων. καθὸ τοίνυν ὁ πατὴρ πνεῦμά ἐστι, τὸν υἱὸν θεὸν Λόγον γεγέννηκε πνευματικῶς ἀχρόνως ἀκαταλήπτως καὶ ἀνάρχως.

 

XLVII

1. Ἵνα δὲ τούτους πείσωμεν τοὺς ταῦτα νοοῦντας, οὐχ ὅμοια μὲν φάσκοντες, ἀφ’ ὁμοίων δὲ τὴν αὐτῶν ἀποστρέφοντες κακὴν ἀπολογίαν εἴπωμεν· κτίσμα ἐστὶ [τὸ] ἀπείρως καὶ μυριονταπλασίως τοῦ αὐτοῦ δεσπότου ἀποδέον.   2. καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι πυρός, γεμίσαντες ὕδωρ ἐν ἄγγει ὑελίνῳ καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον, ἐκ λίνου ἢ ἐκ στυπείου πεποιημένην. ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς μαρμαρυγῆς ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται καὶ ἐξάπτει τὸ πῦρ. ἆρα τέτμηται ὁ ἥλιος διὰ τῆς μετοχῆς τῆς οὐσίας; ἆρα ἐνέλειψεν; ἆρα μεμείωται; οὐχί, φασίν.   3. εἰ τοίνυν κτίσμα ὢν οὐκ ἐμειώθη, πόσῳ γε μᾶλλον ὁ ἄπειρος καὶ ἀκατάληπτος καὶ ἄχραντος ὢν θεός, ἐξ ἑαυτοῦ γεννήσας πνεῦμα ὢν θεὸν Λόγον ἄφραστον καὶ ἀκατάληπτον καὶ ἄφθαρτον ἐν ἀφθαρσίᾳ ἐγέννησεν, οὐ διὰ πάθους οὐ διὰ τομῆς οὐ δι’ ἐλλείψεως, ἀλλὰ τέλειος τέλειον ἐν τελειότητι.   4. καὶ ἡ μὲν τοῦ πυρὸς φύσις πολλοὺς λύχνους ἅπτει ἀπὸ ἑνὸς καὶ ὁ πρῶτος ὑπάρχων οὐκ ἐμειώθη· πάλιν δὲ δύναται ἡ αὐτὴ οὐσία ἐκ πολλῶν μερικῶν εἶναι, φημὶ δὲ λύχνων ἢ λαμπάδων.   5. ἀλλ’ οὐχ οὕτω τὸ θεῖον, μὴ γένοιτο· οὐ πάλιν γὰρ <εἰς>ῆλθεν ὁ Λόγος καὶ συναλοιφὴν τῷ πατρὶ εἰργάσατο, ἀλλ’ ὁ πατὴρ πατήρ ἐστι καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πνεῦμα ἅγιον.

 

XLVIII

1. Μωρὸν γὰρ τὸ παρὰ τοῖς Μανιχαίοις εἰρημένον ὅτι ἐν † τῷ νοῒ τοῦ Μάνη αἱ ψυχαὶ ἀπὸ τοῦ στύλου τοῦ φωτὸς γενόμεναι ἓν σῶμά εἰσι καὶ λυόμεναι ἀπὸ τῶν σωμάτων αὖθις ἀναπλάττονται τῇ μιᾷ οὐσίᾳ, ὡς εἰς τὸν ἕνα στῦλον <συναγόμεναι> κατὰ τὸ μυθῶδες αὐτῶν τοῦ πλάσματος.   2. ἀλλ’ οὐχ οὕτως ἔδειξε τὸ εὐαγγέλιον, ἀλλ’ ἔκλασεν ἀπὸ πέντε ἄρτων καὶ ἐχόρτασε πεντακισχιλίους καὶ οὐκ ἀφῆκεν αὐτῶν τὰ περισσεύματα, ἀλλά «συναγάγετε» φησί «καὶ μηδὲν ἀπολίπητε τῶν κλασμάτων», καὶ συνήγαγον δώδεκα κοφίνους·   3. καὶ εἰς τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις οὐκ εἰς συνάφειαν ἄρτων ὡς ἦσαν ἐποίησε. συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ’ εἰς πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων.   4. καὶ οὐ καθ’ ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν καὶ τὸ προειρημένον τοῦ ἡλίου ὑπόδειγμα. οὐ γὰρ τοὺς ἄρτους ψυχὰς λέγομεν οὔτε <τὰ> κλάσματα, μὴ γένοιτο, οὔτε τὸν θεὸν ἐξισοῦμεν τῷ ἡλίῳ <τῷ> ὑπ’ αὐτοῦ ἐκτισμένῳ οὔτε τὸν μονογενῆ αἴγλῃ τῇ ὑπὸ τοῦ ἡλίου εἰς τὸ στυπεῖον πεμπομένῃ.   5. κατὰ δὲ τὸ ὅμοιον καὶ <αἱ> ψυχαὶ αἱ γεννηθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ’ εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι «πολλαὶ μοναὶ παρὰ τῷ πατρί»· οὐκ εἰς ἕνα δὲ βουνὸν γινόμεναι, ἀλλ’ ἑκάστου ἰδιαζόντως ἀριθμουμένου.   6. οὐδὲ ἐν τῷ λέγειν γεγεννηκέναι τὸν θεὸν τὸν μονογενῆ αὐτοῦ υἱὸν πάθος αὐτῷ προσάπτομεν κατὰ τὴν ἐκείνων κακὴν βλασφημίαν. πᾶς γὰρ γεννῶν ἐμπαθῶς κάμνει καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα κατὰ τὸν ἐκείνων λόγον, ἵνα μὴ δῶμεν θεὸν κάμνοντα ἢ πάσχοντα. πόθεν οὖν εὕρομεν τὸν υἱὸν ἢ διὰ τί ὄνομα υἱοῦ ἔχει;   7. οὗτοι δὲ συλλογισμοὶ ἀνθρώπων καὶ ἀπὸ γηΐνων φρονημάτων ὁρμώμενοι. τὰ γὰρ ἡμῶν πάθη τῶν ἀνθρώπων εἰς θεὸν ἀθέμιτόν ἐστι λογίζεσθαι, σαφῶς τοῦ θεοῦ λέγοντος «οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου» καὶ πάλιν «οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ θεός».

 

XLIX

1. Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ πατρὸς τοῦ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· πάλιν <δὲ> ὡς ἐπὶ μελλόντων λέγει «σὺ γὰρ ὁ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην», καὶ τότε ἐν τοῖς ᾄσμασιν «ἐκλελοχισμένος ἀπὸ μυριάδων».   2. πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν. νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν «ἐξελεξάμην» κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται.   3. εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, «ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ». τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν.   4. φανερὸν γὰρ πόθεν ἐκλελοχισμένος καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν καὶ Μαρία μόνη «εὗρε χάριν» καὶ ἐν αὐτῇ ἐξελέξατο τὴν ἁγίαν σάρκα.   5. διὰ τοῦτο ἔφη εὐδόκησα, ὡς καὶ Δαυὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν κύριον πεπιστευκότων καὶ μετὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, ὅτι «ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· <ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,> τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε»,   6. τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ, ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ πνεύματος ἁγίου ἐκλελεγμένην. τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρκὸς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ πατήρ. εὐδόκησε γὰρ ὁ πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ, ἡ δὲ θεότης ἀπείρως ἔχει τῆς φύσεως.

 

L

1. Λέγει δὲ αὐτὸν ὁ ἀπόστολος καὶ «υἱὸν ἀγάπης», «ὃς ἐῤῥύσατο ἡμᾶς» φησίν «ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ».   2. καὶ οἱ ληροῦντες ἐνταῦθα μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης θεοῦ εἶναι τὸν υἱόν φασι. καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου· ἐν ἄλλῳ γὰρ τόπῳ φησὶν ὁ ἀπόστολος ὅτι «θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ».   3. ἀληθῶς γὰρ υἱὸς ἀγαπητὸς ὁ μονογενής, ἐπειδὴ ἀγάπη ὁ πατήρ, ἀγάπη ὁ υἱός, ἐπειδὴ ἀγάπη ἐξ ἀγάπης ἐστίν. υἱὸς οὖν ἐστιν ἀγάπης δι’ ἡμᾶς καὶ δι’ ἑαυτόν, ὅτι ἐν αὐτῷ ἠγάπησεν ἡμᾶς καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ παρέδωκεν ὑπὲρ ἡμῶν. οὔτε οὖν κάμνει ἐργαζόμενος οὔτε πάσχει γεννῶν.   4. καὶ μὴ μάτην ἐπισωρεύωσιν ἑαυτοῖς βλασφημίας. εἰ γὰρ κτιστός ἐστιν ὁ υἱός, οὐ προσκυνητὸς κατὰ τὸν ἐκείνων λόγον. μωρὸν γάρ ἐστι κτίσιν προσκυνεῖν καὶ ἀθετεῖν τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν».   5. οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. προσεκύνησαν αὐτῷ οἱ μαθηταί, προσκυνοῦσιν αὐτῷ οἱ ἄγγελοι ἐν οὐρανῷ· <φησὶ γὰρ> «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ» καί «προσκυνήσω σε, κύριε ἡ ἰσχύς μου».   6. ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται· εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ υἱῷ τοῦ θεοῦ δεῖξαι, ποῦ εἶπεν ὁ πατὴρ ὅτι ἔκτισά μοι υἱὸν ἐν παλαιᾷ καὶ ἐν καινῇ διαθήκῃ ἢ ποῦ εἶπεν ὁ υἱὸς ὅτι ἔκτισέ με ὁ πατήρ. τέσσαρα εἰσὶν εὐαγγέλια κεφαλαίων χιλίων ἑκατὸν ἑξήκοντα δύο καὶ ἀπ’ ἀρχῆς ἕως τέλους ἐλάλησεν ὁ υἱὸς καὶ πρὸς αὐτὸν ὁ πατὴρ καὶ οὐδαμοῦ εἶπεν· ἔκτισέ με ὁ πατήρ μου, οὐδὲ ὁ πατήρ· ἔκτισά μοι υἱὸν ἢ ἔκτισα τὸν υἱόν μου.

 

LI

1. Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· τί οὖν λέγεις τὸ σῶμα; ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον. Μαρία δὲ τί; φησίν, ἄκτιστος ἢ κτιστή; κτιστὴ δηλονότι καὶ αὐτοὶ λέγομεν, γεννηθεῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖς τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν γὰρ μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὖν, κτίσμα προσκυνεῖς τὸ σῶμα.   2. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. καὶ γὰρ βασιλεὺς πορφύραν ἐνδεδυμένος ὑπὸ πάντων προσκυνεῖται ἆρα ἡ πορφύρα προσκυνεῖται ἢ ὁ βασιλεύς; εὔδηλον ὅτι ὁ βασιλεύς. συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βασιλέως καὶ εἰς τόπον θεμένου οὐκέτι προσκυνεῖται ἡ πορφυρίς.   3. καθέζεται καὶ ἐν ναῷ πολλάκις βασιλεὺς ἐπὶ θρόνου ἰδίου καὶ οἱ προσκυνοῦντες προσκυνοῦσι τὸν βασιλέα ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ ἐν τῷ θρόνῳ, ἐξεγερθέντος δὲ τοῦ βασιλέως οὐδεὶς οὔτε τὸν ναὸν οὔτε τὸν θρόνον προσκυνεῖ. οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ <ὄντα> λέγει τῷ βασιλεῖ· ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω.   4. οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ μονογενεῖ· ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ σὺν τῷ σώματι τὸν μονογενῆ, <τὸν> ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ὃν ἔλαβεν ἐλθών.   5. καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ· ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ. καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.

 

LII

1. Ἀλλά, φασί, τί οὖν λέγεις; θέλων ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ θέλων; ἐπειδὴ λέγει<ς>, ἦν ἀεὶ <ὁ> Λόγος καὶ οὐκ ἔνι χρόνος πρὸ τοῦ Λόγου; καίτοι γε καὶ αὐτῶν τῶν Ἀρειανῶν πρὸς ἀπάτην τινῶν ἀχρόνως τὸν υἱὸν τοῦ θεοῦ φασκόντων γεγεννῆσθαι, μὴ βουλομένων δὲ αὐτὸν ἀίδιον λέγειν, ἀλλὰ λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν· νομίζουσι δὲ τὸ ποτὲ μὴ εἶναι χρόνον.   2. ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικῶς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες <αὐ>τὸ μὴ λέγειν χρόνον εἰς ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος ἐν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες.   3. θέλων οὖν ἐγέννησεν ἢ μὴ θέλων; ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ <ὀφθαλμοῦ ἢ> πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἦκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος.   4. οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἔστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ’ ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται.   5. ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὅτι οὐκ ἦμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ’ ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ <οὔτε θέλων> οὔτε μὴ θέλων ἐγέννησε τὸν ἀιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.

 

LIII

1. Θαῦμα <δέ> μοι μέγιστον ἐπέρχεται, ὦ υἱοὶ τῆς πίστεως καὶ ἐκκλησίας, πῶς τὰ ἀληθινὰ ἐξέστρεψαν οἱ φιλόνεικοι εἰς ἀλληγορίαν καὶ τὰ τροπικῶς εἰρημένα εἰς τὰ ἀληθινὰ λαμβάνουσι σφαλλόμενοι. τὸ μὲν γὰρ γεγεννῆσθαι, ὅπερ ἐστὶν <ἐν> αὐτῷ κατὰ φύσιν, ἀρνοῦνται, λέγοντες οὐχ ὡς ἕν τι τῶν γεννημάτων· τὸ δὲ ἐκτίσθαι, ὅπερ ἐστὶν ἀλλότριον τῆς αὐτοῦ θεότητος, εἴ γε καὶ ἐν ἀλληγορίᾳ ποτὲ εἴρηται, ἐκεῖνο ἀληθινὸν λέγουσι, τὸ δὲ ἀληθινὸν ἀφανίζουσιν.   2. ἐν τῷ γὰρ εἰπεῖν Ἠσαΐαν «εἶδον τὸν κύριον σαβαώθ» καί «ὤφθη κύριος τῷ Μωυσῇ» καί «ὤφθη κύριος Ἀβραάμ» καί «εἶδεν ὅρασιν Δανιήλ, παλαιὸν ἡμερῶν» καὶ τὰ τοιαῦτα, καὶ ὤφθη κύριος Ἰεζεκιὴλ καὶ εἶπεν «εἶδον εἶδος θεοῦ», φασὶ ταῦτα μὴ εἶναι, ὡς τῶν προφητῶν καταψευδόμενοι·   3. δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εὐαγγελίου, οὗ εἶπεν ὁ σωτὴρ διδάσκων ὅτι «θεὸν οὐδεὶς πώποτε ἑώρακε». καί φασιν· εἰ τοίνυν ὁ μονογενὴς εἶπεν, ὅτι οὐδεὶς ἑώρακεν, προφῆται δὲ λέγουσιν ἑωρακέναι, ἀνάγκη ψεύδεσθαι ἢ τὸν μονογενῆ ἢ τοὺς προφήτας.   4. καὶ κατὰ τὸν λόγον τῶν οὕτω λεγόντων καὶ τῶν Μανιχαίων ἔσται τὰ ἐν προφήταις ψευδῆ. εἰ δὲ οὐ ψεύδονται οἱ προφῆται, ἀλλ’ ἀληθεύουσι, κατὰ τὸν τοῦ σωτῆρος λόγον ὅτι «ὁ λαλῶν ἐν προφήταις, ἰδοὺ πάρειμι», νοήσεώς ἐστι τὸ πρᾶγμα καὶ ἀλληγορίας χρεία.   5. καὶ γὰρ οὕτω πολλάκις τοῦτο πληροῦται· ὁρῶμεν τὴν θάλασσαν ἐκ μέρους τινὸς <ἐξ> ὄρους ἢ πεδιάδος καὶ ἀληθεύομεν ἐν τῷ <λέγειν> ἑωρακέναι. κἂν δέ τις εἴπῃ ὅτι οὐχ ἑώρακεν, οὐ ψεύδεται, ἀλλ’ ἀληθεύει. οὐκ οἶδε γὰρ ποῦ τὸ βάθος ποῦ τὸ μῆκος, οὐκ οἶδε τὸν ὄγκον οὐκ οἶδε τὸ κύτος.   6. καὶ ἀπὸ ὀπῆς τινος θεωροῦμεν οὐρανόν, τὴν δὲ ἐπέκτασιν οὐκ ἐπιστάμεθα. κἂν εἴπῃ τις εἶδον, εἶδεν· κἂν ἄλλος εἴπῃ οὐκ εἶδον, οὐκ εἶδεν. εἴδομεν γὰρ ἀληθῶς ὡς χωροῦμεν, οὐκ εἴδομεν δὲ καθό ἐστιν.   7. οὕτω καὶ οἱ προφῆται ὡς δι’ ὀπῆς <διὰ> τοῦ στενωποῦ τοῦ ἰδίου σώματος κατηξιώθησαν ἰδεῖν καὶ <ἐν> ἀληθείᾳ εἶδον, <ἀλλ’> οὐχ ὡς ἔχει τὸ ἄπειρον τῆς θεωρίας.   8. καὶ οὕτω πεπλήρωνται συνᾴδουσαι πρὸς ἀλλήλας αἱ θεῖαι γραφαί, τό τε τοὺς προφήτας λέγειν ἑωρακέναι (εἶδον γὰρ ἐν ἀληθείᾳ) καὶ τὸ τὸν σωτῆρα λέγειν «θεὸν οὐδεὶς πώποτε τεθέαται»· (οὐκ εἶδον δὲ καθό ἐστιν). ἀλλὰ [καὶ] αὐτὸς εἶδεν ἀοράτως τὴν φύσιν, δέδωκε δὲ τῷ μὴ δυναμένῳ ὁρᾶν δύναμιν χαρίσματος εἰς τὸ ἰδεῖν τὴν δύναμιν τῆς θεωρίας.

 

LIV

1. Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ <μὴ> ὁρῶντες. διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαΐας «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον»· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ «τοῖς ὀφθαλμοῖς μου». εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας.   2. οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς γῆς·   3. δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι «οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ». ἀλλὰ μὴ παρα<να>γίνωσκε καὶ λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος <σημαίνει>· οὐ γὰρ εἰπὼν «ἕως τρίτου οὐρανοῦ» περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν.   4. καί φησιν «οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν».   5. δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἵνα οἱ ἀληθινοὶ μὴ σφάλλωνται. οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ «οἶδα ἄνθρωπον» φησίν «ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» καὶ πάλιν «ἁρπαγέντα εἰς τὸν παράδεισον». τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν.   6. ὡς εἴ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὄρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὅτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι <ἐπέκεινα> τοῦ ὄρους ἀπελθεῖν, δυνατὸν ἔσται αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ὄρους πάλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως αὐτῷ δυνατόν.   7. οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, <ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι>, κατὰ τὸ εἰρημένον «κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ». καὶ ὁ σωτήρ φησι «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ».

 

LV

1. Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖται, οὐδὲν ἀληθεύει τῆς ἀκολουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται.   2. «ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· καὶ οὐκ ἔστιν ἀλληγορούμενα, ἀλλ’ ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν ἀληθείᾳ γεγονότα, ἄνθρωπόν <τε> ἐν ἀληθείᾳ ὄντα ἐποίησεν.   3. ἔθηκε τοίνυν τοῦτον ὃν ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ’ εἰκόνα ποιήσας τὸν αὐτὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ δέ.   4. μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ ἀρνούμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ’ εἰκόνα θεοῦ.   5. τὸ δὲ πῶς οὐ περιεργαζόμεθα τοῦ κατ’ εἰκόνα. οὔτε γὰρ τὸ πλάσμα νοοῦμεν κατ’ εἰκόνα οὔτε τὴν ψυχὴν οὔτε τὸν νοῦν οὔτε τὴν ἀρετήν. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με οὕτως λέγειν.   6. ἀλλ’ οὔτε λέγομεν τὸ σῶμα μὴ εἶναι κατ’ εἰκόνα οὔτε τὴν ψυχήν. πιστῶν γὰρ τὸ ὁμολογεῖν τὴν γραφὴν καὶ μὴ ἀρνεῖσθαι, ἀπίστων δὲ τὸ «ἀθετεῖν τὴν χάριν». ἔστιν οὖν ἐν τῷ ἀνθρώπῳ τὸ κατ’ εἰκόνα, αὐτὸς δὲ οἶδεν ὁ θεὸς πῶς ἐστιν.   7. ἐὰν γὰρ εἴπῃς τὸν ἄνθρωπον ἐποίησε κατ’ εἰκόνα καὶ νομίσῃς εἶναι τὸ σῶμα, ὁ δὲ θεὸς ἀόρατος ἀκατάληπτος ἀπερινόητος, πῶς τὸ ὁρατὸν καὶ καταληπτὸν καὶ ὑπὸ ἁφὴν ἐμπῖπτον εἰκὼν ἔσται τοῦ ἀοράτου καὶ ἀκαταλήπτου;   8. καὶ ἐὰν εἴπῃς, οὐκ ἔστι τὸ σῶμα κατ’ εἰκόνα, «ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον». καὶ ἄνθρωπον καλεῖ τὸ χοϊκόν, καὶ ἄνθρωπον καλεῖ τὸ ψυχικόν· «ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν».   9. κτιστὴν δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα νοοῦμεν. πῶς κτιστήν; «ἐνεφύσησε» γάρ φησιν· καὶ οὔτε μέρος θεοῦ λέγομεν εἶναι τὴν ψυχὴν οὔτε ἀλλοτρίαν τοῦ ἐμφυσήματος. πῶς δὲ κατὰ λεπτὸν τοῦτο νοεῖται, θεῷ μόνῳ ἔγνωσται.

 

LVI

1. Ἡμεῖς δὲ ἀπεριέργως καὶ ἀκακουργήτως πιστευόμεν θεῷ τῷ ἀληθεύοντι ἐν πᾶσι. καὶ ἐὰν εἴπῃς ὅτι ἡ ψυχή ἐστι τὸ κατ’ εἰκόνα, <ἄκουε> λέγοντος τοῦ ἀποστόλου ὅτι «ζῶν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμῶν ψυχῆς».   2. εἰ τοίνυν μερισμοὺς ἔχει ἡ ψυχή, ὁ θεὸς δὲ ἀμέριστός ἐστι, πῶς δύναται ἡ ψυχὴ εἶναι τὸ κατ’ εἰκόνα; οὐ γὰρ οἶδε τὸ μέλλον ἡ ψυχή, ὁ θεὸς δὲ πάντως οἶδε. καὶ βλέπομεν τὰ ἔμπροσθεν τοῦ σώματος, τὰ κατόπιν ἀγνοοῦντες. καὶ ἐὰν εἴπῃς ὅτι οὐκ ἔστιν ἡ ψυχή, πάντως ὅτι καὶ τὴν ψυχὴν ἄνθρωπον κέκληκεν, καὶ ψυχὴ καὶ σῶμά ἐστιν ἄνθρωπος.   3. ἀλλ’ εἴποις τὸν νοῦν εἶναι τὸ κατ’ εἰκόνα. λέγει <δὲ> ἡ γραφή «ὁρῶ νόμον ἕτερον ἀντιστρατευόμενον ἐν τοῖς μέλεσί μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νοΐ μου τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». πῶς οὖν αἰχμαλωτιζόμενος <ὁ νοῦς> ἔσται κατ’ εἰκόνα; ὅτι «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι».

4. καὶ ἐὰν εἴπῃς ἀρετὴν εἶναι τὸ κατ’ εἰκόνα, ἐρῶ σοι· εἰπέ μοι περὶ τοῦ Ἀδάμ, ποίαν ἀρετὴν εἰργάσατο πρὸ τοῦ αὐτὸν πλασθῆναι; οὐ γὰρ ἦν <ἀρετὴ> ἐν ἀρχῇ, ἀπ’ ἀρχῆς δὲ ἐπλάσθη κατ’ εἰκόνα. καὶ ἐὰν εἴπῃς μὴ εἶναι τὴν ἀρετήν, οὐ καλῶς λέγεις. τίνι γὰρ πρέπει εἶναι κατ’ εἰκόνα ἀλλ’ ἢ τῇ ἀρετῇ; πρὶν δὲ ἀρετῆς κατ’ εἰκόνα ἐπλάσθη ὁ ἄνθρωπος. οὔπω γὰρ ἦν ὁ Ἀδὰμ ἐν ἀρετῇ πολιτευσάμενος, δηλον<ότι> οὔτε ἐκτισμένος.   5. καὶ ἐὰν εἴπῃς τὸ βάπτισμα εἶναι κατ’ εἰκόνα, ἆρα οἱ μὴ λαβόντες βάπτισμα δίκαιοι οὐκ ἦσαν κατ’ εἰκόνα; ἀπὸ γὰρ Μωυσέως καὶ θαλάσσης ἤρξατο ὁ τύπος, ἀπὸ Ἰωάννου ἠνοίγη ἡ χάρις, ἐν δὲ Χριστῷ ἐτελειώθη τὸ δῶρον.

 

LVII

1. Ἔχουσιν οὖν πάντες τὸ κατ’ εἰκόνα, ἀλλ’ οὐ κατὰ φύσιν. οὐ γὰρ κατὰ ἰσότητα θεοῦ ἔχουσιν οἱ ἄνθρωποι τὸ κατ’ εἰκόνα. ὁ θεὸς γὰρ ἀκατάληπτος ἀπερινόητος, πνεῦμα ὢν καὶ πνεῦμα ὑπὲρ πᾶν πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς.   2. ἃ δὲ αὐτὸς ἐδωρήσατο οὐκ ἀποστεροῦμεν <τὸν ἄνθρωπον>· ἀληθὴς γάρ ἐστιν ὁ μετὰ χάριτος τὸ κατ’ εἰκόνα τῷ ἀνθρώπῳ δωρησάμενος. καὶ νοῆσαί ἐστιν ἀπὸ τῶν ὁμοίων·

3. ὁρῶμεν γὰρ ὅτι ἔλαβεν ὁ σωτὴρ εἰς τὰς χεῖρας αὐτοῦ, ὡς ἔχει ἐν τῷ εὐαγγελίῳ, ὅτε ἀνέκειτο ἐν τῷ δείπνῳ καὶ ἔλαβε τάδε καὶ εὐχαριστήσας εἶπε «τοῦτό μού ἐστι τάδε» καὶ ἔδωκε τοῖς αὐτοῦ μαθηταῖς καὶ εἶπε «τοῦτό μού ἐστι τάδε».   4. καὶ ὁρῶμεν ὅτι οὐκ ἴσον ἐστὶν οὐδὲ ὅμοιον οὐ τῇ ἐνσάρκῳ εἰκόνι οὐ τῇ ἀοράτῳ θεότητι οὐ τοῖς χαρακτῆρσι τῶν μελῶν. τὸ μὲν γάρ ἐστι στρογγυλοειδὲς καὶ ἀναίσθητον.   5. ὡς πρὸς τὴν δύναμιν καὶ ἠθέλησεν χάριτι εἰπεῖν «τοῦτό μού ἐστι τάδε» καὶ οὐδεὶς ἀπιστεῖ τῷ λόγῳ. ὁ γὰρ μὴ πιστεύων εἶναι αὐτὸν ἀληθινὸν ἐν ᾧ εἶπεν, ἐκπίπτει τῆς χάριτος καὶ τῆς σωτηρίας.   6. ὅταν δὲ ἀκούσωμεν, καὶ πιστεύσωμεν· πιστεύομεν ὅτι ἔστιν αὐτοῦ, τὸν δὲ κύριον ἡμῶν οἴδαμεν ὅλον αἴσθησιν ὅλον αἰσθητικὸν ὅλον θεὸν ὅλον κινοῦντα ὅλον ἐνεργοῦντα ὅλον φῶς ὅλον Λόγον, ἀκατάληπτον, ἀλλὰ μετὰ χάριτος ἡμῖν τοῦτο δεδωρημένον.

 

LVIII

1. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν «ἐν Ἐδὲμ κατὰ ἀνατολάς»· «πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ», καὶ οὐκ εἶπε «κατέβαινεν», ἵνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἦν, ἄνωθεν ἂν εἶπε «κατέρχεται» πηγή. ἀλλὰ <καί> φησι «ποταμὸς ἐκπορεύεται ἐξ Ἐδέμ»· καὶ οὐκ εἶπε κατέρχεται.   2. οὗτος «ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών», καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ’ ὄψεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. «πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ», τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.

3. δεύτερος ποταμὸς «Γεών». καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν καὶ οὐκ ἀλληγορούμενον· οὗτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβῖτίν τε καὶ Βλεμμύαν καὶ Ἀξωμῖτιν καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτει. εἰ δέ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος «ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον»;   4. «τρίτος» φησί «ποταμὸς Τίγρης, ὁ πορευόμενος κατέναντι τῶν Ἀσσυρίων»· διατέμνει γὰρ τὰ μέρη τῆς Ἀνατολῆς καὶ δύνει ὑπὸ τὴν γῆν καὶ ἀνίσχει ἀπὸ τῆς Ἀρμενίας κατὰ μέσον Καρδυαίων καὶ Ἀρμενίων καὶ ἀναπηγάζει πάλιν καὶ διατέμνεται εἰς τὴν τῶν Ἀσσυρίων γῆν.   5. ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν ἀνέρχεται ἀπὸ τῆς Ἀρμενίας καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα.   6. εἰ τοίνυν οὐκ ἔνι παράδεισος αἰσθητός, οὐκ ἔνι πηγή· εἰ οὐκ ἔνι πηγή, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμός, οὐκ εἰσὶ τέσσαρες ἀρχαί· εἰ οὐκ ἔνι Φεισών, οὐκ ἔνι Γεών, οὐκ ἔνι Τίγρης·   7. εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης· εἰ οὐκ ἔνι Εὐφράτης, οὐκ ἔνι συκῆ, οὐκ ἔνι φύλλα, οὐκ ἔνι Ἀδάμ, οὐκ ἔνι <τὸ> φαγεῖν, οὐκ ἔνι Εὔα· εἰ οὐκ ἔνι Εὔα, οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου·   8. εἰ οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὐκ ἔνι Ἀδάμ· εἰ οὐκ ἔνι Ἀδάμ, οὐκ εἰσὶν ἄνθρωποι, ἀλλὰ μῦθος λοιπὸν ἡ ἀλήθεια καὶ ἀλληγορεῖται τὰ πάντα. ἔστι τοίνυν Ἀδάμ· ἔσμεν γὰρ ἐξ αὐτοῦ, τὸ γένος αὐτοῦ ὄντες πάντες κατὰ διαδοχήν, καὶ ὁρῶμεν αὐτὸν διὰ τοῦ πλήθους ἐν τῇ διαδοχῇ.

 

LIX

1. Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ τὸν Σήθ. ἵνα <γὰρ> μή τις νομίσῃ τὸν πεπλασμένον ἄλλον καὶ τοὺς γεγεννημένους ἄλλους, διὰ τοῦτό φησιν ἡ γραφή «κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ». Σὴθ δὲ γεννᾷ τὸν Ἐνώς, Ἐνὼς τὸν Καϊνάν, Καϊνὰν τὸν Μαλελεήλ, Μαλελεὴλ τὸν Ἰάρετ καὶ Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ’ ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ «ὀκτὼ ψυχαὶ» ἀνθρώπων.   2. ψυχὰς πάλιν ἐὰν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα μὴ ἔχειν. ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. «κατέβη», γάρ φησιν ἡ γραφή, «Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομήκοντα πέντε», οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον <οὖν> τὸν ἄνθρωπον ψυχὰς κέκληκεν. καί «ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί», φησὶν ὁ Λουκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων.   3. καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. δεσπότης ἐστί, φησίν, ἑκατὸν σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ’ οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἵνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων.   4. ἐξῆλθε δὲ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ. Σὴμ δὲ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καϊνάν, Καϊνὰν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάμ, Ἀμιναδὰμ τὸν Ναασώμ, Ναασὼμ τὸν Σαλμών, Σαλμὼν τὸν Βοόζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ τὸν Ἰεσσαί, Ἰεσσαὶ τὸν Δαυὶδ τὸν βασιλέα, Δαυὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοάμ, Ῥοβοὰμ τὸν Ἀβιά, Ἀβιὰ τὸν Ἀσάφ, Ἀσὰφ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ τὸν Ἰωράμ, Ἰωρὰμ τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωάς, Ἰωὰς τὸν Ἀμεσίαν, Ἀμεσίας τὸν Ὀζίαν, τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ἰωάθαμ, Ἰωάθαμ τὸν Ἄχαζ, Ἄχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆ, Μανασσῆς τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας τὸν Ἰεχονίαν, Ἰεχονίας πάλιν τὸν Σαλαθιήλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιούδ, Ἀβιοὺδ τὸν Ἐλιακείμ, Ἐλιακεὶμ τὸν Ἀσώρ, Ἀσὼρ τὸν Σαδώκ, Σαδὼκ τὸν Ἀχείμ, Ἀχεὶμ τὸν Ἐλιούδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰωσήφ.

 

LX

1. Ἰωσὴφ γέρων ὢν <καὶ> χῆρος μετὰ τὸ λαβεῖν πρώτην γυναῖκα καὶ ποιῆσαι ἐξ αὐτῆς παῖδας ἄῤῥενας μὲν τέσσαρας, Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου καλούμενον διὰ τὸ συνανατραφῆναι αὐτῷ καὶ Σίμωνα καὶ Ἰούδαν καὶ Ἰωσῆν, δύο δὲ θυγατέρας, † Ἄνναν καὶ Σαλώμην,   2. οὗτος ὁ Ἰωσὴφ γέρων ὢν καὶ χῆρος κατὰ ἀνάγκην τῶν κλήρων βαλλομένων ἐπὶ χήρους καὶ ἀγάμους καθ’ ἑκάστην φυλὴν εἰς τὰς ἀπὸ ναοῦ παρθένους (διὰ τὸ ἀφιεροῦσθαι ἐν τῷ ναῷ τοὺς πρωτοτόκους παῖδας, ἄῤῥενάς τε καὶ θηλείας) ἔλαβε κατὰ κλῆρον τὴν ἁγίαν παρθένον Μαρίαν, «ἐξ ἧς» κατὰ σάρκα «ἐγεννήθη» ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὔτε συναφείᾳ σώματος.   3. γεννᾶται τοίνυν ὁ κύριος ἐκ φυλῆς Ἰούδα, ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα, θεὸς ὤν, ἐν τῷ τεσσαρακοστῷ <δευτέρῳ> ἔτει τῆς βασιλείας Αὐγούστου.

4. Αὔγουστος δὲ ἐβασίλευσεν πεντήκοντα ἓξ ἔτη καὶ μῆνας ἓξ μετ’ αὐτὸν δὲ παῖς αὐτοῦ Τιβέριος διαδέχεται τὴν ἀρχὴν ἔτη κγ´  μετὰ Τιβέριον Γάϊος ἔτη τρία καὶ μῆνας θ´  καὶ ἡμέρας κβ´  μετὰ Γάϊον Κλαύδιος ἔτη ιγ´  μετὰ Κλαύδιον Νέρων ἔτη ιγ´  μετὰ Νέρωνα Οὐεσπασιανὸς ἔτη θ´  μετὰ Οὐεσπασιανὸν Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη β´  μετὰ Τίτον Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη <ι>ε´  καὶ μῆνας ε´ μετὰ Δομετιανὸν Νερούας ἔτος α´ μῆνας δ´  μετὰ Νερούαν Τραϊανὸς ἔτη ιθ´  μετὰ Τραϊανὸν Ἀδριανὸς ἔτη κα´  μετὰ Ἀδριανὸν Ἀντωνῖνος εὐσεβὴς ἔτη κβ´  μετὰ Ἀντωνῖνον Μάρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθ´  Κόμοδος ἔτη ιγ´  Περτίναξ μῆνας Ϛ´  Σευῆρος ἔτη ιη´  Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ζ´  Μακρῖνος ἔτος ἕν Ἀντωνῖνος ἄλλος ἔτη δ´  Ἀλέξανδρος, οὐχ ὁ Μακεδών, ἔτη <ι>γ´  Μαξιμῖνος ἔτη γ´  Γορδιανὸς ἔτη Ϛ´  Φίλιππος ἔτη Ϛ´  Δέκιος ἔτος α´  Γάλλος ὁ καὶ Οὐολουσιανὸς ἔτη γ´  Γαλ<λι>ηνὸς ἔτη ιε´  Κλαύδιος ἄλλος ἔτος ἕν Αὐρηλιανὸς ἔτη [ι]δ´  Τάκιτος μῆνας Ϛ´  Πρόβος ἔτη Ϛ´  οἱ περὶ Κᾶρον καὶ Καρῖνον καὶ Νουμεριανὸν ἔτη β´  Διοκλητιανὸς ἔτη κ´   5. μετὰ Διοκλητιανὸν Μαξιμιανὸς Λικίννιος Κωνστάντιος Κωνσταντῖνος Κώνστας Κωνστάντιος καὶ Κωνσταντῖνος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ἕως τοῦ ἐνιαυτοῦ τούτου μετὰ τὸ τελευτῆσαι Διοκλητιανὸν ἔτη ο´. τὸ ἔτος γὰρ τοῦτό ἐστιν ἐνενηκοστὸν Διοκλητιανοῦ, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ι´, Γρατιανοῦ δὲ ἔτος Ϛ´, ὑπατείᾳ Γρατιανοῦ Αὐγούστου τὸ τρίτον καὶ Ἐκουιτίου λαμπροτάτου, Ἰνδικτιῶνος β´.

 

LXI

1. Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ πάντες κατὰ ἀκολουθίαν· καὶ οὐκ ἀπώλετο ἡ τάξις οὐδὲ τὰ ὑπὸ θεοῦ γινόμενα ἀλληγοροῦνται.   2. ἔστι τοίνυν Ἀδὰμ καὶ ἔστι φύλλα συκῆς καὶ συκῆ καὶ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ καὶ ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ ὄφις καὶ παρακοὴ καὶ ὑπακοὴ καὶ εἰσὶ ποταμοὶ καὶ ἔστιν Εὔα καὶ τὸ πλάσμα·   3. «πάντα γὰρ δυνατὰ τῷ θεῷ» καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι ἐν ἀφθαρσίᾳ διατελεῖν.   4. καὶ μὴ θαυμαζέτω τις· τοῦτο γὰρ ἦλθε καὶ ἔδειξε λαβὼν σάρκα φθαρτὴν καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι καὶ ἀποδείξας ἄφθαρτον. «τίς γὰρ ἐγκαλέσει» θεῷ;

5. ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν αὐτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ ᾤκησαν ἀπέναντι τοῦ παραδείσου.   6. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς. «δύναται γὰρ ὁ θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα» καὶ δύναται ὁ θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ δύναται ἐπὶ γῆς ποιῆσαι ἀνάπαυσιν παραδείσου, ὅτε ἠθέλησεν.   7. οὐ γὰρ ἡ γῆ ἄλλου θεοῦ καὶ ὁ οὐρανὸς ἄλλου, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι καὶ ὡς θέλει χαρίζεται ἑκάστῳ τὴν ἀφθαρσίαν.   8. καὶ γὰρ καὶ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ τῆς γῆς πεπλασμένον, ἐξ ἧσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου καὶ ἀφθάρτου κληρονομίας. καὶ γὰρ τοῦ σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἦν καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου ἐν οὐρανῷ ἀφθαρσίᾳ.   9. ταῦτα δὲ πάντα συνηγάγομεν καὶ ἐνταῦθα παρεθέμεθα μηδὲν παραῤῥῖψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ μᾶλλον ἁπλότητι φέρεσθαι πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν θεόν, ἐν οἷς ἐν ἀληθείᾳ ἔγραψεν ἡμῖν καὶ ἐδωρήσατο τὴν τῆς ἀληθείας ὁδὸν εἰς ἡμῶν σωτηρίαν· συγχωρεῖν <δὲ> αὐτῷ μόνῳ πρέπον ἐστὶν εἰδέναι τὰ ἀκατάληπτα.

 

LXII

1. Ἄλλην δὲ πάλιν μυθώδη θεωρίαν οὗτος ὁ Ὠριγένης, ᾧ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους·   2. ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχὰς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα.   3. καὶ ἔστιν εὔηθες τὸ ὅλον εἰπεῖν. σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἦν, ἵνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον.   4. τί εὐχερέστερον ἦν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἢ χιτῶνας δερματίνους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψυχα εἰς ἔμψυχα μεταβαλεῖν πότε οὐ δεδύνηται;   5. τὴν μὲν ῥάβδον Μωυσέως, ξηρὰν οὖσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωυσέα καταδιώκοντα, ἀφ’ οὗ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ἵνα δείξῃ ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἱμάτια οὐκ ἐῤῥικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο;   6. εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἆρα ἐφαίνετο τοῖς μαθηταῖς ἀναστὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ;   7. ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν;   8. ἀλλ’ ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, <ἃ ἦν θελήματι ἰδίῳ> ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν, ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰμ οἰκείῳ θελήματι; ὄντως <δὲ> ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία.   9. εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἔλαβεν ὁ θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν «ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο».

 

LXIII

1. «Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω.» οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἡμέρᾳ κρίσεως.   2. θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς καὶ μὴ τὸν υἱὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν·   3. πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός, ἀλλά φησιν· «ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν» καὶ πάλιν «οἱ ἄγγελοι οὐ δύνανται ἰδεῖν τὸ ἅγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους».   4. καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὓς ἠπάτησεν, ἀλλ’ οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ πνευματικῇ διδασκαλίᾳ.   5. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀληθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος·   6. παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες.   7. πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι <ἀληθεύειν> τὸν θεὸν πιστεύειν <τε> αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ <γνῶναι> τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα καὶ δεδομένα καὶ ἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἅγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ.

 

LXIV

1. Καὶ περὶ τούτων πάντων αὖθις πάλιν ἐροῦμεν κατὰ τὸ ἡμέτερον ἀσθενές· ἀλλ’ ἐκ θεοῦ καταξιωθέντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας οἱ ἐλάχιστοι καὶ ταπεινοὶ ἔχειν καὶ ταύτης τὸ ἑδραίωμα κατὰ τὸ δυνατὸν τῆς ἡμῶν βραχύτητος παρατιθέμεθα ἀπὸ μέρους περὶ πάντων τοῖς βουλομένοις τῆς ἑαυτῶν ζωῆς ἐπιμελεῖσθαι.   2. καὶ ἤρκει μὲν ἱκανῶς τὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰρημένα· ἵνα δὲ περισσότερον εἰς εὐφρασίαν καὶ περιποίησιν καὶ πληροφορίαν τῶν πιστῶν σαφηνίσαι σπουδάσωμεν, πανταχόθεν συνάγοντες τῆς θείας γραφῆς τὰς μαρτυρίας εἰς πλάτος εὐωχίας καὶ ἀγαλλίασιν τοῖς ἐντυγχάνουσι πιστοῖς πάλιν οὐκ ὀκνήσαιμεν ὑποδεῖξαι ὡς ἀσφαλῆ καὶ βεβαίαν ἐν θεῷ τὴν ἡμετέραν ἐλπίδα, ὅτι οὐδὲν παρήλλακται ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἀλλ’ ὁμόστοιχος καὶ ὁμοούσιός ἐστιν ἡ ἁγία τριάς.   3. οὐκ ἀλλαχόθεν δέ ποθεν οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλίαν, ἀλλ’ ἀπὸ τῆς ἡμετέρας ζωῆς τουτέστιν ἐκ προφητῶν καὶ ἐκ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας.   4. ἦλθε γάρ, ἦλθεν ἡ ζωὴ ἡμῶν καὶ τὸ φῶς αὖθις ἡμῖν ὑπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. ἦμεν γάρ, ἦμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς βεβαπτισμένοι.   5. τούτων τοίνυν προσόντων μοι ἀκουσίως («οὐ γὰρ ὃ ἤθελον ἔπραττον, ἀλλ’ ὃ ἐμίσουν ἠπειγόμην ποιεῖν», ἁμαρτίας διακονούσης μοι οὕτως), ὁ ἅγιος πατὴρ τὸν υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με καὶ ἐκ πασῶν τῶν διαφθορῶν μου ἐῤῥύσατό με.

 

LXV

                    1. «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ κυρίου ἡμῶν καὶ
σωτῆρος, διδάσκουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»·   2. «ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «πύλας χαλκᾶς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας» τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν.   3. τοίνυν «κατῴκησεν ἐν ἡμῖν» καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν <καὶ> ὅτι τὰ περὶ αὐτοῦ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως» «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας».

4.  διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον»· ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν.   5. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἵνα «οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς» κατὰ τὸν Δαυίδ, «θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν»,   6. «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ».   7. παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς».   8. διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ», «δι’ αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν», (ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν») καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν εἰπών «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».   9. τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου, καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»·   10. δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι’ ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμένοις.   11. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα». «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».

 

LXVI

1. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος, ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γάρ, θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ· ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν» καὶ «εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς δόξαν μονογενοῦς παρὰ πατρός».   2. ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ’ ὁμοιότητα ἕκαστον, καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν.   3. οὕτως οἶμαι ὁ Λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν. «εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς». ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» καὶ ὁ Δαυίδ «καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν»   4. (ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου προσδιδοῦσα τὴν φύσιν προθύμως τῷ τε λαμβάνειν παρ’ αὐτοῦ πλέον ἔχει<ν> σπουδήν),   5. οὕτω δὴ καὶ ἡ παρθένος Μαρία «κατὰ τί γνώσομαι» ὅτε φησίν «ὅτι ἔσται μοι τοῦτο», ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται».   6. Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών», καὶ Μαρία μὲν ἀνιμᾶται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ Λόγος. προσλαμβανόμενος θνητοῦ φύσιν.   7. οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ· καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ Λόγος·   8. οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος «ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν·   9. οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ <ὁ> διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ’ ἐστὶν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν.   10. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὗτοι» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται.   11. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ λαβεῖν τε πνεῦμα ἅγιον ὃ οὐκ εἴχομεν προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός.   12. «εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ’, οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ.

 

LXVII

1. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα ἐκ τοῦ Χριστοῦ ἢ παρ’ ἀμφοτέρων (ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καί «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται»), ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου («τὸ γὰρ ἐν αὐτῇ» φησίν «ἐκ πνεύματος ἁγίου» ἀγγέλου φωνή), συνίω τὸ λυτρούμενόν με μυστήριον πίστει ἀκοῇ μόνῃ φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ.   2. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύσσει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἁγίοις· ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως ἀφιλονείκως <ἐκ> συνθημάτων ἀκοῆς.   3. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου»· γέγραπται <γὰρ> ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ δίδοσθαι τοῖς σῳζομένοις.   4. πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα· τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα μία συμφωνία μία θεότης τῆς αὐτῆς οὐσίας τῆς αὐτῆς θεότητος τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν.   5. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου.   6. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ’ αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς πῦρ πνεῦμα καὶ ἄλλαις οἶμαι ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος.   7. αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπών «γενηθήτω φῶς, καὶ ἐγένετο φῶς» τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», («ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου» ὁ Δαυίδ φησιν) αὐτός ἐστιν ὁ κύριος ὁ εἰπών «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς.

 

LXVIII

1. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον. παρειλήφαμεν <γὰρ> ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρὸς ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστὸς λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστὸς ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστὸς ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον.   2. οὕτως λέγουσιν αἱ γραφαί· «ἀποστελεῖς τὸ πνεῦμά σου καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς» ὅμοιον τῷ λέγειν «ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά»·   3. «λειτουργούντων δὲ αὐτῶν, φησί, τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς» ὅμοιον τῷ λέγειν «ὁ δὲ κύριος εἶπεν, εἴσελθε εἰς τὴν πόλιν κἀκεῖ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν»·   4. «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν» ὡς ἂν εἴποι Χριστός «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»·   5. «ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος πλὴν τῶν ἐπάναγκες» ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι»·   6. «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα» ὡς ἂν εἴποι Χριστός «πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη» <ἤ> «μὴ βαστάζετε πήραν μὴ ῥάβδον μηδὲ ὑποδήματα».   7. «οἵτινες, φησίν, ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ» ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη» ὅμοιον ὡς εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» ἤ «μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν, ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»·   8. «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι» ὡς ἂν εἴποι «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»·   9. «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον» ὅμοιον τῷ εἰπεῖν «<ὁ> κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι»·   10. «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης» ὅμοιον τῷ εἰπεῖν «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος»·   11. καί «περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ»·   12. «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν» ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε» καί «πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου»·   13. καί «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες» ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χριστός»·  14. «ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν» ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»·   15. «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ» ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»·   16. «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ» ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»·   17. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ» ὅμοιον τῷ εἰπεῖν «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»·   18. «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν» ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός».

 

LXIX

1. Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν» ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»·   2. «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου «διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι» καί «ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος»·   3. καί «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως» ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον, μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν»·   4. «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» ὅμοιον τῷ εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ»·   5. καί «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» <ὅμοιον τῷ εἰπεῖν> «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα»·   6. Ἠσαΐας δέ «καὶ ἐπ’ αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστός «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με» καί «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» ἤ «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ».   7. φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ».   8. ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρός» ἤ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε» ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον» ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν» ἤ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια» ἤ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἤ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου» [καὶ τὰ ἑξῆς] ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι» ἤ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου» ἤ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἤ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν» (ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν») ἤ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἤ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς (τῷ Ἀνανίᾳ Πέτρος) ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ τῷ θεῷ», (ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι) ἤ «ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι» – τούτου μεῖζον οὐκ ἔχω λέγειν.   9. θεὸς δὲ <καὶ> ὁ υἱός· «ἐξ ὧν» φησίν «ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός», «πίστευσον», φησίν, «εἰς τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ» καί «ἐλάλησε», φησίν, «αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεζαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ» ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» ἤ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν» ἤ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς» ἤ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ».   10. ἡ αὐτὴ δὲ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ Λόγου· «προσέχετε», φησίν, «ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ» ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν».

 

LXX

1. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ».   2. εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος ἀχώρητος ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ.   3. οὐδὲ λατρευτὴ ἡ κτίσις· «ἐλάτρευσαν, γάρ <φησιν>, τῇ κτίσει παρὰ τὸν κτίσαντα καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν ἀθετεῖν τε <τὴν> πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν»· «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος».   4. ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πατρὸς μὲν πατὴρ παντοκράτωρ πατὴρ ἁπάντων πατὴρ Χριστοῦ· υἱοῦ δὲ Λόγος Χριστὸς φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος πνεῦμα ἀληθείας πνεῦμα θεοῦ πνεῦμα Χριστοῦ.   5. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ’ ὡς ὑπέρλαμπρον, δύναμις σοφία <ζωή>. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς ἄρα ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρόσιτον».   6. δύναμις δὲ ὅλος ὁ θεὸς καὶ διὰ τοῦτο <ὁ υἱὸς> «κύριος τῶν δυνάμεων»· σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι»· ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν ζωὴ ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή».   7. τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον φωτιστικὸν παράκλητον βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν.   8. ὡς γὰρ ὁ υἱός «μεγάλης βουλῆς ἄγγελος», οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον. «ἀλλ’ ἐλάβομεν» φησί «πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες».

 

LXXI

1. Ἀλλ’ ἐρεῖ τις· οὐκοῦν φαμὲν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; «μενοῦν γε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ’ ἀμφοτέρων, (ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων φωτεινὰ φωτοδότα φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν «πατέρα» ποιεῖται «φωτός»),   2. πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος, καὶ <ὁ> υἱὸς ἀληθοῦς πατρὸς <υἱός>, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ.   3. τὰ δ’ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα».   4. οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ’ ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν.   5. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς.   6. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν, οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς μεγάλης βουλῆς ἄγγελος» καλεῖται.   7. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δ’ ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων, ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ’ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ’ ἀξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν·   8. καὶ ἃ μὲν <ἐν> χρόνῳ ἐστίν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου· καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις.

 

LXXII

1. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα» καί «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον».   2. χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, «χαίροντα τῇ ἀληθείᾳ», ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα· «παρεκάλει» γὰρ τὸ εὐαγγέλιόν φησιν «ἵνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἐπέτασσε καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καί «οὐκ εἴα αὐτὰ λαλεῖν».   3. λέγεται δὲ «πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως», λέγεται καὶ πνεῦμα κόσμου («ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν» φησί) καὶ πνεῦμα δὲ ἀνθρώπου «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»· «ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει» καί «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι», καὶ πνεῦμα προφητῶν·   4. «πνεύματα δὲ προφητῶν <φησί> προφήταις ὑποτάσσεται» καί «ἰδοὺ πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν τῷ στόματι τῶν προφητῶν»,   5. λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι <καὶ> «πνεῦμα δειλίας» καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυῤῥῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφόν» καὶ «πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογγιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν», ὃ καλεῖται λεγεών, καὶ «τὰ πνευματικὰ τῆς πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς.   6. ἀλλ’ ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται πνεῦμα πατρὸς καὶ υἱοῦ, «πνεῦμα ἀληθείας» καὶ «πνεῦμα θεοῦ» καὶ «πνεῦμα Χριστοῦ» καὶ «πνεῦμα χάριτος».   7. χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμάτων, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν» καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἑκάστῳ ὡς βούλεται»·   8. ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ θεός» φησὶν ὁ Δαυίδ, ἤ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ» (τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν) «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει» καί «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος» ὅμοιον ὡς εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα».   9. περὶ τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ» καί «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα».

 

LXXIII

1. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, <ὥς> φησιν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει καὶ ὁ πατὴρ παρ’ οὗ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα,   2. εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός.

3. υἱὸς φυσικὸς υἱὸς ἀληθὴς υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ <δὲ> καὶ τὸ πνεῦμα, <οὐχ υἱὸς> ἀλλὰ πνεῦμα ὀνομαζόμενον.   4. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεὶ καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς <ἐξ> ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα.   5. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύττεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὐτῆς ἀθανασία, ἐκ πίστεώς τε αὐτῆς υἱοθεσία γίνεται.   6. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς· σκηνὴν [δὲ] ἁγίαν, ναὸν ἅγιον, <ὃς> τὸν δίκαιον ἔχει μόνον [τὸν] συνόντα τούτοις.   7. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος μία θεότης ἄφθαρτος μία θεότης ἀπερινόητος, ἀκατάληπτος ἀνεκδιήγητος ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα καλοῦσα προορίζουσα δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν   8. καὶ πίστιν τὰ τρία ταῦτα ἐπουράνια ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰῶνα αἰῶνος αἰῶνας αἰώνων σάββατα σαββάτων, περιτομὴν σαρκὸς περιτομὴν καρδίας «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν»·   9. καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους κυριότητας ἀρχὰς ἐξουσίας δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φωνοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ <δοξάζουσα> σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο.

 

LXXIV

1. Καὶ περὶ μὲν τριάδος καὶ ὁμοουσιότητος θεοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οἱ ἀσθενεῖς ἡμεῖς καὶ ἰδιῶται μηδὲν σοφιζόμενοι μηδὲ «τῇ τῶν ἀνθρώπων κυβείᾳ» ἑαυτοὺς ἀν<α>τιθέντες, ἐκ θείων γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίῤῥησιν κακοπίστων καὶ κενοδόξων ἀπὸ μέρους συνηγάγομεν. πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν πνεύματι ἁγίῳ δύναμις, ἐν ἁπάσαις θείαις γραφαῖς διαφόρως κεκηρυγμένη<ς>.   2. ἐπειδὴ δὲ τῆς ἡμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ὁμολογία τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν ἐκ τῶν αὐτῶν θείων γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες.   3. ἐπειδὴ γάρ, ὡς ἐδιδάχθημεν ἤδη ἐν τοῖς προγεγραμμένοις, αὐτὸς ὁ κύριος ἡμῶν ἐν τῷ εὐαγγελίῳ αὐτοῦ φήσας τοῖς ἑαυτοῦ μαθηταῖς «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν τὰς ἐντολὰς ἃς ἐνετειλάμην ὑμῖν» αὐτὸς ὁ ἅγιος Λόγος ὁ ἐνυπόστατος, ὁ ἐκ πατρὸς προελθών, δι’ οὗ αἰῶνες γεγόνασι δι’ οὗ χρόνοι καὶ καιροί.   4. οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς «δι’ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν»; ὅτι εἴ τι γέγονε, δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὅτι ὁ πατὴρ ἀεὶ ἦν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ἦν.   5. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν <ἄλλος> δι’ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος ἦν καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὑπολήψει τρέψει τὸν ἡμέτερον λογισμὸν ἢ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης.   6. οὐκ ἦν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄγγελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἦν χρόνος ποτὲ ὅτε οὐκ ἦν ὁ υἱός, οὐδὲ ἦν ποτε ὅτε οὐκ ἦν πνεῦμα.

 

LXXV

1. Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν», ἕως ὧδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας εἰς τὸ πνεῦμα τὸ ἅγιον λαμβάνειν· σφάλλονται <δὲ> περὶ τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι.   2. ἡ δὲ ἀνάγνωσις οὕτως ἔχει· «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν, ὃ γέγονεν ἐν αὐτῷ», τουτέστιν ὅτι εἴ τι γέγονε, δι’ αὐτοῦ ἐγένετο.   3. τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υἱὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ <ὄντα>, οὐκ ὄντα ποτέ, ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι.   4. δι’ αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ ἐπουρανίου, τοῦ ἐνυποστάτου Λόγου, τοῦ σωτῆρος ἡμῶν καὶ εὐεργέτου.   5. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ ἅγιος ὁ ἀπ’ οὐρανῶν κατελθών, ὁ ἐν ἐργαστηρίῳ παρθενικῷ καταξιώσας τὴν ἡμετέραν ποιήσασθαι σωτηρίαν, ὁ ἐκ Μαρίας αὖθις γεγεννημένος διὰ πνεύματος ἁγίου συλληφθείς, ὁ τὴν σάρκα λαβών, ὁ Λόγος σὰρξ γενόμενος, ὁ μὴ τραπεὶς τὴν φύσιν, ὁ σὺν τῇ θεότητι λαβὼν τὴν ἀνθρωπότητα, ὁ τέλειος ὢν ἀπὸ πατρός, ὁ τὴν τελείαν οἰκονομίαν πληρώσας, ἦλθεν εἰς τὸν κόσμον δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν·   6. ὁ τὴν σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπίνην λαβών, τέλειος ὢν παρὰ πατρός, ἐνανθρωπήσας ἐν ἡμῖν οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ, τέλειον εἰς ἑαυτὸν ἀναπλάσας ἄνθρωπον ἀπὸ Μαρίας τῆς θεοτόκου διὰ πνεύματος ἁγίου·   7. οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν, ἀλλ’ αὐτὸς ὁ Λόγος σὰρξ γενόμενος, οὐ τραπεὶς τοῦ εἶναι θεός, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ πληρώματι τῆς αὐτοῦ θεότητος καὶ τῇ ἰδίᾳ ὑποστάσει τοῦ θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος καὶ εἴ τι ἐστιν ἄνθρωπος.   8. ἄνθρωπον δὲ λέγω τέλειον <ἔχοντα> ὅσα ἐν ἀνθρώπῳ καὶ οἷα ἄνθρωπος· τοῦτον ἦλθε καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἐργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου.

 

LXXVI

1. Καὶ ἐὰν εἴπωσί τινες ὅτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὅτι οἱ λέγοντες «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες <ἦσαν> σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων ἐνεφοροῦντο, τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν δυναμένου, τοῦ δ’ αὐτῶν ὀρθῶς νοοῦντος.   2. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὅτι ὢν θεὸς καὶ ἐν αὑτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν μετὰ τῆς σαρκὸς καὶ ψυχὴν εἴληφεν.   3. οὔκουν ὡς ἄνθρωπος αὐτὸν ἐξέτρεπεν, ἀλλ’ αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτὴς ἐγίνετο. ὡς γὰρ τὴν σάρκα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθείς, οὕτω καὶ τὸν νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἥττηται.   4. τοὐναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι γραφαὶ διαῤῥήδην βοῶσιν οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ διαγορεύουσαι, ἀλλὰ κατὰ τῆς σαρκός.   5. «τῆς γὰρ σαρκός» φησίν «οἱ καρποὶ πορνεία μοιχεία ἀσέλγεια καὶ τὰ τούτων ὅμοια» καί «οἱ ἐν σαρκὶ δὲ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» καί «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος». περὶ δὲ τοῦ νοῦ φησὶν ὅτι «ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ» καὶ ὅτι «ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν».   6. ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται». διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.

 

LXXVII

1. Τί οὖν ἔδοξέ τισι τοῦτον ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου παρεκβαλεῖν; τί δὲ ὠφέλησαν τὸν βίον εἰς ἀκαταστασίαν μᾶλλον τρέψαντες; ἢ τί τοῦτο ἔβλαψεν ἡμᾶς ἢ ὠφέλησεν ἵν’ οὕτως εἴπω, ὅπως βοηθήσωσι τῷ Χριστῷ; ἦ ἵνα χάριν αὐτῷ ποιήσωσι μεγάλην ταύτην καὶ εἴπωσιν <περὶ> αὐτοῦ <ὅτι> οὐκ ἔλαβε νοῦν;   2. «Γαλάται μὲν γὰρ ἀνόητοι» καὶ «Κρῆτες ἀεὶ ψεῦσται» καὶ «Ἐφραῒμ περιστερὰ ἄνους»· ὁ δὲ κύριος ἡμῶν ἐνανθρωπήσας εἰς τὸν βίον τὰ πάντα τελείως ἀνείληφε, μᾶλλον δὲ ἔλαβεν αὐτὸς τοῦ ἑαυτοῦ σώματος γεγονὼς πλάστης, αὐτὸς ἑαυτῷ λαβὼν τὴν ψυχὴν ἤτοι ἐνθείς.

3. Τινὲς δὲ βουλόμενοι ἐλλιπῆ ποιεῖν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ τελείαν ἐν αὐτῷ οἰκονομίαν, οὐκ οἶδα τί διανοούμενοι οὐκ ὀρθῶς εἶπον νοῦν τὸν Χριστὸν μὴ εἰληφέναι.   4. οὐχὶ δὲ διὰ τὸν νοῦν φαίνονται. ὑπόστασιν γὰρ οὗτοι τὸν νοῦν νομίζουσιν εἶναι καὶ φύσει τολμῶσι λέγειν <αὐτὸν εἶναι> τὸ εἰωθὸς ἐν τῇ γραφῇ λέγεσθαι ἐν τῷ ἀνθρώπῳ πνεῦμα, ὡς λέγει ὁ ἀπόστολος, «ἵνα ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη».   5. σφάλλονται οὖν· εἰ γάρ ἐστι νοῦς τὸ πνεῦμα καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη <ὑπόστασις> παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, οὐκέτι δύο ὑποστάσεις ἐν τῷ ἀνθρώπῳ ἐν μιᾷ συναγόμεναι ὑποστάσει, οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ’ εὑρήκαμεν λοιπὸν τέσσαρα· νοῦν μίαν ὑπόστασιν, ψυχὴν ἄλλην ὑπόστασιν, πνεῦμα ἄλλην ὑπόστασιν, σῶμα ἄλλην ὑπόστασιν.   6. καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἔτι πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ «ὁ ἔσω ἄνθρωπος» καὶ «ὁ ἔξω ἄνθρωπος», καὶ ταῦτα πάντα ἡ γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἵνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας μηδὲ πρόφασις ἡμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. ἔστι γὰρ ταῦτα ἐν τῷ ἀνθρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν.   7. ὅμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ ὁ νοῦς ἐστι τὸ πνεῦμα καὶ τὸ πνεῦμα ὁ νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ὑπάρχει, πάλιν τίνι <τῷ> λόγῳ λέγει «ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ»; διὰ τούτου γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν μηδὲ τὸν νοῦν τὸ πνεῦμα.

 

LXXVIII

1. Εἶτα πάλιν «ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται» οὐκ ἐκτὸς τοῦ σώματος ἀπεφήνατο· <ἤ> «ἦσαν γάρ», φησίν, «ἐν τῷ πλοίῳ ὡς ἑβδομήκοντα ψυχαί», καὶ οὐ πάντως ψυχαὶ ἦσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ἡ συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὅτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων, οὐ πάντως ἄνευ ψυχῶν.   2. ὁ Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς <ἐτύγχανεν, ὡς καὶ> οὐκ ἐκτὸς πάσης πραγματείας. οὐ γὰρ ὅτε λέγει ψυχή<ν>, ἄνευ σώματος ἀπεφήνατο οὐδὲ ὅτε λέγομεν σώματα, ἄνευ ψυχῆς ὄντα διανοούμεθα.   3. τί οὖν ἔδοξε τοῖς βουλομένοις λέγειν τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν ἐκκλησίαν ὠφέλησεν; ἢ τί μᾶλλον οὐκ ἐτάραξε; πῶς δὲ οὐκ ἐλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος;   4. ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ’ ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκάστῳ τῶν <οὐ> πεπλανημένων οἷον εἰπεῖν νόημα τοῦ ἀνθρώπου· ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὕτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ’ ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων.

5. τί οὖν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἕτερον. τί τοίνυν ἦλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὖν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν.   6. ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο;   7. σαφῶς γὰρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω <ἐπ’ αὐτὸν> τὸ πνεῦμά μου» καὶ τὰ ἑξῆς. ἆρα γοῦν τὸ συνιέναι ποῦ πεπλήρωται; εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.   8. εἰ γὰρ ὅλως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ <ὁ> ἄνωθεν θεὸς Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, <ὃς> καὶ ἐνανθρωπήσας «ἡμῖν συνανεστράφη» κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι.   9. διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον «προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ»· οὐχ ἡ θεότης ἡλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία ὅλη. σοφίᾳ δὲ προέκοπτεν ἡ τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ <ἄλλως> οὐδὲ σοφίσασθαι ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.

 

LXXIX

1. Εἰ δὲ διὰ τὸ εἰληφέναι νοῦν † ἁμαρτία αὕτη νοεῖται, οὐκοῦν περισσοτέρως, ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία οὐ τελεῖται· «φανερὰ γὰρ τὰ ἔργα τῆς σαρκός». πάντως ὅτι δῶμεν ὅτι καὶ ἐν σαρκὶ ἥμαρτε, λαβὼν τὴν σάρκα. «οἶδα γάρ» φησὶν ὁ ἀπόστολος «ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθόν, τουτέστιν ἐν τῇ σαρκί μου».   2. τίς δὲ τολμήσει λέγειν διὰ τὸ τὸν σωτῆρα εἰληφέναι σάρκα σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ εὔλογα ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, <ἀγαθὴν> ὁμοίως καὶ φαύλην, ἐσχηκότα καίτοιγε καὶ σάρκα οὖσαν ἀνθρωπίνην, ἀλλ’ <ἐν> οὐδενὶ πταίουσαν.   3. ὁ θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ πατρὸς προελθὼν εὐδοκήσας ἐν σαρκὶ γενέσθαι ἐχαλιναγώγει τὸ σκεῦος καὶ εἰ ἤθελεν ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας.   4. οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ εἶχεν, [ὁ νοῦς] ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ ἀληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς ἐνυπόστατος θεὸς Λόγος.   5. ἀλλὰ μὴ σοφίσωνταί τινες καταχρηστικῶς τοῦτο λεγόμενον, ὡς τό «σύνες τῆς κραυγῆς μου»· τὸ μὲν γὰρ καταχρηστικῶς δι’ εὐχὴν εἴρηται καὶ δῆλόν ἐστιν <ὅτι> ἡ χρῆσις <εἰς> [τὸ δὲ] ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ δέ «καὶ προέκοπτεν ἡλικίᾳ» ἐστὶν ἀληθές.

 

LXXX

1. Ἀλλὰ τί οἱ τοιοῦτοι νομίζουσι <ἡμᾶς> λέγειν, ἐὰν εἴπωμεν τέλειον ἄνθρωπον ἐκ Μαρίας τὸν Χριστὸν γεγονότα ἢ <νοῦν> ἐσχηκότα, μὴ ὑπονοήσωμεν αὐτὸν ἁμαρτίαις ὑποπεσόντα; μὴ γένοιτο. «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ».   2. εἰ γὰρ τὴν αὐτοῦ δύναμιν ἐνέπνευσε τοῖς ἁγίοις καὶ ἐν οἷς ἐνέπνευσε μαρτυροῦνται ὅτι ἦσαν ἅγιοι δίκαιοι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἄμεμπτοι, πόσῳ γε μᾶλλον αὐτὸς ὁ Λόγος, «ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς», κἄν τε σάρκα ἀληθινὴν λάβῃ ἐκ Μαρίας τῆς ἀειπαρθένου καὶ ψυχὴν ἀνθρωπείαν ἀληθινῶς καὶ νοῦν καὶ εἴ τί ἐστιν ἕτερον ἐν τῷ ἀνθρώπῳ, αὐτὸς ἐν ἑαυτῷ ἔχων τὰ ὅλα κατεῖχε θεὸς ὢν μὴ μεριζόμενα πρὸς τὴν κακίαν, μὴ θρυπτόμενα ἀπὸ τοῦ πονηροῦ, μὴ ἁλισκόμενα ἐν τῇ ἡδονῇ, μὴ ὑποπίπτοντα τῷ τοῦ Ἀδὰμ παραπτώματι;   3. καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον» καὶ πάλιν «ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος»· τὸ δὲ σχήματι <καὶ τὸ ὡς ἄνθρωπος> καὶ τὸ γενόμενος καὶ τὸ ὑπὸ νόμον δι’ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ <ἐκ> τοῦ ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ <ἐκ> τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον καὶ ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.   4. τούτων τοίνυν οὕτως ἐχόντων μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς <ἀληθινῶς> ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἄνω ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελείῳ ᾤκησεν, ἀλλ’ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε.   5. καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, ἀλλ’ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἵνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ’ ἀληθείᾳ· ὁ ὑπὸ τοῦ Θωμᾶ πιστευθεὶς μετὰ τὸ πληρωθῆναι τὸ προειρημένον   6. «ταῖς χερσί μου τὸν θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην», ὁ αὐτὸς θεὸς ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο κεράσας εἰς ἕν· οὐκ εἰς ἀνυπαρξίαν χωρήσας,   7. ἀλλὰ συνδυναμώσας σῶμα γήϊνον τῇ θεότητι εἰς μίαν δύναμιν ἥνωσεν, εἰς μίαν θεότητα συνήγαγεν· εἷς ὢν κύριος εἷς Χριστός, οὐ δύο Χριστοὶ οὐδὲ δύο θεοί.   8. ἐν αὐτῷ σῶμα πνευματικὸν ἐν αὐτῷ θεότης ἀκατάληπτος, τὸ πεπονθὸς μὴ φθαρὲν τὸ ἀπαθὲς ἄφθαρτον, ἀφθαρσία τὸ ὅλον· θεὸς κύριος, καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, μὴ παραλείψας τὴν σάρκα, εἰς ἓν δὲ συνενώσας καὶ εἰς μίαν τὸ ὅλον θεότητα καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός.

 

LXXXI

1. Οὗτος οὖν ὁ μονογενής, ὁ τέλειος ὁ ἄκτιστος ὁ ἄτρεπτος ὁ ἀναλλοίωτος ὁ ἀπερινόητος ὁ ἀόρατος, <ὁ> ἐνανθρωπήσας ἐν ἡμῖν καὶ ἀναστὰς πνευματικῶς καὶ «μηκέτι ἀποθνῄσκων», μηκέτι πτωχεύων ὁ «δι’ ἡμᾶς πτωχεύσας πλούσιος ὤν», ὁ πνεῦμα ὢν ὅλος, ὁ τὸ σαρκικὸν καὶ τὸ θεϊκὸν ἑνῶν, κύριος εἷς βασιλεὺς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς «ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου», φησὶν ἐν τῷ εὐαγγελίῳ «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος».   2. τοῦτο δὲ καὶ ἀνὰ μέσον † ὂν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ <οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ τῷ υἱῷ>, ἀλλὰ πατέρα οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ «πνεῦμα ἀληθείας», ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον·   3. οὐχ ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν («ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ὁ θεός»).   4. καὶ λέγει ὁ αἱρετικός· δηλονότι πιστεύω ὅτι ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ ὁμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἑτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν <μίαν> οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ ἄλλο εἶδος εἴπωμεν τῆς θεότητος τῆς τριάδος.   5. κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον ῥᾳδιούργως πάλιν καὶ δολίως λέγει· πιστεύω ὅτι πατὴρ πατήρ, υἱὸς υἱός, πνεῦμα ἅγιον πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ’ ἡμῶν τὸ θεῖον ἀπεικάσας, λέγων ἐν ἑαυτῷ, ὅτι ὡς ἔχω σῶμα καὶ ψυχὴν καὶ πνεῦμα ἀνθρώπειον, οὕτω καὶ ἡ θεότης.   6. πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὥσπερ τὸ ἐμπνέον διὰ τοῦ ἀνθρώπου.   7. τινὲς γὰρ δολιεύονται καὶ οὕτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ’ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ἰορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ’ ἑαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.   8. <καὶ> πάλιν ἑτέρως· ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε ἀνθρωπίνως, ἀλλ’ ἀνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ’ «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός».   9. καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν «ἀπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἅγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται». εἰ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἂν ἔλεγεν «ἀπέρχομαι κἀκεῖνος ἔρχεται», ἀλλ’ ἵνα δείξῃ. ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἷς θεὸς μία ἀλήθεια.

 

LXXXII

1. Καὶ οὕτω γέγραφα τῷ βουλομένῳ τὴν τῆς ζωῆς ἡμῶν ἀκολουθίαν καὶ βεβαίαν ὁμολογίαν, τὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ εὐαγγελίων καὶ ἀποστόλων καὶ ἀπὸ τῶν χρόνων τῶν ἀποστόλων ἕως ἡμετέρων χρόνων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἀχράντως πεφυλαγμένην,   2. ἐπὶ φθόνῳ δὲ ἀκαταστασίας τῆς μιᾶς καὶ ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ’ ἕκαστον χρόνον ἑαυτὰς χραινουσῶν καὶ ἀπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων·   3. ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὅμοια τοῖς Ἱερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ’ ἄλλης τινὸς ἀντ’ αὐτῆς, ὡς ἐκτραπέντων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὖθις λέγειν.

 

LXXXIII

1. Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ ἀλήθειαν ἐλπίδος ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως.   2. καὶ Ἕλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ’ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι’ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται.   3. αὐτὴ γὰρ ἡ κτίσις διαῤῥήδην αὐτοὺς ἐλέγχει, ὑποφαίνουσα καθ’ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ἡμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὑποδεικνύουσα τὸ σημεῖον.   4. δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ γῆ καὶ βλαστάνει, ὅτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωσι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνῄσκει ἔπειτα τελεσφορεῖται· «ἐὰν γὰρ μὴ ἀποθάνῃ, οὐ ζωογονεῖται».   5. σφραγῖδας ἐν ἡμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος. ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ’ ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὖθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα.

 

LXXXIV

1. Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὑποδειγμάτων. ἀλλ’ οὐκ ἔπεισε τούτους ἡ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνῄσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φάττα ἡμέρας τεσσαράκοντα, καὶ αὖθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι.   2. κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων.   3. περὶ δὲ τοῦ φοίνικος τοῦ Ἀραβικοῦ ὀρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ’ αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα, σηκὸν μὲν ἐργάζεται ἀρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αἰγυπτίων Ἡλιούπολιν οὕτω καλουμένην, Ὢν δ’ ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος,   4. καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά, πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὑποκειμένην ὕλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὁλοκαυτοῖ καὶ πάσας τὰς σάρκας αὐτοῦ σὺν ὀστέοις ἐκτεφροῦται.   5. ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα·   6. σβεσθείσης δὲ τῆς φλογὸς λείψανα τῆς σαρκὸς αὐτοῦ ἔτι ὠμὰ περιλείπεται καὶ πρὸς μίαν ἡμέραν ἀφανισθέντα σκώληκα γεννᾷ· ὁ σκώληξ πτεροφυεῖ νεοττὸς γενόμενος, τῇ δὲ τρίτῃ ἡμέρᾳ ἁδρύνεται καὶ ἁδρυνθεὶς τοῖς τῷ τόπῳ ἐξυπηρετουμένοις ἑαυτὸν ἐμφανίζει καὶ αὖθις ἀνατρέχει εἰς τὴν ἰδίαν πατρίδα καὶ ἀναπαύεται.

 

LXXXV

1. Θαυμάσαι δέ μοι ἔπεισι περὶ τῆς τῶν ἀπίστων Ἑλλήνων καὶ ἄλλων βαρβάρων ἠπατημένης κατὰ πάντα διανοίας, ὡς ἐν τοῖς αὐτῶν μύθοις οὐκ αἰσχύνονται ἀνάστασιν πάντῃ σημαίνειν καὶ περὶ ἀναστάσεως πολλάκις ᾄδειν,   2. ὡς οἱ μῦθοι αὐτῶν ἀναγράφουσιν Ἄλκηστιν μὲν τελευτήσασαν τὴν Πελίου ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς Ἀδμήτου καὶ ὑπὸ τοῦ Ἡρακλέος μετὰ τριήμερον ἐγηγερμένην καὶ ἀπὸ τῶν ἀδύτων ἀνενηνεγμένην, Πέλοπά τε τὸν Ταντάλου μετὰ τὸ κρεωνομηθῆναι τοῖς ψευδωνύμοις αὐτῶν θεοῖς ὑπὸ τοῦ ἰδίου πατρός·   3. Ἀμφιάρεως <ὁ> τοῦ Οἰκλέους ὑπὸ τοῦ Ἀσκληπιοῦ ἀναζωογονηθείς, Γλαῦκος ὁ Μίνωος ὑπὸ Πολυείδου τοῦ Κοιράνου βοτάνῃ τινὶ ἀναζωοποιηθείς, Κάστωρ διὰ Πολυδεύκην τὸν ἀδελφὸν αὐτοῦ, ὃς ἑκὼν αὐτῷ τὴν ζωὴν παρ’ ἡμέραν ἀλλάσσειν εἵλετο, καὶ ὁ Πρωτεσίλαος διὰ Λαοδάμειαν.   4. ἀλλὰ καὶ Σίσυφον καὶ Τάνταλον καὶ τὰς Καυκάσου θυγατέρας, ἃς Ἐριννύας κεκλήκασι, καὶ Τειρεσίαν ἅμα τούτοις κατατεταρταρῶσθαι δώσοντας δίκην ἐκεῖσε, τὸν μὲν διὰ πέτρας τὸν δὲ ὑπὸ τροχόν, καὶ ἄλλους ἄλλως τετιμωρῆσθαι καὶ ἔτι ὑπάρχειν ἐν τιμωρίᾳ, ὡς μὴ εἰς ἀνυπαρξίαν κεχωρηκότας, ὑπάρχοντας δὲ ἐν σώμασιν.   5. εἰ μὴ γὰρ σώματα εἶχον, πῶς ὑπὸ πέτραν καὶ τροχὸν τιμωρίαις παρεδίδοντο; καὶ πολλὰ ἔστιν περὶ τούτων λέγειν εἰς παράστασιν τῆς ἐν ἡμῖν πίστεως, ἔλεγχον δὲ τὸν πρὸς αὐτούς.

 

LXXXVI

1. Ἀλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὁρμώμενοι ἀδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων <φημί>, λέγειν οὐ σώματος, ἀλλὰ ψυχῆς ἀνάστασιν ἔσεσθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ἤπερ ἐκ συνέσεως προβαλλόμενον.   2. ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὅλως ἀνάστασιν ἡγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα.   3. ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ’ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα. τοίνυν εἰ ἀνάστασις παρ’ αὐτοῖς ὁμολογεῖται, παντί τῳ δῆλόν ἐστιν <ὅτι> οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος.   4. Ἕλληνες δὲ πάλιν ἐλέγχονται <οἱ> τὸ πᾶν τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες <γὰρ> εἰς τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὁλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες.   5. πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος· ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι.   6. καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη <περὶ> τῶν ψυχῶν προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφανιζομένην καὶ ἐλπίδα μὴ ἔχουσαν ἀναβιώσεως.   7. εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας <μνήμασιν> ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεδρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγέτωσαν;   8. ἀλλὰ δῆλον ὅτι οὐ τὰς ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ’ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ’ ἀξίαν ὧν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδίαις χερσὶν ἕκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ’ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ’ αὐτοῖς μὴ κεκρατύνθαι.

 

LXXXVII

1. Ἀλλὰ περὶ τούτων ἱκανὰ νομίζω εἰρῆσθαι, ἐκ τῶν πολλῶν παραδειγμάτων ὀλίγα ἡμῶν παραθέντων.   2. περὶ δὲ τῶν δοκούντων Χριστιανῶν εἶναι, Ὠριγένει δὲ πειθομένων καὶ τὴν μὲν τῶν νεκρῶν ἀνάστασιν ὁμολογούντων σαρκός τε τῆς ἡμετέρας καὶ σώματος τοῦ κυρίου τοῦ ἁγίου ἐκείνου τοῦ ἀπὸ Μαρίας ἀνειλημμένου, ταύτην δὲ τὴν σάρκα λεγόντων μὴ ἐγείρεσθαι, ἀλλ’ ἄλλην ἀντὶ ταύτης ἐκ θεοῦ δίδοσθαι, πῶς οὐχὶ μᾶλλον τῶν ἄλλων εἴποιμεν ἀσεβεστέραν ἔχειν ὑπόληψιν καὶ εὐηθεστέραν τῆς παρ’ Ἕλλησι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν ὑπονοίας;   3. πρῶτον μὲν γὰρ εἰ ἄλλη ἀντὶ ταύτης ἐγείρεται κατὰ τὸν αὐτῶν λόγον, οὐ δικαία ἡ τοῦ θεοῦ κρίσις κατὰ τὸν αὐτῶν μῦθον, ἄλλην σάρκα κρίνουσα ἀντὶ τῆς ἁμαρτησάσης ἢ ἄλλο σῶμα φέρουσα εἰς δόξαν κληρονομίας βασιλείας οὐρανῶν ἀντὶ τοῦ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ διωγμοῖς ὑπὲρ ὀνόματος θεοῦ κεκμηκότος σώματος.   4. πῶς δὲ καὶ ψυχὴ κριθήσεται μόνη κατὰ τὸν λόγον τῶν αἱρέσεων, μὴ παρόντος τοῦ συναμαρτήσαντος σώματος; ἀντείπῃ γὰρ ἡ τοιαύτη ψυχὴ τῇ τοῦ θεοῦ κρίσει, φάσκουσα τοῦ σώματος γεγενῆσθαι τὰ ἁμαρτήματα.   5. ἔχει γὰρ καὶ τὴν ἀπόδειξιν κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον καὶ μὴ ἀληθείᾳ. δύναται γὰρ λέγειν· οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ τὸ σῶμα. ἐξότου γὰρ ἐξῆλθον ἐκ τοῦ σώματος, οὔτε ἐπόρνευσα οὔτε ἐμοίχευσα, οὐκ ἔκλεψα οὐκ ἐφόνευσα οὐκ εἰδωλολάτρησα οὔ τι τῶν κακῶν καὶ ἀνηκέστων εἰργασάμην.   6. καὶ εὔλογος εὑρεθήσεται ἡ αὐτῆς ἀπολογία. εὐλόγως δὲ αὐτῆς ἀπολογουμένης τί ἐροῦμεν; ἀργὴ ἆρα ἡ τοῦ θεοῦ κρίσις; ἀλλ’ «ἀδίκως ἐπιφέρει τὴν ὀργὴν ὁ θεὸς κατὰ τῶν ἀνθρώπων; μὴ γένοιτο».

 

LXXXVIII

1. Οἴδαμεν δὲ ὅτι «πάντα τῷ θεῷ δυνατά» καὶ δύναται καὶ σῶμα φέρειν ἄνευ ψυχῆς καὶ τὰ ἀφανῆ γεγονότα σώματα δύναται <ποιῆσαι> πάλιν ἀναβιοῦν κινεῖσθαί τε αὐτὰ ἀφ’ ἑαυτῶν ἄνευ ψυχῶν, ἐὰν θέλῃ, ὡς καὶ ἤδη διὰ τοῦ ἁγιωτάτου Ἰεζεκιὴλ τὴν τοιαύτην οἰκονομίαν ἐποίησεν.   2. ἔλεγε γὰρ τῷ ἁγίῳ προφήτῃ «εἰπέ, υἱὲ ἀνθρώπου, συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν»· καὶ ἦν θαυμάσαι τὴν τοῦ θεοῦ δύναμιν, ὅτι μηδέπω τῶν ψυχῶν ἐμβληθεισῶν, ἀλλὰ ξηρῶν ὄντων τῶν ὀστέων οὐ μόνον τοῦ κινεῖσθαι ἔσχον δύναμιν ἐπὶ τῆς τοῦ θεοῦ προστάξεως, ἀλλὰ καὶ συνέσεως τὰ ὀστᾶ ἐνεπλήσθη καὶ γνώσεως οὐ τῆς τυχούσης.   3. οὐ γὰρ τὰ πρὸς τοὺς πόδας ὀστέα ἐγγὺς τῶν μερῶν τῆς κεφαλῆς κατὰ λήθην ἐβάδιζεν οὐδὲ οἱ τοῦ τραχήλου σπόνδυλοι περὶ τὰς τῶν ἀστραγάλων ἁρμονίας πλανώμενοι τὸν τόπον ἐξήτουν, ἀλλ’ ἕκαστον τῶν ὀστέων καὶ ἐκινήθη καὶ ἐβάδιζε κατὰ σύνεσιν καὶ τῇ αὐτοῦ ἁρμονίᾳ προσετίθετο.   4. εἰ γοῦν θέλει ὁ θεός, δύναται καὶ σῶμα ἄνευ ψυχῆς ἐγεῖραι. ἐν τούτῳ γὰρ τὸ δυνατὸν αὐτοῦ ἔδειξεν, ἐν τῷ τὸ παρὰ τοῖς ἀνθρώποις ἀπηλπισμένον ἐκεῖνο πρῶτον <ποιῆσαι> ἀναβιοῦν διὰ τοῦ τῷ Ἰεζεκιὴλ προστεταχέναι.   5. καὶ οὐκ εἶπεν· εἰπέ, υἱὲ ἀνθρώπου, πρῶτον ἐλθεῖν τὸ πνεῦμα, ἀλλὰ μετὰ τὸ ἐξευμαρίσαι τὸ δυσχερὲς διὰ τὴν πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· «καὶ ἀνέστη δέ» φησί «πολλὴ συναγωγή».   6. δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ’ οὐ δύναται κριθῆναι καθ’ ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ θεοῦ κρίσιν.   7. φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ἐκείνης ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ’ ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων εἰργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις.   8. διὰ τοῦτο ὡς ἦν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἷς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ὁ δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν αὐτοῦ ἐν αὐτῷ δίδωσι. καὶ οὕτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἢ τῆς δι’ ἁμαρτίας τιμωρίας ἢ τῆς δι’ ἀρετὴν † θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας.

 

LXXXIX

1. Ταῦτα δὲ εἰς παράστασιν τῆς ἀληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες ὀλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἕτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν ἀπολέσαι μὴ πειρωμένους βουλόμενοι.   2. γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠφελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾗπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον «ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι» καὶ τὰ ἑξῆς.   3. ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί, ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσδοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν ἀναστάσεως·   4. καὶ οὕτως ὁ κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὅτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ γῇ ἐγερθήσεται.   5. δύο γὰρ σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι’ ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἵνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι (οὐ γάρ εἰσιν ὀλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως) συντόμως ἐρῶ τοῦτο·

 

XC

1. ὅτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθάπερ τινὲς φάσκουσιν, οὐκ ἂν ὁ ἀπόστολος διεβεβαιοῦτο λέγων «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν».   2. ἐπειδὴ δὲ δεῖ καὶ περὶ δόξης τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαί τε καὶ ἀλλοιοῦσθαι ἐν δόξῃ μετὰ τὴν ἀνάστασιν (καθάπερ λέγει «ἐγείρεται ἐν δόξῃ»), ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ’ εἰ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε».   3. τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν· ἵνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι’ ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ καὶ «ἐν Παύλῳ λαλήσας» περὶ ἀναστάσεως· «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ», φησί, «μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει».   4. ἄρα γοῦν ὁ ἀπόστολος κόκκον ἔφησε καὶ ὁ σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δι’ ἑαυτοῦ ἀπέδειξε. τί οὖν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα τουτέστιν ὁ κόκκος ἀνέστη; ἢ ἕτερον ἦν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριήμερον ἀναστὰν ἐκ τοῦ μνημείου;   5. ὡς οἱ ἄγγελοι λέγουσιν· «ἀνέστη, οὐκ ἔστιν ὧδε» καὶ ὥς φησι τῇ Μαρίᾳ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου» καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν πλευρὰν τῷ Θωμᾷ λέγων «μὴ γίνου ἄπιστος ἀλλὰ πιστός».   6. ἀπίστων γάρ ἐστι τὸ εἰπεῖν ὅλως οὐκ ἀνέστη, [ἢ] καὶ κακοπίστων ἐστὶ τὸ εἰπεῖν, οὐκ αὐτὸ τὸ ὂν καὶ κοιμηθὲν ἀνέστη, πιστῶν δέ ἐστι τὸ εἰπεῖν ὅτι αὐτὸ τὸ σῶμα ἀνέστη καὶ ἀπὸ τοῦ αὐτοῦ σώματος οὗ ἤγειρε τὸ ἡμῶν εἰς ἐλπίδα ἀληθείας κατέστη.

 

XCI

1. Εἰς τοῦτο γὰρ καὶ τοὺς τύπους εἴασε τῶν ἥλων, μὴ ἀπαλείψας αὐτοὺς μηδὲ τὸν τύπον τῆς λόγχης, καίτοι γε εἰσελθὼν θυρῶν κεκλεισμένων. τὸ γὰρ σαρκικὸν αὐτοῦ πνευματικὸν ἀνέστη, ἀλλ’ οὐκ ἄλλο παρὰ τὸ ὄν, ἀλλ’ αὐτὸ τὸ ὄν, εἰς θεότητα συνενωθέν, εἰς λεπτότητα πνεύματος κοσμηθέν.   2. εἰ μὴ γὰρ ἦν λεπτότης πνεύματος, ποία τις ὀπὴ ἐδέχετο σῶμα ὀγκηρόν; ἀλλ’ ἵνα δείξῃ ὅτι αὐτὸ τὸ φθαρτὸν ἡμῶν ἐνδύεται ἀφθαρσίαν ἐν ἀληθείᾳ (εἰ γὰρ καὶ θνητόν ἐστιν, ἀθανασίαν ἐνδύεται), εἰσῆλθε μὲν θυρῶν κεκλεισμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνατον καὶ τὸ φθαρτὸν ἄφθαρτον·   3. ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπιστοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὲ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν <σάρκα μετὰ τὴν> ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς λόγχης,   4. ἀλλ’ ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθὸς ὅτι οὐκ ἄλλο ἦν τὸ ἀναστὰν οὐδὲ ἀπ’ αὐτοῦ ἕτερον φυέν, ἀλλ’ αὐτὸ τὸ πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστάς, ἀναστὰς δὲ ἄφθαρτος.   5. καὶ ἵνα πάλιν μὴ νομίσωμεν μέρος τι ἐγηγέρθαι ἐξ αὐτοῦ, αὐτὸ μὲν ὅλον οὐκ εἶδε διαφθοράν, (λέγει γάρ «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»), αὐτὸ δὲ ὅλον ἀνέστη, λέγει [γάρ] «ἀνέστη, οὐκ ἔστιν ὧδε».   6. εἰ δὲ ἠγέρθη καὶ οὐκ ἔστιν ὧδε, ἀληθινῶς ἀνέστη· καὶ οὐ σφάλλονται αἱ γραφαί, οὖσαι ἡμετέρα ζωή. καὶ ἵνα μὴ εὕρωσιν οἱ ἠπατημένοι πρόφασιν, ὀστέα καὶ σάρκα ἔδειξε τῷ Θωμᾷ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἔλεγεν «ἴδετέ με, ὅτι ἐγώ εἰμι. πνεῦμα γὰρ ὀστέα καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».

 

XCII

1. Ἐὰν δέ τις σοφιζόμενος εἴπῃ· ἀλλὰ τὸ τοῦ σωτῆρος ἡμῶν σῶμα ἐξαίρετον ἦν διὰ τὸ μόνον συνειλῆφθαι ἀπὸ Μαρίας καὶ χωρὶς σπέρματος ἀνδρός, ἆρα γοῦν καὶ τὸ τοῦ Ἀδὰμ ἄλλο ἦν παρὰ τὸ ἡμῶν, ὅτι ἀπὸ γῆς μόνον ἐλήφθη χωρὶς σπέρματος ἀνδρός; ἀλλ’ οὐδεὶς ἔχει τοῦτο εἰπεῖν οὐδὲ ἀποδεῖξαι.   2. ἐὰν δέ τις πάλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὅλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτὸ ἐγείρεται, ἀλλ’ ἀντ’ αὐτοῦ ἕτερον, πῶς οὖν λέγει «ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;» ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα ἀπαρχὴ τῶν ἐγειρομένων.   3. πῶς δὲ ἀπαρχὴ γέγονε Χριστὸς τῶν κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι.   4. πρὸ αὐτοῦ γὰρ ἤγειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναῒν καὶ Ἠλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ἐλισσαῖος δύο ἤγειρε νεκρούς, ἕνα μὲν ἔτι περιόντα ἕνα δὲ ταφέντα.   5. ἀλλ’ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς «ἀπαρχὴ τῶν κεκοιμημένων», ὅτι ἀναστὰς «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον.   6. ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἅπαξ ἐγεύσατο θανάτου, «θανάτου δὲ σταυρικοῦ», ἑκὼν δι’ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἵνα θανάτῳ θάνατον θανατώσῃ·   7. ὁ Λόγος σὰρξ γενόμενος, οὐ πάσχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρωπότητος <ἐν ἀπαθείᾳ>, πάθος αὐτῷ λογιζόμενον αὐτοῦ [δὲ] μένοντος <ἐν ἀπαθείᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος> ἐν ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία.   8. αὐτὸς γὰρ εἶπεν «ἐγώ εἰμι ἡ ζωή». οὔτε διὰ σαρκὸς ἡμῖν ἡ ἐλπίς. «ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη».

 

XCIII

1. Τί οὖν ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ὅτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ. ἀλλ’ οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος.   2. οὐδὲ γὰρ ἐπ’ ἀνθρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Ἀδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἵνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ’ ἄνθρωπον, ἀλλ’ ἐπὶ θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον.   3. «πᾶς γὰρ ἱερεὺς ἀπὸ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται» κατὰ τὸ γεγραμμένον. ὅθεν ἀπὸ τῆς ἡμῶν σαρκὸς ἀνέλαβεν ὁ κύριος ἐλθὼν τὴν σάρκα καὶ ἄνθρωπος γέγονεν ἡμῖν ὅμοιος ὁ θεὸς Λόγος, ἵνα ἐν τῇ θεότητι δῴη ἡμῖν τὴν σωτηρίαν καὶ ἐν τῇ αὐτοῦ ἀνθρωπότητι πάθῃ ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων, πάθος διὰ τοῦ πάθους λύσας καὶ θάνατον διὰ θανάτου τοῦ ἰδίου θανατώσας.   4. ἐλογίσθη δὲ τὸ πάθος εἰς τὴν θεότητα, καίτοι γε τῆς θεότητος ἀπαθοῦς οὔσης, <λογιζομένου δὲ τοῦ πάθους τῇ θεότητι>, ὅτι οὕτως εὐδόκησεν ἐλθὼν ὁ ἅγιος καὶ ἀπαθὴς θεὸς Λόγος.   5. ἔστι δὲ τὸ ὑπόδειγμα τοιόνδε τι· ὡς ἐάν τις ἱμάτιον <ᾖ> ἐνδεδυμένος, ἐν δὲ τῷ ἱματίῳ αἷμα ῥαντισθὲν μολύνῃ τὸ ἱμάτιον, τὸ δὲ σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον,   6. οὕτως ἐν τῇ σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν <εἰς ἑαυτὸν> ἀνεπλάσατο ἐλθὼν ἀπ’ οὐρανῶν αὐτὸς ὁ ἅγιος θεὸς Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε».   7. καθὼς τὸ αἷμα ἐν ἱματίῳ λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος τὴν ἐλπίδα,   8. ἀλλ’ ἐν τῷ κυριακῷ ἀνθρώπῳ, τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὰ ἑξῆς.

 

XCIV

1. Ἐσταυρώθη οὖν, ἐσταυρώθη ὁ κύριος καὶ προσκυνοῦμεν τὸν ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ» κατὰ τὸ γεγραμμένον·   2. «ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ὡς ῥανίδα ἀπὸ πελάγους ἀρυόμενοι τῆς τοῦ θεοῦ γνώσεως καὶ καταλαμβάνοντες τῆς τοιαύτης οἰκονομίας ὑπόδειγμα, τῆς ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, τῆς αὐτῆς θεοῦ οἰκονομίας.   3. εἶχον δὲ πᾶσαι αἱ γραφαὶ σποράδην τὸ κήρυγμα τῆς ἀναστάσεως, ἐτηρεῖτο δὲ τὸ τέλειον τῇ αὐτοῦ τοῦ ἐνυποστάτου Λόγου παρουσίᾳ.   4. «πλήρωμα γὰρ νόμου Χριστός» κατὰ τὸ γεγραμμένον. ποῦ γὰρ οὐκ ἔλεγε τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν «ἔτι λαλεῖ», <ὥς> φησιν ἡ γραφή. «Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ». Νῶε κιβωτὸν κατεσκεύασεν ἐκ θεοῦ προστάγματος, ἑαυτῷ παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ.   5. Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα «νενεκρωμένου ἤδη τοῦ σώματος» καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα «τῆς μήτρας Σάῤῥας»· καὶ τὸ «πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός», τῆς κατ’ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα <ὡς> νεωτέρα κυΐσκει.   6. καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ θεὸς ἐκ νεκρῶν τῷ πατρὶ τὸν παῖδα παραδιδοὺς ζῶντα ἀναστάσεως ἐλπίδα ἐκήρυττεν.   7. Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ὀστέων ἐλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς ἀπολλυμένων, ἀλλ’ ὡς μελλόντων αὖθις ἀναβιοῦν καὶ ἐνετέλλετο ἀνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως.   8. καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε «συνανοίσετέ μου τὰ ὀστᾶ» φάσκων· «ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος». εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια <ἐν τῷ> περὶ τῶν φθειρομένων ὀστέων ἐντέλλεσθαι τοὺς δικαίους;   9. πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· «ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ’ ἐμοὶ δὲ ζώντων. ἓν πνεῦμα καὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν «ὁ λαλῶν ἐν τοῖς προφήταις <ἰδοὺ> πάρειμι».

 

XCV

1. Ὑποδείξῃ δὲ <καὶ> ἡ ῥάβδος τοῦ Ἀαρὼν ξηρὰ οὖσα <διὰ> πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ’ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αὐτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὑετῶν ἀρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ἡμέρας τρεφουσῶν,   2. ὑπὸ μίαν <δὲ> νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ὁ θεὸς τῆς μελλούσης ὑπ’ αὐτοῦ ἔσεσθαι ἀναστάσεως.   3. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ὃν ὁ κύριος ὑπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσφορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν ἀριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται.   4. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. «σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι». ὡς ἔδειξεν ὁ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα ἐν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑπὸ μίαν νύκτα,   5. οὐ μόνον δὲ ἀλλ’ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὡσαύτως τὸ δι’ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διὰ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν [δὲ] τῇ ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.

 

XCVI

1. Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, <οὗ> οὐδεὶς «ἀνθίσταται τῷ βουλήματι». ἀκουσάτω Μωυσῆς καὶ ἐπιδεικνύτω. «τί ἐν τῇ χειρί σου;» φησὶν ὁ κύριος· ὁ δὲ εἶπε «ῥάβδος». ἡ δὲ ῥάβδος ξυλίνη ἦν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι «ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς.   2. καὶ ἔῤῥιψε» τὴν ξηρὰν ῥάβδον. καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον.   3. οὐκ ἦν φάντασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διάνοιαν παρέστησε διὰ Μωυσέως <πρὸς> τὴν ἀλήθειαν.   4. ἔγνω γὰρ ὁ προφήτης ὅτι τὸ γινόμενον οὐκ ἦν δοκήσει, ἀλλ’ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως.   5. ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ἡ ῥάβδος, «ὁ δὲ θεὸς ἔδωκεν» αὐτῇ ἀλλοῖον «σῶμα, ὡς ἠθέλησε». καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν,   6. ἀλλ’ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ’ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει οὐδὲ ἀντὶ τῆς ῥάβδου τὸν δράκοντα ἠθέλησε δικάζειν,   7. ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἴδιον δυνατὸν ὁ θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ ἐν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο· οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ’ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.

 

XCVII

1. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ «οἱ ἐν μνήμασιν ἀναστήσονται», κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἅγιος Ἰακὼβ ὁ πατριάρχης καί φησι «Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκάλυψας φησίν, οὗ ἀνέβης».   2. ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως.   3. καὶ <εἰ> θέλεις μαθεῖν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει.   4. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθὼν καὶ γνοὺς ὅτι ἱερεὺς Λευί (ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ».   5. πῶς δὲ ἐδύνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἓξ ἐτῶν τεθαμμένος·   6. ἀλλ’ ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί «ζήτω»   7. (ἐν τῇ ἀναστάσει, σημαίνων· ᾔδει γὰρ ὅτι ζήσονται ἅπαντες) «καὶ μὴ ἀποθάνῃ», τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ.   8. εἰ γὰρ περὶ τῆς ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον «ζήτω Ῥουβείμ»· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ».

 

XCVIII

1. Καὶ πόθεν τις <οὐ> δυνήσεται συλλέξαι τὰς τοσαύτας μαρτυρίας περὶ τῆς ἡμῶν ἐλπίδος καὶ προσδοκίας τῆς ἀναστάσεως, τῆς ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει;   2. λεγέτωσαν γὰρ οἱ κενόδοξοι καὶ φιλονεικοῦντες μάτην, πότερόν ποτε μέρος ἀνίσταται τῶν σωμάτων καὶ πάντων ἀνὰ μέρος ἢ πάλιν τινῶν τὸ ὅλον ἐγείρεται καὶ τινῶν ἀνὰ μέρος ἡ ἀνάστασις, τινῶν δὲ ὅλον τὸ σῶμα. τίς ἡ τοιαύτη προσωποληψία; ἆρα «προσωποληψία παρὰ τῷ θεῷ;» μὴ γένοιτο.   3. ἐρευνήσωμεν ποῦ ἢ πότε ἤγειραν οἱ ἅγιοι νεκρὸν ἀπὸ μέρους καὶ οὐχὶ ὅλον τὸ σῶμα. ὁ υἱὸς τῆς ἐν Σαραφθίᾳ χήρας ὅλος ἀνέστη καὶ οὐ μέρος κατελείφθη, ὁ υἱὸς τῆς Σουμανίτιδος ὅλος ἀνέστη καὶ οὐδὲν μέλος αὐτοῦ εἴασε μὴ ἀναστάν.   4. καὶ <ὁ> κύριος τὸν Λάζαρον ἤγειρε καὶ οὐκ ἐγκατέλιπε λείψανον ἐν τῷ μνήματι, ἀλλὰ μετὰ τῶν κειριῶν καὶ τῶν ἄλλων ἐνδυμάτων καὶ οὐχὶ πάντως τῶν ἱματίων χρεία ἐν ἡμέρᾳ κρίσεως·   5. τὸν υἱὸν τῆς ἐν τῇ Ναῒν ὅλον ἤγειρε, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, τὴν θυγατέρα τοῦ ἑκατοντάρχου. καὶ ὢ μάταιος ὑπόνοια τῶν τὰ τοιαῦτα λογιζομένων, ὅτι μέρος ἐγείρει καὶ μέρος καταλιμπάνει.   6. ἴδωμεν δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων καὶ τῶν ἤδη ἰσόῤῥοπα ἐλπίδος ἡμῖν γεγενημένων. Ἐνὼχ ὅλος μετετέθη καὶ οὐκ εἶδεν ἕως τῆς δεῦρο θάνατον καὶ Ἠλίας ὅλος ἀνελήφθη ἐν σώματι καὶ οὐκ εἶδεν ἄχρι τῆς δεῦρο θάνατον, ἵνα ἐν δυσὶ ζῶσι σώμασιν παραστήσῃ ἡμῖν τελείαν τὴν ἀνάστασιν.   7. καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἵνα μὴ <ἡ> ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ ὅλη.   8. Ἠλίας ἦν ἐν παρθενίᾳ, ἵνα τὸ πρόκριτον τῆς παρθενίας τὴν ἀθανασίαν κηρύξῃ τῷ κόσμῳ καὶ τὴν μετὰ σώματος ἀφθαρσίαν· ἵνα δὲ μὴ μόνον ἐπὶ τῆς παρθενίας νομισθῇ εἶναι διὰ τὸ ἐξαίρετον ἡ ἀνάστασις καὶ σώματος ἡ παραμονή, Ἐνὼχ οὐκ ἦν παρθένος, ἀλλ’ ἐγκρατὴς καὶ παιδοποιήσας τέκνα. καὶ δύο μὲν οὗτοι [ἐν] ζῶσιν, ἐν σώματι καὶ ψυχῇ ἐμπαραμένοντες διὰ τὴν <ἡμῶν> ἐλπίδα.

 

XCIX

1. Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες <σὺν> σώματι καὶ ψυχῇ. ἀπ’ αὐτῆς γὰρ τῆς ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ εἰς τιμωρίαν παροδοθέντων.   2. ὁ Ἰώβ φησιν «ἕως πάλιν γένωμαι» καί «<ἀναστήσαι> τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα» καί «ἀνακαινιεῖς με» καὶ πάλιν «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου», Ἠσαΐας δέ «ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις»· ἦλθε γὰρ ὁ «λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις».   3. λέγει δὲ Ἰώβ «ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αὐτοῦ». καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα «ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ».   4. ὅσον γὰρ ἔστιν <ὁ> οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὑπάρχει. ὅταν δὲ ἔλθῃ «ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον» καὶ τινάσσων τὴν γῆν, τότε «ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος».   5. διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ «υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἐγένετο οὕτως· καί «γενέσθαι ἐπ’ αὐτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίχας καὶ ὄνυχας»· καὶ πάλιν «εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς», τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποτεταμιευμένων.   6. καὶ τίνι τῷ λόγῳ αὐτὸς ὁ κύριος οὐ λέγει, ἀλλὰ κελεύει τῷ ἀνθρώπῳ λέγειν; ὅτι ὃ λέγει κύριος ἅμα καὶ ποιεῖ καὶ οὐκέτι λύεται· τῷ δὲ ἀνθρώπῳ προσέταξε λέγειν, ἵνα μετὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν σημανθῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ καὶ οὐ τοῦ κυρίου. ἤμελλον γὰρ πάλιν ἀποθνῄσκειν ἐκεῖνα τὰ ὀστᾶ. ὅταν δὲ εἴπῃ ὁ κύριος, ἀνάστητε, ἐγείρονται καὶ οὐκ ἀποθνῄσκουσι· θεοῦ γὰρ λόγος οὐ λυθήσεται.

 

C

1. Διὰ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἕως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο <τὸ> λέγειν μόνῳ ἑνί· «ἔγειραι», «δεῦρο ἔξω», ἕως ἂν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, ἀλλ’ ἐγείρεσθε πάντες, τὴν καθολικὴν ἀνάστασιν ἐργαζόμενος· αὐτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν.   2. ὧδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε <εἰ μὴ> τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς», «μετ’ αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα», κατὰ τὰ ἐν εὐαγγελίῳ γεγραμμένα.   3. καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἁγίων· καί «ἐνεφανίσθησαν πολλοῖς», οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, ἀλλ’ ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἦσαν τετελευτηκότες.   4. καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ὁ κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε, κατηξίωσεν αὐτῇ εἰπεῖν· «ἀνάστηθι ἡ παῖς»· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ κλίνῃ ἦν.   5. τὸν δὲ υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναΐν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· «ἥψατο γὰρ τῆς σοροῦ» καὶ οὐκ εἶπέ τι τῷ παιδί, ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη.   6. τὸ δὲ ἔτι βαθύτατον καὶ παρ’ ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλ’ οὕτως ἐν ἑτοίμῳ καλεῖ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, «Λάζαρε, δεῦρο ἔξω».   7. πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό «δεῦρο ἔξω» παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πάλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι «ἡ παῖς ἀνάστηθι». ὧδε δὲ πάντα ποιεῖ ὁ ἅγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.

 

CI

1. Εἰ δὲ βουληθείην τὰς πάσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ὁ ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος <δέδια μὴ> εἰς πολὺ πλάτος ἐπεκτείνω τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ <ὁμοία>, μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης.   2. ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχονται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ὁ θεὸς τὸ ἔλεος παράσχῃ καὶ διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων.   3. Ἕλληνες μὲν γὰρ <μὴ> λαβόντες πνεῦμα ἅγιον ἐλεγχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ’ ὑμῶν τῶν υἱῶν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως.   4. διδάσκετε γάρ, λαβόντες πνεῦμα ἅγιον καταξιωθέντες τε λόγου εὐθέτου «ἐν ἀνοίξει τοῦ στόματος», πρῶτον μέν, ὅτι μαθηταὶ τοῦ Χριστοῦ καταξιωθέντες εἶναι τοῦ «ἀρχιποίμενος» καὶ «προστάτου τῶν ἡμετέρων ψυχῶν», ὡς τὰ τρόφιμα τοῖς τοῦ Χριστοῦ ποιμνίοις τοῖς ἑαυτῶν λαοῖς συναγαγόντες μεριμνῶντές <τε> ὅπως ἑαυτούς τε καὶ τὰ τοῦ θεοῦ θρέμματα, φημὶ δὲ τὸν βουλόμενον πάντως ὠφελεῖσθαι, ἐκ τῆς ἁγίας γῆς τῆς παρὰ Μωυσῇ αἰνιττομένης θρέψητε.   5. τίς δὲ τῶν εὖ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὦ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας (ἐνίους γὰρ λέγων πάντας τοὺς υἱοὺς τῆς ἀληθείας λέγω, κατὰ τὸ γεγραμμένον), τίς περὶ τούτων ἀμφιβάλοι;   6. σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναικός, ἧς τὸ κλέος παρὰ Σολομῶντι λέγοντι «γυναῖκα ἀνδρείαν τίς εὑρήσει;» (ὡς σπανίας οὔσης, μᾶλλον δὲ μιᾶς), τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε.   7. ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἧς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ’ ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός.

 

CII

1. Αὕτη οὖν ἡ ἐπιεικεστάτη τὸν ἴδιον νυμφίον ἀκριβῶς ἐρωτᾷ ἐν τῇ βίβλῳ τῶν ᾀσμάτων «ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;» ποιμαίνει δὲ Χριστὸς ἐν ἁγίᾳ γῇ τῇ προειρημένῃ καὶ οὐ μόνον ποιμαίνει, ἀλλὰ καὶ προστάσσει λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῶν ποιμένων, ὡς Μωυσῇ πρῶτον λέγει·   2. παρ’ οὗ τὴν παράδοσιν παρειληφότες καὶ αὐτοὶ τοὺς εἰς τὴν ἁγίαν ἐπιστήμην εἰσαγομένους ἀσφαλῶς χειραγωγεῖτε πρῶτον, τὰ ὑποδήματα ἑκάστου ἐπιλύεσθαι ἐπιμελόμενοι.   3. ὑποδήματα δὲ ἑκάστου ἡμῶν ἔχει διαφοράν. τῇ γὰρ ἰδίᾳ ἑαυτοῦ πράξει ἕκαστος ὑπεδήσατο. καὶ λοιπὸν ὑμῶν τῶν μαθητῶν καὶ καλῶν ποιμένων ὑπακούων ἕκαστος, ὃς μὲν ὑπεδήσατο εἰδωλολατρείαν, ὑπελύσατο τῇ ὑμῶν νουθεσίᾳ, ἄλλος δὲ μοιχείαν ὑπελύσατο, ἕτερος πορνείαν, ἄλλος κλοπήν, ὃς δὲ πλεονεξίαν.   4. οὐ μόνον δέ, ἀλλὰ καὶ λόγοις στυγητοῖς καὶ αἰσχροῖς ῥήμασιν ἀποτασσόμενοι μακαρίαις ἐλπίσιν «ὑπὸ χεῖρα κραταιὰν» τοῦ ἀγαθοῦ ποιμένος δι’ ὑμῶν τῶν καλῶν, τῶν μαθητῶν ἕκαστος βουκολεῖσθαι παραδίδωσιν ἑαυτόν· ἀφέξεται γὰρ ἕκαστος πάντως τῆς πλάνης.   5. καὶ πρὸ ὀφθαλμῶν παρατίθεσθε τὴν ἀλήθειαν, εἴδωλα μὲν παραχαράττοντες καὶ ἀναφανδὸν τὴν περὶ αὐτῶν πλάνην ἀνακηρύττοντες (οὔτε γὰρ νεκροὺς τούτους ἡγεῖσθε, ἐπεὶ μήποτε ἔζησαν), κενὰ δὲ καὶ μάταια καὶ οὐκ ὄντα εἰκότως πάντας πάντοτε διδάσκοντες.   6. οὐ γὰρ ἦσάν ποτε, ἵνα <τι> ὦσιν ἐκεῖνοι· εἰσὶ δὲ κακοδαίμονες, ἀνθρωπίνης διανοίας παράθεσις, ἡδονῶν ἀφορμὰς ἐπιῤῥώσασα· καὶ ἔνθεν ὑπὸ ἑκάστου τὸ ἴδιον πάθος εἰς σέβασμα κυρωθὲν τετόλμηται.   7. πρῶτον γὰρ εὐθὺς ὅτε τοῦτο τοῖς ἀνθρώποις ἐκαινοτόμητο διὰ δαιμόνων κακουργίας, «πρώτη» αὕτη «πορνεία» ἀπεφθέγγετο καὶ σκιογραφίαις τὰ εἴδωλα προετυποῦτο. ἔπειτα τέχνην τὴν ἰδίαν, ἣν μετὰ χεῖρας εἶχεν ἕκαστος, δι’ ἧς τὴν εὐπορίαν ἔσχεν, εἰς σέβασμα τοῖς ἰδίοις παρεδίδου τέκνοις καὶ διὰ τῆς ὕλης τῆς ἰδίας τεχνουργίας θεοὺς ἀνεπλάσαντο, καὶ κεραμεὺς μὲν ἐκ πηλοῦ, τέκτων ἐκ ξύλου, χρυσοχόος ἐκ χρυσίου καὶ ἀργυροκόπος ὡσαύτως.

 

CIII

1. ἔτι δὲ πάλιν ἕκαστος τὸ ἴδιον πάθος εἰς μορφοεμφερείας <πρὸ> τῶν ἰδίων ὀφθαλμῶν διέγραφεν, ὁ μὲν αἱμοβόρος τις ἀνὴρ Ἄρεα φάσκων, μοιχὸς δὲ ἢ μοιχὰς τὴν πολύκοινον Ἀφροδίτην, τύραννος δὲ Νίκην ἀναπτερώσας.   2. αὐχμώδης γὰρ καὶ περὶ τὰ βιωτικὰ κεχηνὼς Κρόνου τὸν τύπον ἔγραφε, θηλυνόμενος δὲ Κυβέλην καὶ Ῥέαν διὰ τὸ ῥευστόν, οἶμαι, τῆς ἀπὸ τῶν σωμάτων πολυμιξίας.   3. ἄλλος τε ῥεμβὸς ἢ ῥεμβὰς Ἄρτεμιν κυνηγέτριαν προετύπου καὶ μέθυσον Διόνυσον καὶ πολύμοχθον Ἡρακλέα, πολύμιξ δέ τις Δία καὶ Ἀπόλλωνα.   4. καὶ τί μοι τὰ πλήθη λέγειν μυρίων παθῶν ἐν ἀνθρώποις ὑπαρχόντων; πλέον δὲ πάντων Αἰγύπτιοι πλανηθέντες οὐ μόνον τὰ ἴδια πάθη ἐσεβάσθησαν, ἀλλὰ πτηνὰ καὶ τετράποδα, χερσαῖά τε καὶ ἔνυδρα καὶ ἀτίθασσά τινα θηρία καὶ τὰ εἰς δοῦλα αὐτοῖς ὑπὸ τοῦ ἁγίου θεοῦ παραδοθέντα τῇ τάξει «μετήλλαξαν»·   5. καὶ ὡς ὄντες τῇ διανοίᾳ κτηνώδεις ὑπερασεβοῦσι, τὰ ζῷα τὰ παρ’ αὐτοῖς θεοποιοῦντες καὶ οὐκ αἰσχυνόμενοι, κύνα τὸ ὑλακτικόν, αἴλουρον τὸ ἑρπετοφάγον, τράγον τὸ ἀκόλαστον, πρόβατον τὸ βληχρόν, κροκόδειλον τὸ πολυσχιδὲς καὶ ἀμειδέστατον, ἶβιν τὴν ἰοβόρον καὶ ἰκτῖνα καὶ ἱέρακα καὶ κόρακα τὰ δουλοπρεπέστατα, ὄφιν δὲ τὸ σκολιὸν καὶ ἀηδέστατον.   6. καὶ ἁπαξαπλῶς ὢ τῆς μεγάλης αἰσχύνης τῶν μή<τε> ὄψει τὸν ἑαυτῶν ἔλεγχον κατανοούντων [καὶ] μήτε ἀκοαῖς τὴν αἴσθησιν παραλαμβανόντων μήτε διανοίᾳ τῶν παρ’ αὐτοῖς ματαίως γινομένων συνιέντων.   7. κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι μηδὲ τοῖς τῆς ἀληθείας ἐγκυκληταῖς συνθεαταὶ γινόμενοι.   8. οὐκ ἀκούουσι γὰρ Διαγόρου τοῦ τὸν ἴδιον Ἡρακλέα ξύλινον ὄντα δι’ ἀπορίαν ξύλων ὑποκαύσαντος καὶ ἐπισκωμματικῶς αὐτῷ λέγοντος· «ἄγε δή, Ἥρακλες, τὸν τρισκαιδέκατον ἆθλον ἐκτελῶν πάρελθε, τὸ ὄψον ἡμῖν ἑψήσων»· ὃν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατεθέντι αὐτῷ ἀρίστῳ γελοιάζων ἐτρέφετο.

 

CIV

                    1. ἄλλος δὲ Ἡράκλειτος
Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; (Τυφῶνα γὰρ καὶ Ὄσιριν καὶ ἄλλους καταχθονίους λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι). φησὶ γοῦν οὗτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς.   2. ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν «εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν οὐδ’ ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ κωλύοντά με».   3. καὶ Ὅμηρος δέ φησιν «οὐκ ἀγαθὸν πολυκοιρανίη». ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν «οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας ἔχουσι καλὰς εἰς σωτηρίαν».   4. Ἆπις γὰρ εὐθὺς ὁ ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήττεται, ἵν’, εἰ ῥεύσει αἷμα, ἐλεγχθῇ μὴ ὢν θεός.   5. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ἡγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ἁπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ὁ τοιοῦτος ἐν καθείρξει ἐστίν.   6. εἰ δὲ καὶ περὶ Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ἀτθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχου καλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις ἀνακηρῦξαι·   7. πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ <τῆς> Ἀφρογενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς τῶν θεῶν αὐτῶν πράξεις μιμεῖσθαι παραινοῦντες.   8. καὶ εὐθὺς μὲν Ὀσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνός <τε> τοῦ ἄλλου ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ’ ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς <τοῦ> ἰδίου ἀδελφοῦ αἰσθομένης, ἀλλ’ ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως τοῦ ἰδίου ἀδελφοῦ φθανούσης.   9. οὐ μόνον δέ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι.   10. καὶ Ὧρον μὲν ἕνα γεννᾷ παῖδα, ἣ οὐκ ἠδυνήθη παραστῆσαι, τίς ὁ γνήσιος ἀληθῶς ἔστιν αὐτοῦ πατήρ. εἰ γὰρ μὲν Τυφῶνα ὀνομάσῃ, διστάζει μὴ οὐκ ἔστιν αὐτοῦ γονεύς· εἰ δὲ τὸν Ὄσιριν, τίς τούτου τὴν ἀκρίβειαν παραστήσειε;   11. καλὸν δὲ θεὸν <αὐτὸν γενέσθαι> ἡ τοιαύτη μήτηρ ἐδίδασκε, παραλαβοῦσα αὐτὸν καὶ ἐν Τύρῳ πορνεύσασα ἔτη δέκα.   12. Σέραπιν δὲ τὸν Ἆπιν βασιλέα <καλούμενον> Σινωπέων <παῖδες> θεοποιοῦντες τυραννίδι μᾶλλον ἐδούλευσαν ἤπερ ἀληθείᾳ.

 

CV

1. Ταῦτά ἐστι τῶν παρ’ Αἰγυπτίοις τιμωμένων θεῶν τὰ ἐπίχειρα, ὧν τὸ κατὰ μέρος εἰπεῖν πολὺς χρόνος ἀναλωθήσεται. Ἕλληνες δὲ οἱ δοκοῦντές τι εἶναι ἐν ἑαυτοῖς, λόγοις μόνον καὶ ὀξύτητι γλώσσης φιλοσοφοῦντες καὶ οὐκ ἔργοις, πλέον πάντων ἐξώκειλαν·   2. οἵτινες κατάγουσι Κρόνον ἀπ’ Οὐρανοῦ, λέγοντες αὐτὸν ἀπὸ τοῦ Οὐρανοῦ γεγε<ν>νῆσθαι καὶ τὰ μόρια τοῦ ἰδίου πατρὸς τετμηκέναι (ὢ κακῆς πράξεως, αἰσχρᾶς τε ὑπονοίας)· ὃς εἰ μὴ ἐτμήθη, πολλοὶ Κρονίωνες ἦσαν.   3. οὗτος δὲ ὁ γεννάδας, ὁ ἕως πατρὸς πεφθακώς, οὐκ ἠρκέσθη ἐπὶ τῇ πρώτῃ ἀσεβείᾳ, ἀλλὰ νέος μὲν ὢν ἀδικεῖ τὸν πατέρα, πρεσβύτης δὲ γεγονὼς τὰ ἴδια αὐτοῦ τέκνα,   4. Ποσειδῶνα μὲν καταπίνων καὶ Πλούτωνα, Δία δὲ ἀναζητῶν καὶ ἐμπαιζόμενος ὑπὸ τῆς Ῥέας [καὶ] πέτραν μεγάλην ἐσπαργανωμένην ἀντὶ βρέφους καταπίνων· ὡσεὶ θεὸς τάχα.   5. εὐγενῶν δὲ γονέων ὑπάρχων ἵν’ οὕτως εἴπω ὁ τούτου παῖς, Ζεὺς τούτῳ ὄνομα, ἐκινδύνευε πασῶν τῶν γυναικῶν ἀνὴρ γίνεσθαι καὶ ὁ τούτου υἱὸς Ἑρμῆς. καὶ εἴθε κατὰ τοὺς νόμους ὑποπροίκιός τις ἐγένετο καὶ μὴ κλεψίγαμος πάντοτε καὶ κακεργάτης·   6. Πηνελόπην μὲν γὰρ φθείρει, δι’ ἡδονὴν τράγος γενόμενος· τράγος δὲ οἶμαι ἐγίνετο διὰ τὸ ἀκμαῖον τῆς τοῦ γενείου παραπλοκῆς.   7. πρὸς Δανάην δὲ <Ζεὺς ὁ πρῶτον ἡμῖν καλούμενος> χρυσὸς ἐγίνετο, ἵνα παρθένον σώφρονα θαλαμευομένην φθείρῃ· χρυσὸς δὲ ἐκεῖνος οὐκ ἠδύνατο γενέσθαι ποτέ, ἀλλὰ γόης ὢν διὰ χρυσοῦ δωροδοκῶν τὴν παρθένον ἠπάτησε.   8. καὶ παρὰ μὲν Λήδᾳ κύκνος αὖθις γίνεται, τὴν ἀναπτέρωσιν τῆς πυρώσεως τῆς αὐτοῦ ἡδονῆς ἀνασημαίνων.   9. ἀετὸς δὲ <γενόμενος> μηδεπώποτε ἀναπετασθεὶς παιδοφθόρων διδάσκαλος προκαθέζεται· μηδέποτε ἀετὸς γενόμενος, ἀλλ’ ἐν πλοίῳ παρασήμῳ, ἀετῷ ὀνομαζομένῳ διὰ τὸ τάχος, Τροίαν παραπλεύσας καὶ τὸν υἱὸν τοῦ βασιλέως [Τρώων] Γανυμήδην ἁρπάσας τὴν φθορὰν ἀπειργάσατο.   10. καὶ πρὸς Πασιφάην δὲ ταῦρος ἐγένετο, ὡσαύτως καὶ πρὸς Εὐρώπην.

 

CVI

1. Καὶ τί μοι τὰ πλήθη λέγειν <τῶν φθορῶν> τοῦ γενναίου τούτου <παρθένων> φθορέως καὶ φθορέων διδασκάλου; οὗ τὸ μνῆμα οὐκ ὀλίγοις ἐστὶ δῆλον. ἐν Κρήτῃ γὰρ τῇ νήσῳ ἐν τῷ ὄρει τῷ λεγομένῳ Λασίῳ ἕως δεῦρο δακτυλοδεικτεῖται.   2. Ζῆνες δὲ οὐχ εἷς ἢ δύο, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες γεγόνασι τὸν ἀριθμόν. ὁ μὲν γὰρ εἷς αὐτῶν Κρονίδης ὁ προειρημένος, ὁ ταρταρώσας τὸν ἴδιον αὐτοῦ πατέρα ἐν τῷ Καυκασίῳ ὄρει, ὁ δ’ ἄλλος Λατιάριος λεγόμενος, ἐξ οὗπερ οἱ μονομάχοι γεγόνασιν, ἄλλος δὲ ὁ τραγῳδός, ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας.   3. τάχα δὲ θεὸς ὢν ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος τράγῳ τῷ σατύρῳ, εὑρόντι πρότερον τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι «μὴ ἅψῃ, τράγε· ἁψάμενος γὰρ σοῦ ἐμπρήσεις τὰ γένεια».   4. Ἀθηναῖ δὲ γεγόνασιν οὐ μία, ἀλλὰ πολλαί· μία μὲν ῥεμβομένη καὶ περὶ τὴν Τριτωνίδα λίμνην ἀλωμένη, ἄλλη δὲ ἡ Ὠκεανοῦ, ἑτέρα δὲ ἡ Κρόνου καὶ πολλαὶ ἄλλαι.

5. Ἀρτέμιδες πολλαί· μία μὲν ἡ Ἐφεσία, ἄλλη δὲ ἡ τοῦ Διὸς καὶ ἄλλαι ὡσαύτως οὐκ ὀλίγαι. καὶ Διόνυσοι <δὲ> ὁ Θηβαῖος, ἄλλος δὲ ὁ Σεμέλης, ὁ ἐπὶ τῶν Κορυβάντων καὶ ὁ ὑπὸ τῶν Τιτάνων διασπώμενος καὶ Κουρήτων [ὁ] τὴν κρεωνομίαν μυῶν.   6. Ἡρακλῆς δὲ ὁ λεγόμενος παρ’ αὐτοῖς ἀλεξίκακος, οὗ τὰς πράξεις πάσας ἀποσιωπήσω, μίαν δὲ ἀπὸ πασῶν τὴν παρ’ αὐτοῖς τάχα ἐπαινουμένην ὑποδείξω· ἀρκέσει τούτῳ τὸν κάματον τοῦτον ὑποστῆναι, ἵνα τῷ βίῳ σωτηρία γένηται. εἰ μὴ γὰρ ἔφθειρεν ἐν μιᾷ νυκτὶ πεντήκοντα παρθένους, πῶς ὁ κόσμος ἐσῴζετο; μᾶλλον δὲ ὠλώλει.   7. καὶ ἁπλῶς ὁμολογῶ σοι, περικακῶ τὰς κακὰς αὐτῶν πράξεις καταλογάδην ἀναγράψαι.   8. ἔτι δὲ βασιλεῖς καὶ τύραννοι ἀπηνέστατοι, ἐπιποθήτους τινὰς ἐσχηκότες καὶ τούτους ἐν γῇ κατορύξαντες, πλέον τι μὴ ἔχοντες τούτοις χαρίσασθαι (οἷα δὴ καὶ αὐτοὶ φθαρτοὶ κατ’ αὐτοὺς ὄντες), εἰς τὴν ἐκείνων εὔνοιαν τοὺς τάφους αὐτῶν ἐπὶ πλάνῃ τοῦ βίου τοῖς ἰδίοις ὑπηκόοις ἐπὶ κακῇ προφάσει ὡς θεῶν θρῃσκεύεσθαι παραδεδώκασιν, ὡς ὁ Ἀντίνους ὁ ἐν Ἀντινόου κεκηδευμένος,   9. καὶ ἐν λουσορίῳ πλοίῳ κείμενος ὑπὸ Ἀδριανοῦ οὕτως κατετάγη. Τιμογένης δὲ ἐν Ἀσίᾳ, Κάνωβός τε ὁ Μενελάου κυβερνήτης καὶ ἡ τούτου γυνὴ Ἐνμενουθὶς ἐν Ἀλεξανδρείᾳ τεθαμμένοι τιμῶνται πρὸς τῇ ὄχθῃ τῆς θαλάσσης, ἀπὸ δεκαδύο σημείων διεστῶτες, καὶ Μαρνᾶς δοῦλος Ἀστερίου τοῦ Κρητὸς παρὰ Γαζαίοις, Κάσιος δὲ ὁ ναύκληρος παρὰ Πηλουσιώταις.

 

CVII

1. Ταῦτα οὖν πάντα ὅταν <ἐν> μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν † ὑπόδειγμα θανασίμης ὁδοῦ τοὺς οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας <γαμετῆς> κατὰ ἐγκράτειαν καταφρονεῖν, ὡς ἔτι «ὁ καιρὸς συνεσταλμένος ἐστίν», ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχεῖτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν.   2. καὶ ὅταν πάντα ταῦτα διὰ στόματος καὶ δι’ ἔργων κάμνοντες παραδῶτε, πείθετε αὐτοὺς τὰ πάντα ἐγκαταδέξασθαι ὑμῶν, ἔργῳ πάντα πρῶτον πράξαντες καὶ ἐν αὑτοῖς ἀνατυπωσάμενοι, τοὺς λόγους πιστοποιοῦντες διὰ τῶν πράξεων, οἷς ἑαυτοὺς πρῶτον ἐδιδάξατε, ἵνα καὶ ἑτέρους μαθητεύσητε.   3. ἐπέχετε γὰρ καὶ σιωπῶντες τρόπον ἡλίου τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων καὶ σιωπῶν τὰς τέχνας αὐτῶν πάντας ἀναδιδάσκει.

4. καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις εἴτ’ οὖν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, «ἐν οὐρανῷ» δὲ ἔχειν «τὸ πολίτευμα», μοναχῶν δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε·   5. διὰ τῆς ἐν ὑμῖν στεῤῥότητος καὶ ἀνυποκρίτου πίστεως αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες Μαρκιωνιστάς <τε> καὶ λοιποὺς ὁμοίους αὐτῶν, τῆς τοῦ θεοῦ μάνδρας ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομίζοντες.   6. πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν <ἐν πνεύματι> ὁ θεὸς ἐχαρίσατο, οὗτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἷα δὴ γεώδεις ὄντες καὶ σωματικοί, <ψυχικῶς> ἀνακρίνοντες οὐ νοοῦσι.   7. μάτην δὲ βλασφημοῦσιν. εὐθὺς τὴν αὐτῶν πλάνην μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων ἀποσείεσθαι <ἐλέγχοντες> αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν ἀποδείξεων. διὰ γὰρ τῶν τοιούτων ῥημάτων οἱ ματαιόφρονες ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται.

 

CVIII

1. Εἴπασι δὲ ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς τὸν Ἀδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα λέγων «Ἀδὰμ ποῦ εἶ;» καὶ τῷ Κάϊν λέγει «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ πρὸς τὸν Ἀβραάμ «ποῦ Σάῤῥα ἡ γυνή σου;» καὶ ἄλλα πολλὰ τοιαῦτα.   2. αὐτοὶ δὲ οἱ τοιαῦτα λέγοντες πιστεύουσι τῷ σωτῆρι θεῷ στόματι καὶ οὐκ ἀληθείᾳ, θεῷ ὄντι καὶ πρόγνωσιν ἔχοντι, τὰ δὲ αὐτὰ τῇ παλαιᾷ ὁμοίως ἐπερωτῶντι «ποῦ τεθείκατε τὸν Λάζαρον;» καί «τίς μου ἥψατο;» καὶ ὅτι «ἔχετε ἄρτους μεθ’ ἑαυτῶν;» καί «τίνα θέλετε;» ἤ «τίνα ζητεῖτε;».   3. εὐχερὴς λοιπὸν καὶ ῥᾴδιος ὁ πρὸς τούτους ἔλεγχος. ὡς γὰρ ἐπερωτᾷ ὁ υἱὸς πρόγνωσιν ἔχων, οὕτως καὶ ὁ πατὴρ καὶ αὐτὸς [καὶ] ἐν τῷ νόμῳ ἐπερωτᾷ, ὁ αὐτὸς ὢν ἀεὶ καὶ μὴ μεταλλασσόμενος.   4. ἐὰν γὰρ εἴπῃ «ποῦ τεθείκατε τὸν Λάζαρον;» οὔτε τὸ εὐαγγέλιον ἀγνοεῖ οὔτε τὴν παλαιὰν διαθήκην. «ποῦ τεθείκατε» γάρ «αὐτόν;» λέγει, ἐξελέγξαι θέλων τὰς μηδὲ τὴν ἴσην πίστιν ἐξενηνοχυίας πρὸς τὴν Σουμανῖτιν, καίτοι γε ἐκείνης πρὸς ἄνθρωπον ἐχούσης, τουτέστιν Ἐλισσαῖον τὸν ἅγιον προφήτην, τῶν δὲ περὶ Μάρθαν ἐχουσῶν πρὸς τὸν θεόν.   5. καὶ ἐὰν εἴπῃ «τίς μου ἥψατο;» οὐκ ἀγνοῶν λέγει, ἀλλ’ ἵνα πείσῃ τὴν γυναῖκα ἀφ’ ἑαυτῆς ὁμολογῆσαι, ἵνα μὴ περὶ ἑαυτοῦ μαρτυρῇ ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ’ ὑπὸ ἄλλων δοξάζηται.   6. καὶ ὅταν εἴπῃ «ἔχετε ἄρτους μεθ’ ἑαυτῶν;» ἐπὶ τούτῳ λέγει, ἵνα τὸ βραχὺ τῶν ἄρτων πᾶσι σημανθῇ καὶ τὸ μέγεθος τῆς αὐτοῦ θαυματουργίας θαυμασθῇ, διὰ τοσούτων ἄρτων τοσούτου τραφέντος ὄχλου.   7. καὶ ὅταν εἴπῃ «τίνα ζητεῖτε;» τοὺς ζητοῦντας δείκνυσιν ἠπατημένους ὄντας καὶ «Ἰησοῦν ζητοῦντας», τὸν ἰατρὸν ἑρμηνευόμενον καὶ σωτῆρα, ἵν’ ὅταν ἀποκτείνωσιν αὐτόν, τῆς τούτου σωτηρίας λήξωσιν.

 

CIX

1. Ὥσπερ οὖν τὰ περὶ τῆς τοῦ κυρίου ἡμῶν οἰκονομίας ἐδείξαμεν λεγόμενα μὲν ἀνθρωπίνως, οὐκ ἄμοιρα δὲ προγνώσεως (οὐδὲ γάρ τις τῶν εὖ φρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι’ ὃν εἴπομεν τρόπον ἠρώτα, πόῤῥω <ἐπὶ> Γαλιλαίας πρώην ὄντα καὶ δείξαντα ἀφ’ ἑαυτοῦ ὅτι τέθνηκε Λάζαρος), οὕτω καὶ περὶ τῆς παλαιᾶς διαθήκης ταῦτα εὐφρόνως ἀναλύομεν.   2. τὸ εἰπεῖν τὸν θεόν «Ἀδὰμ ποῦ εἶ;» οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἵου ὕψους πρὸς ποῖον βάθος αἴσχους ὁ Ἀδὰμ ἐκπεπτώκει.   3. καί «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ὅτι ὅν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὗτος ἐπὶ γῆν παρὰ σοῦ ἔῤῥιπται.   4. δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου»· «ἰδού, γάρ φησιν, ἡ φωνὴ αὐτοῦ βοᾷ πρός με».   5. καί «ποῦ Σάῤῥα ἡ γυνή σου;» οὐκ ἀγνοῶν εἶπεν. ἐπεὶ πῶς ἠγνόει ὁ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ’ ἵνα παραστήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς «ἐπαγγελλομέναις θεοσέβειαν» μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν πειρῶνται.   6. ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς ἰδίοις αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετουμένων οὐχ ἑώρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ἡμετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις.

 

CX

1. Ἄν τε εἴπωσιν ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὁ τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδασιν οἱ μάταιοι ὅτι παρὰ θεῷ οὐδὲν ἀπόλλυται καὶ ὅτι δικαιοκρισία ἐστὶ καὶ «θεὸς οὐ μυκτηρίζεται».   2. τί γὰρ ἐνόμιζον Αἰγύπτιοι ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους καὶ οὐ τὰ τυχόντα ἔτη, ἀλλὰ διακόσια δεκαπέντε σὺν † τοῖς διακοσίοις δεκαπέντε ἔτεσι τοῦ Ἰωσήφ;   3. τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὁρισθείσης τῷ Ἀβραὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ὡς λέγει «πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ», <τότε> τὸ ὁρισθὲν ἐτελειοῦτο.   4. τῇ οὖν ἑαυτοῦ εὐσπλαγχνίᾳ ὁ θεὸς τὰ ἔτη τῆς αὐτοῦ παροικίας διεμέρισε. καὶ εὐθὺς μὲν <διὰ> σ´ δεκαπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ Χανανίτιδι ἀν<τ>ελάβετο αὐτῶν καὶ τὰ ἄλλα σ´ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον μετελθοῦσιν.   5. ὁ γὰρ ἀριθμὸς τούτων τῶν ἐτῶν οὕτως ἀναλογεῖται· ἦν τότε ἑβδομηκοστὸν πέμπτον ἔτος τοῦ Ἀβραάμ. γίνονται τοίνυν ἀπὸ ἑβδομηκοστοῦ πέμπτου ἔτους Ἀβραὰμ ἕως γεννήσεως Ἰσαὰκ ἔτη κε´· Ἰσαὰκ γεννᾷ τὸν Ἰακὼβ κατάγων ἔτος ἑξηκοστὸν καὶ γέγονεν ἔτη πε´· Ἰακὼβ δὲ γενόμενος ἐτῶν πθ´ γεννᾷ τὸν Λευὶ καὶ γίνονται ἔτη ροδ´· Λευὶ ἐτῶν γενόμενος μ´ τεσσάρων γεννᾷ τὸν Καάθ· ἐν δὲ τῷ τεσσαρακοστῷ ἔτει καὶ ἑβδόμῳ Λευὶ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον καὶ γίνονται ἔτη διακόσια ἕνδεκα. καὶ μετὰ τὴν εἴσοδον αὐτῶν τὴν εἰς Αἴγυπτον ἕτερα τέσσαρα ἔτη καὶ πληροῦνται τὰ διακόσια δεκαπέντε.

6. ἐντεῦθέν μοι πάλιν ἀριθμεῖται τὰ λοιπὰ διακόσια πεντεκαίδεκα ἔτη τῆς τῶν Ἰσραηλιτῶν παροικίας. Καὰθ δὲ μετὰ τὴν εἰς Αἴγυπτον κάθοδον ἐν τῷ ἑξηκοστῷ πέμπτῳ ἔτει αὐτοῦ γεννᾷ τὸν πατέρα Μωυσέως Ἀβραάμ· γίνονται τοίνυν ἀπὸ τοῦ πρώτου Ἀβραάμ, τοῦ ἑβδομηκοστοῦ αὐτοῦ πέμπτου ἔτους ἕως τῆς γεννήσεως τοῦ ἐσχάτου Ἀβραὰμ ἔτη σπ´, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ξε´.   7. Ἀβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὢν γεννᾷ τὸν Μωυσέα, καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Ἀβραὰμ ἔτη τν´, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ρλε´.   8. ὁ δὲ Μωυσῆς ἐν τῷ λ´ αὐτοῦ ἔτει πατεῖ τὴν ἐρυθρὰν θάλασσαν, ἅμα Ἰσραηλίταις ἐξ Αἰγύπτου ἐξιών. καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Ἀβραὰμ ἔτη τπ´, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ἔτη ρξε´.   9. τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν τῆς ἐρυθρᾶς θαλάσσης μέχρι τῆς εἰς Παλαιστίνην ἀπαντήσεως, οὐ διὰ τὸ μῆκος τῆς ὁδοῦ, ἀλλὰ διὰ τὸ μάχεσθαι καὶ ἐμποδίζεσθαι παρὰ τῶν καθ’ ὁδὸν αὐτῶν εὑρισκομένων ἐθνῶν.   10. γίνονται οὖν ἀπὸ μὲν τοῦ ἑβδομηκοστοῦ πέμπτου ἔτους τοῦ μεγάλου Ἀβραάμ, ἀφ’ οὗ ἡ πρόῤῥησις αὕτη ἐδόθη αὐτῷ παρὰ τοῦ θεοῦ, μέχρι Μωυσέως καὶ τῆς εἰς τὴν Παλαιστίνην ἀφίξεως τῶν υἱῶν Ἰσραὴλ ἔτη υλ´, ἀπὸ δὲ τῆς καθόδου τῆς εἰς Αἴγυπτον καὶ μέχρι <τῆς εἰς> Παλαιστίνην αὐτῶν ἀφίξεως ἔτη σιε´.

 

CXI

1. Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ἰουδαίοις ἀμισθὶ οὐκ ἦν δίκαιον καὶ παρὰ θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν κἂν ἐπὶ τέλει; οὐκ ἄδικος τοίνυν ὁ θεὸς μετὰ σκύλων ἐκεῖθεν ἐκβαλὼν τοὺς οἰκείους.   2. εἰ δέ τις ἀμφιβάλλοι μὴ οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωυσέως λέγοντος «ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν γῇ Αἰγύπτῳ ἔτη υλ´».   3. τοῦ οὖν δικαιοτάτου μισθοῦ τοῦ κυρίου ἐπιμελομένου, ποία τις ἔτι ὑπολείπεται μάταιος ἀντιλογία τοῖς βουλομένοις κατὰ τοῦ ἁγίου θεοῦ καταφέρειν ψόγον; θεὸν δὲ ἀληθινὸν οὐκ ἄν ποτέ τις ψέξειεν, ἀλλ’ οἱ ψέγοντες ἑαυτοὺς ψέγουσιν.

4. Ἑτέρα δέ τις παρ’ αὐτῶν μάταιος καταγγέλλεται ἀντιλογία ὁμοία τῇ πρώτῃ, ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου ὃς ἐπλεονέκτησε τοὺς Χαναναίους, ἵνα δῷ τοῖς Ἰσραηλίταις τὸν αὐτῶν τόπον, «οἰκίας ἃς οὐκ ᾠκοδόμησαν καὶ ἐλαιῶνας καὶ συκῶνας καὶ ἀμπελῶνας οὓς οὐκ ἐφύτευσαν».   5. πρὸς οὓς ἐρῶ· ὦ μάταιοι, εἰ μὲν ἦν θεὸς ὡς ἄνθρωπος, τὰ σήμερον λεγόμενα ἢ πραττόμενα παρήρχετο καὶ οὐδὲν ἦν αὐτῷ ἐν ἐνθυμήσει· ἐπειδὴ δὲ ὁ θεὸς «θεός ἐστι καὶ οὐκ ἄνθρωπος», τὰ εἰς αὐτὸν ἀναφερόμενα εἰς πολλὰς γενεὰς ἐκδικῶν οὐκ ἐπιλανθάνεται. εἰ γὰρ ἀγνοοῦσι τὸ πρᾶγμα τοῦτο, μαθέτωσαν.

 

CXII

1. Ἴσασι πάντες τὸν δίκαιον Νῶε λείψανον τοῦ κόσμου γεγονότα μετὰ τὸν κατακλυσμόν. ὡς οὖν παρελείφθη αὐτός τε καὶ οἱ τρεῖς αὐτοῦ υἱοί, οἷα δίκαιος ὢν καὶ τοὺς ἑαυτοῦ παῖδας εὐλαβεῖς καθιστᾶν πειρώμενος, ἵνα μὴ τοῖς αὐτοῖς ὑποπέσωσι κακοῖς ὡς καὶ οἱ ἐν τῷ κατακλυσμῷ, οὐ μόνον διὰ λόγων τούτοις τὴν εὐλάβειαν παρεδίδου, ἀλλὰ καὶ δι’ ὅρκου ἀφ’ ἑνὸς ἑκάστου αὐτῶν τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἀπῄτησε.   2. καὶ διαμερίζει μὲν ὡς κληρονόμος τοῦ κόσμου καταστὰς ὑπὸ τοῦ θεοῦ τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὸν πάντα κόσμον, ὑπὸ κλήρους διελὼν καὶ ἑκάστην μερίδα κατὰ κλῆρον ἑκάστῳ ἀπονέμων·   3. καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς <τὸ μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς> ἕως τῆς χώρας Ῥινοκουρούρων· κεῖται δὲ αὕτη ἡ Ῥινοκουρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης, ἀντικρὺ τῆς ἐρυθρᾶς θαλάσσης.   4. Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ τῆς αὐτῆς Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον. Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων καὶ Ῥινοκουρούρων τὰ πρὸς βοῤῥᾶν.

 

CXIII

1. Τῷ οὖν Σὴμ γίνονται παῖδες καὶ παίδων παῖδες κε´ ἕως ὅτε διεμερίσθησαν αἱ γλῶσσαι· καὶ εἰσὶ διεσπαρμένοι ἐν γλώσσαις καὶ φυλαῖς καὶ βασιλείαις.   2. τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε· Ἐλυμαῖοι Παίονες Λαζόνες Κοσσαῖοι Γασφηνοὶ [Παλαιστινοὶ] Ἰνδοὶ Σύροι Ἄραβες οἱ καὶ <Ταϊ>ανοὶ Ἀριανοὶ Μάρδοι Ὑρκανοὶ Μαγουσαῖοι Τρωγλοδύται Ἀσσύριοι Γερμανοὶ Λυδοὶ Μεσοποταμῖται Ἑβραῖοι Κοιληνοὶ Βακτριανοὶ Ἀδιαβηνοὶ Καμήλιοι Σαρακηνοὶ Σκύθαι † Χίονες Γυμνοσοφισταὶ Χαλδαῖοι Πάρθοι Ἐῆται Κορδυληνοὶ Μασσυνοὶ Φοίνικες Μαδιηναῖοι Κομμαγηνοὶ Δαρδάνιοι Ἐλαμασηνοὶ Κεδρούσιοι Ἐλαμῖται Ἀρμένιοι Κίλικες [Αἰγύπτιοι] Καππάδοκες [Φοίνικες] Ποντικοὶ [Μαρμαρίδαι] † Βίονες [Κᾶρες] Χάλυβες [Ψυλλῖται] Λαζοὶ [Μοσσύνοικοι] Ἴβηρες [Φρύγες].

3. Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριάκοντα δύο ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες Τρωγλοδύται Ἀγγαῖοι Ταιηνοὶ Σαβῖνοι Ἰχθυοφάγοι Ἑλλανικοὶ Αἰγύπτιοι Φοίνικες Μαρμαρίδαι Κᾶρες Ψυλλῖται Μοσσύνοικοι Φρύγες Μάκωνες Μάκρωνες Συρτῖται Λεπτιμαγνῖται Βιθυνοὶ Νομάδες Λύκιοι Μαριανδηνοὶ Πάμφυλοι † Μοσχεσίδιοι Πισιδηνοὶ Αὐγαλαῖοι Κίλικες Μαυρούσιοι Κρῆτες Μαγάρδαι Νουμιδοὶ Ἄφροι <οἱ> καὶ Βιζακηνοὶ Νασαμῶνες Φασγηνοὶ Μάζικες Γάραμοι Γετοῦλοι Βλέμμυες Ἀξωμῖται· οὗτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ.   4. καὶ νῆσοι αὐτοῖς· Κούρσουλα Λοπάδουσα Γαῦλος Ῥίδη Μελίτη Κέρκυρα Μήνη Σαρδανὶς Γόρτυνα Κρήτη Γλαῦκος Ῥίδη Θήρα Καρίανθος Ἀστυπαλαία Χίος Λέσβος Τένεδος Ἴμβρος Ἴασος Σάμος Κῶος Κνίδη Νίσσυρος Μεγίστη καὶ Κύπρος.

5. Ἰάφεθ δὲ τῷ τρίτῳ παῖδες καὶ παίδων παῖδες δεκαπέντε ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Μῆδοι Ἀλβανοὶ Γαργιανοὶ Ἀρμένιοι Ἀῤῥαῖοι Ἀμαζόνες Κῶλοι Κορζηνοὶ Βενεαγηνοὶ Καππάδοκες Γαλάται Παφλαγόνες Μαριανδηνοὶ Τιβαρηνοὶ Χάλυβες Μοσσύνοικοι Κόλχοι Μελαγχηνοὶ Σαυρομάται Γερμανοὶ Μαιῶται Σκύθαι Ταῦροι Θρᾷκες Βαστέρνοι Ἰλλυριοὶ Μακεδόνες Ἕλληνες Λίβυες † Φρύγες Παννόνιοι Ἴστροι Οὐέννοι Δαυνεῖς Ἰάπυγες Καλαβροὶ Ἱππικοὶ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι Τυῤῥηνοὶ Γάλλοι <οἱ> καὶ Κελτοὶ Λιγυστινοὶ [Καμπανοὶ] Κελτίβηρες Ἴβηρες Γάλλοι Ἀκουιτανοὶ Ἰλλυριανοὶ Βάσαντες Κάννιοι Καρτανοὶ Λυσιτανοὶ Οὐακκαῖοι Βρεττανικοὶ Σκότοι Σπάνοι.   6. νῆσοι δὲ αὐτοῖς Βρεττανία Σικελία Εὔβοια Ῥόδος Χίος Λέσβος Κύθηρα Ζάκυνθος Κεφαληνία Ἰθάκη Κέρκυρα Κύπρος.   7. εἴ που δὲ ὄνομα ἔθνους ἢ νήσου ἐντέτακται δισσῶς ἐν κλήρῳ ἄλλου καὶ πάλιν ἄλλου, κατὰ τὰ κοινὰ ὅρια ἢ κατὰ τὰς γενομένας κατὰ καιρὸν ἀποικίας ἢ κατὰ πρόσληψιν τοῦ Χάμ, ὃς ἐπλεονέκτησε καὶ ἔλαβε τοῦ Σὴμ μέρη, μηδεὶς θαυμαζέτω ἢ ἀμφιβαλλέτω.

 

CXIV

1. Τούτων τοίνυν τῶν ἐθνῶν οὕτως ἐκ τῶν τριῶν υἱῶν τοῦ Νῶε γεγονότων καὶ τριχῆ τοῦ κόσμου τοῖς τρισὶν υἱοῖς διαμερισθέντος, ὡς προεῖπον ὅρκος ἀπῃτήθη παρ’ αὐτῶν ὑπὸ τοῦ πατρὸς μηδένα ἐπεμβαίνειν τῷ τοῦ ἀδελφοῦ κλήρῳ·   2. τὸν δὲ ὑπερβαίνοντα τὴν τοῦ ὅρκου διαταγὴν ἐξολοθρεύεσθαι ἐν τῷ ὅρκῳ ἔφησαν καὶ πᾶν τὸ σπέρμα αὐτοῦ.   3. ἐπεὶ οὖν ἐν τῷ κλήρῳ <τοῦ> Σὴμ ἡ Παλαιστίνη ὑπέπεσε καὶ πάντα τὰ πλησίον αὐτῆς, πλεονέκτης δὲ ὢν ὁ Χαναὰν υἱὸς Χὰμ ἐπῆλθε τῇ Παλαιστινῶν ὕστερον γῇ τουτέστι τῇ Ἰουδαίᾳ καὶ ἀφαρπάζει αὐτήν,   4. ἐμακροθύμει δὲ ὁ θεὸς διδοὺς χρόνους μετανοίας, ἵνα μετανοήσειαν οἱ ἐκ τοῦ Χὰμ καὶ ἀποδῶσι τοῖς τοῦ Σὴμ τὴν ἰδίαν κληρουχίαν, ἐκεῖνοι δὲ οὐ μετενόουν, ἀλλ’ ἤθελον τὸ μέτρον αὐτῶν πληρῶσαι, – 5. τότε ὁ θεὸς μετὰ πολλὰς ὕστερον γενεὰς δίκαιος ὢν ἐκδικεῖ τὴν παράβασιν τοῦ ὅρκου· οὕτω γὰρ ἔδει πληρωθῆναι τὸ Ἀμοῤῥαίων μέτρον.   6. Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ· Χὰμ δὲ γεννᾷ τὸν Χαναάν, Χαναὰν δὲ γεννᾷ μετὰ τὴν πλεονεξίαν τὸν Ἀμοῤῥαῖον καὶ τὸν Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Ἀράδιον καὶ Σιδώνιον.   7. ἀριθμοῦνται τοίνυν οὕτως αἱ γενεαὶ ἕως τῆς τοῦ Σὴμ ἐκδικίας· Σὴμ ὁ πλεονεκτηθεὶς γεννᾷ τὸν Ἀρφαξάδ, ὡς εἴπομεν· Ἀρφαξὰδ δὲ γεννᾷ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ καὶ γίνεται ἡ πυργοποιία· Ἔβερ γεννᾷ τὸν Φαλὲκ καὶ γίνεται γῆς καὶ γλωσσῶν διαμερισμός· Φαλὲκ γεννᾷ τὸν Ῥαγαῦ, <Ῥαγαῦ> τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακὼβ τὸν ἐπονομασθέντα Ἰσραήλ, ἐξ οὗπερ Ἰσραηλῖται, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσὼν καὶ <Ναασσὼν> τὸν Σαλμών. αὕτη ἡ γενεὰ τῶν ἀπὸ Σὴμ γεγεννημένων.   8. τούτους οὖν ἀδικηθέντας ὑπὸ τῶν υἱῶν Χὰμ καὶ τὸν ἴδιον τόπον ἀφαιρεθέντας ἐκδικεῖ ὁ θεὸς ἐξολοθρεύσας τοὺς τοῦ Χαναὰν κατὰ τὸν ὅρκον αὐτῶν, καὶ τὸ σπέρμα τοῦ Σὴμ τὴν ἰδίαν ἀπολαμβάνει χώραν. οὐκ ἠδίκησεν οὖν ὁ θεός, τὰ δίκαια ἑκάστῳ μέρει ἀπονέμων· «οὐ γὰρ μυκτηρίζεται ὁ θεός», ὡς προεῖπον.

 

CXV

1. Ἐν τῇ οὖν ἐξόδῳ συναγωγὴν ἑαυτῷ ὁ θεὸς ἁρμόζων φησὶ Μωυσῇ «ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου». πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι πρῶτον ὑπολύεται.   2. ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε καὶ πᾶς τις «ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν» καὶ αὕτη ἡ συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω «τὸ λουτρὸν» ὁ θεὸς «τῆς παλιγγενεσίας» ἀπεκάλυπτεν, ἀλλ’ ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο, ὕστερον δὲ τῇ ἁγίᾳ ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν·   3. ἐν μὲν Μωυσῇ ὑποδήματα ὑπολύων, ἐν δὲ προφήταις τὸν ἔξωθεν χιτῶνα ἀπεκδύων, περίζωμα μόνον καταλείψας τῷ Ἰερεμίᾳ, ἐν [δὲ] Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια μεταβαλὼν ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν, ἐν δὲ αὐτῷ τῷ σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς «κόσμου τὸ σχῆμα» ἐξέδυσεν, ἄνωθεν δὲ ἀπ’ οὐρανῶν μετὰ τὴν τῶν ὑδάτων κάθαρσιν «πυρὸς καὶ πνεύματος» ἔνδυσιν ἐνεδίδυσκεν.   4. ἀλλ’ ὁρῶντες οἱ Ἰσραηλῖται [τὴν] χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ’ αὐτῶν ἐσομένην ἀτιμίαν, «ταῦτα κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;»   5. οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ’ οὗ <ὁ> πατὴρ συνεβουλεύσατο, «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» λέγων· τὸ γὰρ «ποιήσωμεν» οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν·   6. ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».   7. οὐδ’ ἂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι «ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα ἀπ’ οὐρανοῦ». ἔβρεξε γὰρ «κύριος πῦρ», ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ «κυρίου ἀπ’ οὐρανοῦ», τοῦ αὐτὸν ἀποστείλαντος.   8. οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ’ Αἰγύπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη» (πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται;) καὶ ὅτι «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος»· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;

 

CXVI

                    1. ταράσσει αὐτοὺς τὸ εἶναι θεὸν καὶ ἄνθρωπον.
ἐν ταὐτῷ γὰρ <λέγει> «αἱ διέξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἀπὸ κτίσεως κόσμου»· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου, ἀλλὰ θεοῦ.   2. οὐ μέμνηνται δὲ ὅτι «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»· τὸ δὲ καλέσουσι σημαίνει τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν, τῶν υἱῶν τῆς ἐκκλησίας.   3. ἐξεταζόμενοι γὰρ ὑπὸ τῶν κυριοκτόνων Ἰουδαίων περὶ τοῦ σωτῆρος ὅτι πῶς εἰς τὸν σταυρωθέντα <πιστεύετε> ὁμολογοῦσιν ἀκούουσι παρὰ τῶν αὐτῶν πιστῶν ὅτι παρ’ ὑμῖν ἐσταύρωται, μεθ’ ἡμῶν δὲ θεός ἐστι.   4. τοῦ δὲ Δαυὶδ οὐκ ἤκουσαν καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν λόγον, ὃν ὁρῶν ἐν ἁγίῳ πνεύματι ἔλεγε, φρίττων τὴν αὐτοῦ τοῦ κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς.

5. Σάββατα τοίνυν «τὰ ἀρχαῖα παρελήλυθε», σάββατον δὲ ἀληθινὸν παρ’ ἡμῖν κηρύττεται. ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ ὅλον τὸ σῶμα περιτέμνουσα.   6. τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ’ ὅλον τὸ σῶμα τοῦ ἀνθρώπου σφραγίζει καθαροποιεῖ περιτέμνει, πάντων τῶν κακῶν ἀπαλλάττει.   7. ἡ γοῦν ἁγία ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια. ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ «ἐχθροί, οἰκειακοί» λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ κυρίου ἀληθοῦς πίστεως («εἰ γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ’ αὐτῶν»)·   8. ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι ἐπιθυμίαν κακὴν τῆς δι’ ἰχθύων καὶ σικυῶν Αἰγυπτίων ἐδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν υἱὸν τοῦ θεοῦ, Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλιτεύσαμεν, ἄλλοι δὲ Σαβέλλιοι.   9. καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι [τὸν] υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι.   10. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι.   11. ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων· εἴθε κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ ἄγνωστοι νεκροὶ καὶ ἄπιστοι.

 

CXVII

1. Ἵνα δὲ μὴ «διὰ μέλανος καὶ χάρτου» τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον.   2. υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ’ ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι’ ἁγίου πνεύματος συλληφθέν, σῶμα τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι.   3. γέγονεν οὖν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός»·   4. τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ’ αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζεσθαι.

5. τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· ἰσότητα γὰρ ἐνταῦθα υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα.   6. τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα·   7. ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ’ ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον»· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελήνην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα.

 

CXVIII

                    1. ἐλεγξάτω δὲ πάλιν τούτους
Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων «ἐπειράσατε τὸ ἅγιον πνεῦμα»·   2. καί φησιν «οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ». ὁ δὲ ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ θεοῦ λέγων «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ θεοῦ ἐρευνᾶν.   3. ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἑνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν θέλημα μία ἐκκλησία ἓν βάπτισμα μία πίστις.   4. καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ καὶ νύμφης ἁγνῆς, τουτέστι τῆς μητρὸς ἡμῶν τῆς ἁγίας ἐκκλησίας.   5. παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων πατέρων τουτέστι τῶν ἁγίων ἀποστόλων πίστιν φυλάττειν, ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγγέλλειν.   6. ἐξ ὧν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοί, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε.

7. Ταῦτα οὕτως λέγοντες καὶ τὰ τούτοις ὅμοια ἀπὸ τῶν θείων γραφῶν βεβαιῶσαι αὑτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν, διδάσκοντες ὁδοποιοῦντες κατηχοῦντες μὴ διαλείπητε οἱ πιστοὶ καὶ ὀρθόδοξοι ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ θεοῦ ἀπὸ τῶν ἁγίων ἀποστόλων τοῦ κυρίου, φυλάττειν.   8. καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγέλλειν ὀφείλετε † τὸ πιστεύειν τοῖς ἑαυτῶν υἱοῖς ἐν κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς, ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν·

9. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ τε καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.   10. καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.   11. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν·   12. εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.   13. ἀμήν. τοὺς δὲ λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν ἢ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι <ἢ> ῥευστὸν ἢ ἀλλοιωτὸν τὸν τοῦ θεοῦ υἱόν, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

14. Καὶ αὕτη μὲν ἡ πίστις παρεδόθη ἀπὸ τῶν ἁγίων ἀποστόλων καὶ ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ πόλει ἀπὸ πάντων ὁμοῦ τῶν τότε ἁγίων ἐπισκόπων, ὑπὲρ τριακοσίων δέκα τὸν ἀριθμόν.

 

CXIX

1. Ἐπειδὴ δὲ ἐν τῇ ἡμετέρᾳ γενεᾷ ἀνέκυψαν ἄλλαι τινὲς αἱρέσεις ἀλλεπάλληλοι, τουτέστιν ἐπὶ χρόνου Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων κατὰ τὸ δέκατον αὐτῶν τῆς βασιλείας ἔτος καὶ πάλιν κατὰ τὸ ἕκτον ἔτος Γρατιανοῦ, τουτέστιν ἐν τῷ ἐνενηκοστῷ ἔτει Διοκλητιανοῦ τοῦ τυράννου,   2. τούτου χάριν ὑμεῖς τε καὶ ἡμεῖς καὶ πάντες οἱ ὀρθόδοξοι ἐπίσκοποι καὶ συλλήβδην πᾶσα ἡ ἁγία καθολικὴ ἐκκλησία πρὸς τὰς ἀνακυψάσας αἱρέσεις ἀκολούθως τῇ τῶν ἁγίων ἐκείνων πατέρων προτεταγμένῃ πίστει οὕτως λέγομεν, μάλιστα τοῖς τῷ ἁγίῳ λουτρῷ προσιοῦσιν, ἵνα ἀπαγγέλλωσι καὶ λέγωσιν οὕτως·

3. Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ἀοράτων τε καὶ ὁρατῶν ποιητήν·   4. καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ θεοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ,   5. ὁρατά τε καὶ ἀόρατα, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα τουτέστι γεννηθέντα τελείως ἐκ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, ἐνανθρωπήσαντα τουτέστι τέλειον ἄνθρωπον λαβόντα, ψυχὴν καὶ σῶμα καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας·   6. οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὐδὲ ἐν ἀνθρώπῳ <γεγονότα>, ἀλλ’ εἰς ἑαυτὸν σάρκα ἀναπλάσαντα εἰς μίαν ἁγίαν ἑνότητα· οὐ καθάπερ ἐν προφήταις ἐνέπνευσέ τε καὶ ἐλάλησε καὶ ἐνήργησεν, ἀλλὰ τελείως ἐνανθρωπήσαντα·   7. «ὁ γὰρ Λόγος σὰρξ ἐγένετο», οὐ τροπὴν ὑποστὰς οὐδὲ μεταβαλὼν τὴν ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα, εἰς μίαν <δὲ> συνενώσας ἑαυτοῦ ἁγίαν τελειότητά τε καὶ θεότητα· εἷς γάρ ἐστιν κύριος Ἰησοῦς Χριστὸς καὶ οὐ δύο, ὁ αὐτὸς θεός, ὁ αὐτὸς κύριος, ὁ αὐτὸς βασιλεύς·   8. παθόντα δὲ τὸν αὐτὸν ἐν σαρκὶ καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς ἐν αὐτῷ τῷ σώματι, ἐνδόξως καθίσαντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον ἐν αὐτῷ τῷ σώματι ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.   9. καὶ εἰς τὸ ἅγιον πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ καὶ κηρῦξαν ἐν τοῖς προφήταις, καταβὰν ἐπὶ τὸν Ἰορδάνην, λαλοῦν ἐν ἀποστόλοις, οἰκοῦν ἐν ἁγίοις.   10. οὕτως δὲ πιστεύομεν ἐν αὐτῷ ὅτι ἐστὶ πνεῦμα ἅγιον πνεῦμα θεοῦ πνεῦμα τέλειον πνεῦμα παράκλητον, ἄκτιστον, ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ υἱοῦ λαμβάνον καὶ † πιστευόμενον.   11. πιστεύομεν εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν καὶ εἰς ἓν βάπτισμα μετανοίας καὶ εἰς ἀνάστασιν νεκρῶν καὶ κρίσιν δικαίαν ψυχῶν καὶ σωμάτων καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν αἰώνιον.   12. τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον, ἢ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι <ἢ> τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον πνεῦμα, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ἡ μήτηρ ὑμῶν τε καὶ ἡμῶν. καὶ πάλιν ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας ἀνάστασιν νεκρῶν καὶ πάσας τὰς αἱρέσεις τὰς μὴ ἐκ ταύτης τῆς ὀρθῆς πίστεως οὔσας.

13. Ὑμῶν δὲ καὶ τῶν ὑμῶν τέκνων, μακαριώτατοι, οὕτω πιστευόντων καὶ τὰς ἐκ ταύτης τῆς πίστεως ἐντολὰς ἐπιτελούντων ἐλπίζομεν ὑπερεύχεσθαι ἡμῶν πάντοτε ἔχειν μερίδα καὶ κλῆρον ἐν τῇ αὐτῇ πίστει καὶ ἐν τῷ κλήρῳ τῶν αὐτῆς ἐντολῶν.   14. καὶ εὔχεσθε ὑπὲρ ἡμῶν ὑμεῖς τε καὶ πᾶς ὁ οὕτως πιστεύων καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

15. Ἕως ὧδε, ἀγαπητοὶ ἀδελφοί, ἡ βραχύτης ἡμῶν καὶ ἀσθενὴς τῆς διανοίας δύναμις ἠναγκάσθη φθάσαι, τῆς ὑμῶν καλοκαγαθίας προτρεψαμένης ἡμᾶς εἰ καὶ ἀνικάνους ὑπὲρ τὸ ἑαυτῶν μέτρον παριστᾶν, ὥστε δέεσθαι βοηθείας, ἐπεκτεινομένους· ἀλλὰ πάντα οἶδεν ὁ ἐν οὐρανῷ πιστός.   16. πλὴν εἰρήνη παντὶ τῷ στοιχοῦντι τῷ κανόνι τούτῳ τῆς ἀληθινῆς καὶ ὀρθοδόξου ταύτης πίστεως καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. ἀσπάσασθε πάντας τοὺς ἁγίους ἐν κυρίῳ. ἀσπάζονται ὑμᾶς οἱ τοῦ κυρίου δοῦλοι, μάλιστα δὲ ἐγὼ ὁ Ἀνατόλιος ὁ γράψας τοῦτο τὸ βιβλίον τοῦ Ἀγκυρωτοῦ ἐπονομασθέντος λόγου καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι.