Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας


Josephus Flavius

Antiquitas Judaeorum

Graece (ed. B. Niese)


 

Liber IX

Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

α. Ὡς στρατευσάμενος ὁ Ἀχάβου παῖς Ἰώραμος ἐπὶ Μωαβίτας ἐκράτησεν αὐτῶν.

β. ὡς ὁ ὁμώνυμος αὐτῷ Ἰώραμος βασιλεύων τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν πᾶσαν λαβὼν τούς τε ἀδελφοὺς καὶ τοὺς πατρῴους φίλους ἀπέκτεινεν.

γ. ὅτι τῆς Ἰδουμαίας ἀποστάσης καὶ στρατευσάντων ἐπ' αὐτὸν Ἀράβων ἥ τε δύναμις αὐτοῦ πᾶσα διεφθάρη καὶ οἱ παῖδες αὐτοῦ πάρεξ ἑνὸς ὄντος ἔτι νηπίου καὶ πρὸς τούτοις αὐτὸς ἀσεβὴς γενόμενος κακῶς τὸν βίον κατέστρεψεν.

δ. στρατεία τοῦ Σύρων καὶ Δαμασκοῦ βασιλέως ἐπὶ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ἰώραμον καὶ πῶς πολιορκηθεὶς οὗτος ἐν Σαμαρείᾳ παραδόξως τὸν κίνδυνον διέφυγεν.

ε. ὡς αὐτὸς Ἰώραμος ἀπέθανεν ὑπὸ Ἰηοῦ ἀναιρεθεὶς τοῦ ἱππάρχου καὶ ἡ γενεὰ αὐτοῦ καὶ ὁ τῶν Ἱεροσολύμων βασιλεὺς Ὀχοζίας.

ς. ὅτι μετὰ τὴν τούτου τελευτὴν ὁ Ἰηοῦς ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ διατρίβων καὶ οἱ παῖδες αὐτοῦ ἐπὶ γενεὰς τέσσαρας.

ζ. ὡς γυνή τις Ὀθλία τοὔνομα τῶν Ἱεροσολυμιτῶν ἐβασίλευσεν ἐπὶ ἔτη πέντε καὶ ἀνελὼν αὐτὴν ὁ ἀρχιερεὺς Ἰώδας τὸν Ὀχοζίου παῖδα Ἰωάσην ἀπέδειξε βασιλέα.

η. Ἀζαήλου τοῦ Δαμασκηνῶν βασιλέως ἐπὶ τοὺς Ἰσραηλίτας στρατεία καὶ ὡς πολλὰ κακὰ τήν τε χώραν αὐτῶν διαθεὶς καὶ τὴν Σαμαρέων πόλιν ὀλίγῳ πάλιν ὕστερον χρόνῳ στρατεύσας ἐπὶ τοὺς Ἱεροσολυμίτας καὶ πολλὰ χρήματα λαβὼν παρὰ τοῦ βασιλέως αὐτῶν εἰς Δαμασκὸν ἀνέζευξεν.

θ. ὡς Ἀμασίας ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς στρατευσάμενος ἐπὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας ἐνίκησεν.

ι. ὡς αὐτὸς οὗτος πολεμῶν πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα Ἰώασον ἡττᾶται μέν, ληφθεὶς δὲ αἰχμάλωτος καὶ πολλὰ χρήματα δοὺς ἀπελύθη πάλιν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ ὡς ὁ παῖς αὐτοῦ Ὀζίας τὰ πέριξ ἔθνη ἐχειρώσατο.

ια. στρατεία τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως Ἱεροβάμου ἐπὶ Συρίαν καὶ νίκη.

ιβ. ὡς ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πολλὰ χρήματα παρὰ Φακέα τοῦ βασιλέως αὐτῶν εἰσπραξάμενος εἰς τὴν οἰκείαν ὑπέστρεψεν.

ιγ. ὅτι στρατευσάμενος Ῥαασσεὶν ὁ Δαμασκοῦ βασιλεὺς ἐπὶ Ἱεροσολυμίτας ἠνάγκασεν Ἀχάζην τὸν βασιλέα πέμψαντα χρήματα πολλὰ πρὸς τὸν βασιλέα Ἀσσυρίων πεῖσαι τούτοις αὐτὸν ἐπὶ Δαμασκὸν στρατεύσασθαι.

ιδ. ὡς κατὰ κράτος εἷλεν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Δαμασκὸν καὶ διέφθειρε μὲν αὐτῶν τὸν βασιλέα, τοὺς δὲ ἀνθρώπους ἀναστήσας εἰς Μηδίαν ἕτερα ἔθνη κατῴκισεν ἐν Δαμασκῷ.

ιε. ὡς Σαλμανάσαρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πέντε πολιορκήσας ἔτεσιν ἐν αὐτῇ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ὠσῆν παραστησάμενος τὴν πόλιν ἀπέκτεινεν,

ις. καὶ ὡς ὁ Ἀσσύριος τὰς δέκα τῶν Ἰσραηλιτῶν φυλὰς εἰς τὴν Μηδίαν κατοικίσας ἐκ τῆς Περσίδος τὸ τῶν Χουθαίων ἔθνος εἰς τὴν ἐκείνων μετήγαγε χώραν, οὓς Ἕλληνες Σαμαρεῖς καλοῦσιν.

περιέχει ἡ βίβλος χρόνον ἐτῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ζ μηνῶν.

 

I

(1)[1] Ἰωσαφάτῃ δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς ὁ προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν: τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων. [2] καὶ τότε μὲν ἐπ' εὐχαριστίας καὶ θυσίας ὁ βασιλεὺς τρέπεται τοῦ θεοῦ: μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν. [3] καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπ' αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον ἢ γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον ὁ θεὸς βλέπει. [4] ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις: [5] ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων: μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν ᾗ τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν ὁ βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας. [6] ἄρχοντας δ' αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ ὁ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα.

(2)[7] Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπ' αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων: γεννᾶται δ' ἐν αὐτῇ φοίνιξ ὁ κάλλιστος καὶ ὀποβάλσαμον. [8] ἀκούσας δ' Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπ' αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας: [9] καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπ' αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπ' αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτ' εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν. [10] Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν: [11] εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δ' Ἐξοχῆς: καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτ' εἰπόντος ὁ μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες.

(3)[12] Ἅμα δ' ἡμέρᾳ προελθὼν ὁ βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων. [13] ἤρεσε δὲ ἡ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτ' ἔπραττον. ὁ δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας: οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα. [14] Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν ᾗ συνέβαιν' ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς δι' αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς. [15] καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον: τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος: τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς ὁ λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφ' οὗ καὶ προσηγορίαν ἔσχεν ὁ τόπος κοιλὰς εὐλογίας.

(4)[16] Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν ὁ βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν: [17] ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος: ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη: καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν.

 

II

(1)[18] Ὁ δ' Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. [19] τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος ὁ τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας. [20] φανεὶς δὲ ὁ τῶν Ἑβραίων θεὸς Ἠλίᾳ τῷ προφήτῃ προσέταξεν αὐτῷ τοῖς πεμφθεῖσιν ἀγγέλοις ὑπαντήσαντι πυνθάνεσθαι αὐτῶν, εἰ θεὸν ὁ Ἰσραηλιτῶν λαὸς ἴδιον οὐκ ἔχει, ὅτι πέμπει πρὸς τὸν ἀλλότριον βασιλεὺς αὐτῶν περὶ τῆς σωτηρίας ἐρησομένους, κελεῦσαί τε αὐτοὺς ὑποστρέψαι καὶ φράσαι τῷ βασιλεῖ, ὅτι μὴ διαφεύξεται τὴν νόσον. [21] τοῦ δὲ Ἠλία ποιήσαντος ἃ προσέταξεν ὁ θεὸς ἀκούσαντες οἱ ἄγγελοι τὰ παρ' αὐτοῦ παραχρῆμα ὑπέστρεψαν πρὸς τὸν βασιλέα. θαυμάζοντος δὲ τὸ τάχος τῆς ἐπανόδου καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἔφασαν ἀπαντῆσαί τινα αὐτοῖς ἄνθρωπον καὶ κωλῦσαι μὲν προσωτέρω χωρεῖν, ἀναστρέψαντας δέ σοι λέγειν ἐξ ἐντολῆς τοῦ Ἰσραηλιτῶν θεοῦ, [22] ὅτι κάκιον ἕξει ἡ νόσος.” τοῦ δὲ βασιλέως σημαίνειν αὐτῷ τὸν ταῦτ' εἰρηκότα κελεύσαντος, ἄνθρωπον ἔλεγον δασὺν καὶ ζώνην περιειλημμένον δερματίνην. συνεὶς δὲ ἐκ τούτων Ἠλίαν εἶναι τὸν σημαινόμενον ὑπὸ τῶν ἀγγέλων πέμψας πρὸς αὐτὸν ταξίαρχον καὶ πεντήκοντα ὁπλίτας ἀχθῆναι αὐτὸν ἐκέλευσεν. [23] εὑρὼν δὲ τὸν Ἠλίαν ὁ πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα: κελεύειν γὰρ τοῦτο ἐκεῖνον: εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. ὁ δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπ' οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ. [24] τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατ' αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον. [25] πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον ὁ βασιλεὺς τρίτον ἐξέπεμψεν. ὁ δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν: γινώσκειν δ' ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον: ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα. [26] ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους ὁ Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν: “ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρ' αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.”

(2)[27] Καὶ ὁ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δ' αὐτοῦ τὴν βασιλείαν ὁ ἀδελφὸς Ἰώραμος: ἄπαις γὰρ κατέστρεψε τὸν βίον. ὁ δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν: παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο: [28] ἦν δὲ τἆλλα δραστήριος. κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Ἠλίας ἐξ ἀνθρώπων ἠφανίσθη καὶ οὐδεὶς ἔγνω μέχρι τῆς σήμερον αὐτοῦ τὴν τελευτήν: μαθητὴν δὲ Ἐλισσαῖον κατέλιπεν, ὡς καὶ πρότερον ἐδηλώσαμεν. περὶ μέντοι γε Ἠλία καὶ Ἐνώχου τοῦ γενομένου πρὸ τῆς ἐπομβρίας ἐν ταῖς ἱεραῖς ἀναγέγραπται βίβλοις, ὅτι γεγόνασιν ἀφανεῖς, θάνατον δ' αὐτῶν οὐδεὶς οἶδεν.

 

III

(1)[29] Παραλαβὼν δὲ τὴν βασιλείαν Ἰώραμος ἐπὶ τὸν Μωαβιτῶν ἔγνω στρατεύειν βασιλέα Μεισὰν ὄνομα: τοῦ γὰρ ἀδελφοῦ αὐτοῦ, καθὼς προείπαμεν, ἔτυχεν ἀποστὰς φόρους τελῶν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ μυριάδας εἴκοσι προβάτων σὺν τοῖς πόκοις. [30] συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπ' ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. ὁ δ' οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφ' ἑαυτὸν συστρατεύσασθαι. [31] Ἰώραμος δὲ τοιούτων αὐτῷ τῶν παρὰ Ἰωσαφάτου περὶ τῆς συμμαχίας κομισθέντων ἀναλαβὼν αὑτοῦ τὴν στρατιὰν ἧκεν εἰς Ἱεροσόλυμα, καὶ ξενισθεὶς λαμπρῶς ὑπὸ τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν, δόξαν αὐτοὺς διὰ τῆς ἐρήμου τῆς Ἰδουμαίας ποιήσασθαι τὴν πορείαν ἐπὶ τοὺς πολεμίους, οὐ γὰρ προσδοκήσειν αὐτοὺς ταύτῃ ποιήσεσθαι τὴν ἔφοδον, ὥρμησαν οἱ τρεῖς βασιλεῖς ἐκ τῶν Ἱεροσολύμων, ὅ τε τούτων αὐτῶν καὶ ὁ τῶν Ἰσραηλιτῶν καὶ ὁ τῆς Ἰδουμαίας, [32] καὶ κυκλεύσαντες ἑπτὰ ἡμερῶν ὁδὸν εἰς ἀπορίαν ὕδατος τοῖς τε κτήνεσι καὶ τῇ στρατιᾷ περιέστησαν πλανηθέντων τὰς ὁδοὺς αὐτοῖς τῶν ἡγουμένων, ὡς ἀγωνιᾶν μὲν ἅπαντας, μάλιστα δὲ τὸν Ἰώραμον καὶ ὑπὸ λύπης ἐκβοῆσαι πρὸς τὸν θεόν, τί κακὸν αἰτιασάμενος ἀγάγοι τοὺς τρεῖς βασιλεῖς ἀμαχητὶ παραδώσοντας ἑαυτοὺς τῷ Μωαβιτῶν βασιλεῖ; [33] παρεθάρρυνε δ' αὐτὸν ὁ Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα δι' αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν.” οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος. [34] ἐλθόντες δ' ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δ' ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ ὁ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς. [35] ὁ δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους: [36] οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.”

(2)[37] Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν ὁ χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον. [38] ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπ' αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, ὁ βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι. [39] θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος. [40] τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἡ ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες. [41] ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους. [42] ὁ δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθ' ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθ' ὃ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν: ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ. [43] ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο: τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετ' αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δ' αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν. [44] Ἰωσαφάτης δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα καὶ μετ' εἰρήνης διαγαγὼν ὀλίγον ἐπιβιώσας χρόνον μετὰ τὴν στρατείαν ἐκείνην ἀπέθανε, ζήσας μὲν ἐτῶν ἀριθμὸν ἑξήκοντα, βασιλεύσας δὲ ἐξ αὐτῶν πέντε καὶ εἴκοσι. ταφῆς δὲ ἔτυχε μεγαλοπρεποῦς ἐν Ἱεροσολύμοις: καὶ γὰρ ἦν μιμητὴς τῶν Δαυίδου ἔργων.

 

IV

(1)[45] Κατέλιπε δὲ καὶ παῖδας ἱκανούς, διάδοχον δ' ἀπέδειξε τὸν πρεσβύτατον Ἰώραμον: ταὐτὸ γὰρ εἶχεν ὄνομα τῷ τῆς γυναικὸς ἀδελφῷ, βασιλεύοντι δὲ τῶν Ἰσραηλιτῶν, Ἀχάβου δὲ παιδί. [46] παραγενόμενος δ' ἐκ τῆς Μωαβίτιδος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς εἰς Σαμάρειαν εἶχε σὺν αὑτῷ τὸν προφήτην Ἐλισσαῖον, οὗ τὰς πράξεις βούλομαι διελθεῖν, λαμπραὶ γάρ εἰσι καὶ ἱστορίας ἄξιαι, καθὼς ἐν ταῖς ἱεραῖς βίβλοις ἐπεγνώκαμεν.

(2)[47] Προσελθοῦσαν γὰρ αὐτῷ φασι τὴν Ὠβεδίου τοῦ Ἀχάβου οἰκονόμου γυναῖκα εἰπεῖν, ὡς οὐκ ἀγνοεῖ πῶς ὁ ἀνὴρ αὐτῆς τοὺς προφήτας περιέσωσεν ὑπὸ τῆς Ἀχάβου γυναικὸς Ἰεζαβέλας ἀναιρουμένους: ἑκατὸν γὰρ ἔλεγεν ὑπ' αὐτοῦ δανεισαμένου τραφῆναι κεκρυμμένους: καὶ μετὰ τὴν τἀνδρὸς τελευτὴν ἄγεσθαι νῦν ὑπὸ τῶν δανειστῶν αὐτήν τε καὶ τέκνα πρὸς δουλείαν, παρεκάλει τε διὰ ταύτην τὴν ἐργασίαν τἀνδρὸς ἐλεῆσαί τε καὶ παρασχεῖν τινα βοήθειαν. [48] πυθομένῳ δ' αὐτῷ, τί ἔχει ἐπὶ τῆς οἰκίας, ἄλλο μὲν οὐδὲν ἔφη, ἔλαιον δὲ βραχὺ λίαν ἐν κεραμίῳ. ὁ δὲ προφήτης ἀπελθοῦσαν ἐκέλευσεν ἀγγεῖα χρήσασθαι πολλὰ παρὰ τῶν γειτόνων κενὰ καὶ τὰς θύρας ἀποκλείσασαν τοῦ δωματίου μεταχεῖν εἰς ἅπαντα τὸ ἔλαιον: τὸν γὰρ θεὸν πληρώσειν αὐτά. [49] τῆς δὲ γυναικὸς τὰ κελευσθέντα ποιούσης καὶ τοῖς τέκνοις προσφέρειν ἕκαστον τῶν ἀγγείων προσταττούσης, ἐπεὶ πάντα ἐπληρώθη καὶ μηδὲν ἦν κενόν, ἐλθοῦσα πρὸς τὸν προφήτην ταῦτα ἀπήγγειλεν. [50] ὁ δὲ συνεβούλευε τοὔλαιον ἀπελθούσῃ ἀποδόσθαι καὶ τοῖς δανεισταῖς ἀποδοῦναι τὰ ὀφειλόμενα: γενήσεσθαι δέ τι καὶ περισσὸν ἐκ τῆς τιμῆς τοῦ ἐλαίου, ᾧ πρὸς διατροφὴν τὴν τῶν τέκνων καταχρήσεται. καὶ Ἐλισσαῖος μὲν οὕτως ἀπήλλαξε τῶν χρεῶν τὴν γυναῖκα καὶ τῆς ἀπὸ τῶν δανειστῶν ὕβρεως ἠλευθέρωσεν.

(3)[51] ἘΛισσαῖος δὲ ταχέως πρὸς Ἰώραμον ἐξαπέστειλε φυλάττεσθαι τὸν τόπον ἐκεῖνον αὐτῷ παραινῶν: εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ ὁ μὲν βασιλεὺς οὐκέτ' ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος: [52] Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν, ὠργίζετό τε καὶ μεταπεμψάμενος αὐτοὺς προδότας ἔλεγε τῶν ἀπορρήτων αὐτοῦ καὶ θάνατον ἠπείλει φανερᾶς τῆς ἐπιχειρήσεως, ἣν μόνοις ἐκείνοις ἐπίστευσε, τῷ πολεμίῳ γεγενημένης. [53] φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν ὁ προφήτης ὁ πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπ' αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος. [54] οἱ δὲ πεμφθέντες ἧκον ἀγγέλλοντες αὐτὸν ἐν Δωθαεὶν ὑπάρχοντα. πέμπει τοιγαροῦν Ἄδερ ἐπὶ τὴν πόλιν δύναμιν πολλὴν ἱππέων καὶ ἁρμάτων, ὅπως τὸν Ἐλισσαῖον λάβωσιν. οἱ δὲ νυκτὸς κύκλῳ τὴν πόλιν πᾶσαν περιλαβόντες εἶχον ἐν φρουρᾷ. ἅμα δὲ ἕῳ τοῦτο μαθὼν ὁ τοῦ προφήτου διάκονος καὶ ὅτι ζητοῦσιν οἱ πολέμιοι λαβεῖν Ἐλισσαῖον ἐδήλωσεν αὐτῷ μετὰ βοῆς καὶ ταραχῆς δραμὼν πρὸς αὐτόν. [55] ὁ δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, ᾧ συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. ὁ δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας. [56] Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφ' ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον: τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν ᾗ τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ. [57] καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δ' ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας. [58] ἐν ἐκπλήξει δὲ δεινῇ καὶ ἀμηχανίᾳ τῶν Σύρων οἷον εἰκὸς ἐφ' οὕτως θείῳ καὶ παραδόξῳ πράγματι κειμένων καὶ τοῦ βασιλέως Ἰωράμου πυθομένου τὸν προφήτην, εἰ κελεύσειεν αὐτοὺς κατακοντισθῆναι, τοῦτο μὲν ἐκώλυσε ποιεῖν Ἐλισσαῖος: τοὺς γὰρ νόμῳ πολέμου ληφθέντας ἀποκτείνειν εἶναι δίκαιον ἔλεγε, τούτους δὲ μηδὲν κακὸν ἐργάσασθαι τὴν ἐκείνου χώραν, θείᾳ δὲ δυνάμει πρὸς αὐτοὺς οὐκ εἰδότας ἐλθεῖν. [59] συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς. Ἰώραμος μὲν οὖν τῷ προφήτῃ πειθόμενος ἑστιάσας λαμπρῶς πάνυ καὶ φιλοτίμως τοὺς Σύρους ἀπέλυσε πρὸς Ἄδερα τὸν αὑτῶν βασιλέα.

(4)[60] Τῶν δὲ ἀφικομένων καὶ δηλωσάντων αὐτῷ τὰ συμβεβηκότα θαυμάσας ὁ Ἄδερ τὸ παράδοξον καὶ τὴν τοῦ θεοῦ τῶν Ἰσραηλιτῶν ἐπιφάνειαν καὶ δύναμιν καὶ τὸν προφήτην, ᾧ τὸ θεῖον οὕτως ἐναργῶς παρῆν, κρύφα μὲν οὐκέτι διέγνω τῷ τῶν Ἰσραηλιτῶν ἐπιχειρεῖν βασιλεῖ τὸν Ἐλισσαῖον δεδοικώς, φανερῶς δὲ πολεμεῖν ἔκρινε τῷ πλήθει τῆς στρατιᾶς καὶ τῇ δυνάμει νομίζων περιέσεσθαι τῶν πολεμίων. [61] καὶ στρατεύει μετὰ μεγάλης δυνάμεως ἐπὶ τὸν Ἰώραμον, ὃς οὐχ ἡγούμενος αὑτὸν ἀξιόμαχον εἶναι τοῖς Σύροις ἐνέκλεισεν αὑτὸν εἰς τὴν Σαμάρειαν θαρρῶν τῇ τῶν τειχῶν ὀχυρότητι. Ἄδερ δὲ λογισάμενος αἱρήσειν τὴν πόλιν, εἰ καὶ μὴ τοῖς μηχανήμασι, λιμῷ μέντοι καὶ σπάνει τῶν ἐπιτηδείων παραστήσεσθαι τοὺς Σαμαρεῖς, προσβαλὼν ἐπολιόρκει τὴν πόλιν. [62] οὕτω δὲ ἐπέλιπε τὸν Ἰώραμον ἡ τῶν ἀναγκαίων εὐπορία, ὡς δι' ὑπερβολὴν τῆς ἐνδείας ἐν τῇ Σαμαρείᾳ πραθῆναι ὀγδοήκοντα μὲν ἀργυρῶν νομίσματος κεφαλὴν ὄνου, πέντε δὲ ἀργυρῶν νομίσματος ξέστην κόπρου περιστερῶν ἀντὶ ἁλῶν ὠνεῖσθαι τοὺς Ἑβραίους. [63] ἦν δ' ἐν φόβῳ μὴ διὰ τὸν λιμὸν προδῷ τις τοῖς ἐχθροῖς τὴν πόλιν ὁ Ἰώραμος καὶ καθ' ἑκάστην ἡμέραν ἐκπεριήρχετο τὰ τείχη καὶ τοὺς φύλακας, μή τις ἔνδον εἴη παρ' αὐτῶν σκεπτόμενος καὶ τῷ βλέπεσθαι καὶ φροντίζειν ἀφαιρούμενος καὶ τὸ βούλεσθαί τι τοιοῦτον καὶ τὸ ἔργον, εἰ ταύτην τις τὴν γνώμην ἤδη λαμβάνειν ἔφθασεν. [64] ἀνακραγούσης δέ τινος γυναικός “δέσποτα ἐλέησον” νομίσας αἰτεῖν τι μέλλειν αὐτὴν τῶν πρὸς τροφὴν ὀργισθεὶς ἐπηράσατο αὐτῇ τὸν θεὸν καὶ μήτε ἅλως αὐτῷ μήτε ληνοὺς ὑπάρχειν ἔλεγεν, ὅθεν τι καὶ παράσχοι ἂν αὐτῇ δεομένῃ. [65] τῆς δ' οὐδενὸς μὲν τούτων χρῄζειν εἰπούσης οὐδ' ἐνοχλεῖν τροφῆς ἕνεκα, κριθῆναι δὲ ἀξιούσης πρὸς ἄλλην γυναῖκα, κελεύσαντος λέγειν καὶ διδάσκειν περὶ ὧν ἐπιζητεῖ συνθήκας ἔφη ποιήσασθαι μετὰ τῆς ἑτέρας γυναικὸς γειτνιώσης καὶ φίλης αὐτῇ τυγχανούσης, ὅπως ἐπεὶ τὰ τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ἦν ἀμήχανα διαχρησάμενοι τὰ τέκνα, ἦν δὲ ἄρρεν ἑκατέρᾳ παιδίον, ἀνὰ μίαν ἡμέραν θρέψωμεν ἀλλήλας. [66] “κἀγὼ μέν, φησί, πρώτη τοὐμὸν κατέσφαξα καὶ τὴν παρελθοῦσαν ἡμέραν τοὐμὸν ἐτράφημεν ἀμφότεραι: νῦν δ' οὐ βούλεται ταὐτὸ ποιεῖν, ἀλλὰ παραβαίνει τὴν [67] συνθήκην καὶ τὸν υἱὸν ἀφανῆ πεποίηκε.” τοῦτ' ἐλύπησε σφοδρῶς Ἰώραμον ἀκούσαντα, καὶ περιρρηξάμενος τὴν ἐσθῆτα καὶ δεινὸν ἐκβοήσας ἔπειτα ὀργῆς ἐπὶ τὸν προφήτην Ἐλισσαῖον πληρωθεὶς ἀνελεῖν αὐτὸν ὥρμησεν, ὅτι μὴ δεῖται τοῦ θεοῦ πόρον τ' αὐτοῖς καὶ διαφυγὴν τῶν περιεχόντων κακῶν δοῦναι: τόν τε ἀποτεμοῦντα αὐτοῦ τὴν κεφαλὴν εὐθὺς ἐξέπεμψε. [68] καὶ ὁ μὲν ἐπὶ τὴν ἀναίρεσιν ἠπείγετο τοῦ προφήτου: τὸν δ' Ἐλισσαῖον οὐκ ἔλαθεν ἡ τοῦ βασιλέως ὀργή, καθεζόμενος δὲ οἴκαδε παρ' αὑτῷ σὺν τοῖς μαθηταῖς ἐμήνυσεν αὐτοῖς, ὅτι Ἰώραμος ὁ τοῦ φονέως υἱὸς πέμψειε τὸν ἀφαιρήσοντα αὐτοῦ τὴν κεφαλήν. [69] “ἀλλ' ὑμεῖς, φησίν, ὅταν ὁ τοῦτο προσταχθεὶς ἀφίκηται, παραφυλάξαντες εἰσιέναι μέλλοντα προσαποθλίψατε τῇ θύρᾳ καὶ κατάσχετε: ἀκολουθήσει γὰρ αὐτῷ πρός με παραγινόμενος ὁ βασιλεὺς μεταβεβουλευμένος.” καὶ οἱ μὲν τὸ κελευσθὲν ὡς ἧκεν ὁ πεμφθεὶς ὑπὸ τοῦ βασιλέως ἐπὶ τὴν ἀναίρεσιν τὴν Ἐλισσαίου ἐποίησαν: [70] Ἰώραμος δὲ καταγνοὺς τῆς ἐπὶ τὸν προφήτην ὀργῆς καὶ δείσας, μὴ φθάσῃ κτείνας αὐτὸν ὁ τοῦτο προσταχθείς, ἔσπευσε κωλῦσαι γενέσθαι τὸν φόνον καὶ διασῶσαι τὸν προφήτην. ἀφικόμενος δὲ πρὸς αὐτὸν ᾐτιᾶτο, ὅτι μὴ παρὰ τοῦ θεοῦ λύσιν αὐτοῖς τῶν παρόντων αἰτεῖται κακῶν, ἀλλ' οὕτως ὑπ' αὐτῶν φθειρομένους ὑπερορᾷ. [71] Ἐλισσαῖος δὲ εἰς τὴν ἐπιοῦσαν ἐπηγγέλλετο κατ' ἐκείνην τὴν ὥραν, καθ' ἣν ὁ βασιλεὺς ἀφίκετο πρὸς αὐτόν, ἔσεσθαι πολλὴν εὐπορίαν τροφῆς καὶ πραθήσεσθαι μὲν ἐν τῇ ἀγορᾷ σίκλου δύο κριθῆς σάτα, ὠνήσεσθαι δὲ σεμιδάλεως σάτον σίκλου. [72] ταῦτα τόν τε Ἰώραμον καὶ τοὺς παρόντας εἰς χαρὰν περιέτρεψε: πιστεύειν γὰρ τῷ προφήτῃ διὰ τὴν ἐπὶ τοῖς προπεπειραμένοις ἀλήθειαν οὐκ ὤκνουν, ἀλλὰ καὶ τὸ ἐπ' ἐκείνης ἐνδεὲς τῆς ἡμέρας καὶ ταλαίπωρον ἡ προσδοκωμένη κοῦφον αὐτοῖς ἐποίει. [73] ὁ δὲ τῆς τρίτης μοίρας ἡγεμὼν τῷ βασιλεῖ φίλος ὢν καὶ τότε φέρων αὐτὸν ἐπερηρεισμένον “ἄπιστα, εἶπε, λέγεις, ὦ προφῆτα: καὶ ὥσπερ ἀδύνατον ἐκχέαι τὸν θεὸν ἐξ οὐρανοῦ καταρράκτας κριθῆς ἢ σεμιδάλεως, οὕτως ἀμήχανον καὶ τὰ ὑπὸ σοῦ νῦν εἰρημένα γενέσθαι.” καὶ ὁ προφήτης πρὸς αὐτόν “ταῦτα μέν, εἶπεν, ὄψει τοῦτο λαμβάνοντα τὸ τέλος, οὐ μεταλήψῃ δ' οὐδενὸς τῶν ὑπαρξόντων.”

(5)[74] Ἐξέβη τοίνυν τοῦτον τὸν τρόπον τὰ ὑπὸ Ἐλισσαίου προειρημένα: νόμος ἦν ἐν Σαμαρείᾳ τοὺς λέπραν ἔχοντας καὶ μὴ καθαροὺς ἀπὸ τῶν τοιούτων τὰ σώματα μένειν ἔξω τῆς πόλεως. ἄνδρες οὖν τὸν ἀριθμὸν τέσσαρες διὰ ταύτην τὴν αἰτίαν πρὸ τῶν πυλῶν μένοντες μηκέτι μηδενὸς αὐτοῖς διὰ τὴν ὑπερβολὴν τοῦ λιμοῦ [75] τροφὴν ἐκφέροντος εἰσελθεῖν μὲν εἰς τὴν πόλιν διὰ τὸν νόμον κεκωλυμένοι, κἂν ἐπιτραπῇ δ' αὐτοῖς διαφθαρήσεσθαι κακῶς ὑπὸ τοῦ λιμοῦ λογισάμενοι, τοῦτο δὲ πείσεσθαι κἂν αὐτόθι μείνωσιν ἀπορίᾳ τροφῆς, παραδοῦναι τοῖς πολεμίοις αὑτοὺς ἔκριναν ὡς εἰ μὲν φείσαιντο αὐτῶν ζησόμενοι, εἰ δ' ἀναιρεθεῖεν εὐθανατήσοντες. [76] ταύτην κυρώσαντες τὴν βουλὴν νυκτὸς ἧκον εἰς τὸ στρατόπεδον τῶν πολεμίων. ἤρχετο δ' ἤδη τοὺς Σύρους ἐκφοβεῖν καὶ ταράττειν ὁ θεὸς καὶ κτύπον ἁρμάτων καὶ ἵππων ὡς ἐπερχομένης στρατιᾶς ταῖς ἀκοαῖς αὐτῶν ἐνηχεῖν καὶ ταύτην ἐγγυτέρω προσφέρειν αὐτοῖς τὴν ὑπόνοιαν. [77] ἀμέλει τοῦτον τὸν τρόπον ὑπ' αὐτῆς διετέθησαν, ὥστε τὰς σκηνὰς ἐκλιπόντες συνέδραμον πρὸς τὸν Ἄδερα λέγοντες, ὡς Ἰώραμος ὁ τῶν Ἰσραηλιτῶν μισθωσάμενος συμμάχους τόν τε τῶν Αἰγυπτίων βασιλέα καὶ τὸν τῶν νήσων ἐπ' αὐτοὺς ἄγει: προσιόντων γὰρ αὐτῶν ἐπακούειν τοῦ κτύπου. [78] ταῦτα λέγουσιν ὁ Ἄδερ, καὶ γὰρ αὐτὸς περιεψοφεῖτο ἤδη τὰς ἀκοὰς ὁμοίως τῷ πλήθει, προσέσχε καὶ μετὰ πολλῆς ἀταξίας καὶ θορύβου καταλιπόντες ἐν τῇ παρεμβολῇ τοὺς ἵππους καὶ τὰ ὑποζύγια καὶ πλοῦτον ἄφθονον εἰς φυγὴν ἐχώρησαν. [79] οἱ λεπροὶ δὲ οἱ ἐκ τῆς Σαμαρείας ἀναχωρήσαντες εἰς τὸ τῶν Σύρων στρατόπεδον, ὧν μικρὸν ἔμπροσθεν ἐπεμνήσθημεν, ὡς γενόμενοι πρὸς τῇ παρεμβολῇ πολλὴν ἡσυχίαν καὶ ἀφωνίαν ἔβλεπον οὖσαν καὶ παρελθόντες δὲ εἴσω καὶ ὁρμήσαντες εἰς μίαν σκηνὴν οὐδένα ἑώρων, ἐμφαγόντες καὶ πιόντες ἐβάστασαν ἐσθῆτα καὶ πολὺν χρυσὸν κομίσαντες ἔξω τῆς παρεμβολῆς ἔκρυψαν: [80] ἔπειτ' εἰς ἑτέραν σκηνὴν παρελθόντες ὁμοίως τὰ ἐν αὐτῇ πάλιν ἐξεκόμισαν, καὶ τοῦτ' ἐποίησαν τετράκις μηδενὸς αὐτοῖς ὅλως ἐντυγχάνοντος. ὅθεν εἰκάσαντες ἀνακεχωρηκέναι τοὺς πολεμίους κατεγίνωσκον αὑτῶν μὴ ταῦτα δηλούντων τῷ Ἰωράμῳ καὶ τοῖς πολίταις. [81] καὶ οἱ μὲν ἐλθόντες πρὸς τὸ τῆς Σαμαρείας τεῖχος καὶ ἀναβοήσαντες πρὸς τοὺς φύλακας ἐμήνυον αὐτοῖς τὰ περὶ τοὺς πολεμίους, ἐκεῖνοι δὲ ταῦτ' ἀπήγγειλαν τοῖς τοῦ βασιλέως φύλαξι, παρ' ὧν μαθὼν Ἰώραμος μεταπέμπεται τοὺς φίλους καὶ τοὺς ἡγεμόνας. [82] πρὸς οὓς ἐλθόντας ἐνέδραν καὶ τέχνην ὑπονοεῖν ἔλεγε τὴν ἀναχώρησιν τοῦ τῶν Σύρων βασιλέως ἀπογνόντος ἡμᾶς τῷ λιμῷ διαφθαρήσεσθαι, ἵνα ὡς πεφευγότων εἰς διαρπαγὴν ἐξελθόντων τῆς παρεμβολῆς αἰφνιδίως ἐπιπέσῃ καὶ κτείνῃ μὲν αὐτούς, ἀμαχητὶ δὲ ἕλῃ τὴν πόλιν: ὅθεν ὑμῖν παραινῶ διὰ φυλακῆς ἔχειν αὐτὴν μὴ καταφρονήσαντας τῷ τοὺς πολεμίους ἀνακεχωρηκέναι: [83] φήσαντος δέ τινος, ὡς ἄριστα μὲν καὶ συνετώτατα ὑπονοήσειε, πέμψαι γε μὴν συμβουλεύσαντος δύο τῶν ἱππέων τοὺς τὴν ἄχρι Ἰορδάνου πᾶσαν ἐξερευνήσοντας, ἵν' εἰ ληφθέντες ὑπὸ λοχώντων τῶν πολεμίων διαφθαρεῖεν φυλακὴ τῇ στρατιᾷ γένωνται τοῦ μηδὲν ὅμοιον παθεῖν αὐτὴν ἀνυπόπτως προελθοῦσαν: “προσαριθμήσεις δέ, φησί, τοῖς ὑπὸ τοῦ λιμοῦ τεθνηκόσι τοὺς ἱππεῖς, κἂν [84] ὑπὸ τῶν ἐχθρῶν ληφθέντες ἀπόλωνται.” ἀρεσθεὶς δὲ τῇ γνώμῃ τότε τοὺς κατοψομένους ἐξέπεμψεν: οἱ δὲ κενὴν μὲν πολεμίων τὴν ὁδὸν ἤνυσαν, μεστὴν δὲ σιτίων καὶ ὅπλων εὗρον, ἃ διὰ τὸ κοῦφοι πρὸς τὸ φεύγειν εἶναι ῥίπτοντες κατέλιπον. ταῦτ' ἀκούσας ὁ βασιλεὺς ἐπὶ διαρπαγὴν τῶν ἐν τῷ στρατοπέδῳ τὸ πλῆθος ἐξαφῆκεν. [85] εὐτελὲς δὲ οὐδὲν οὐδ' ὀλίγον ὠφελοῦντο, ἀλλὰ πολὺν μὲν χρυσόν, πολὺν δὲ ἄργυρον, ἀγέλας δὲ παντοδαπῶν κτηνῶν, ἔτι γε μὴν σίτου μυριάσι καὶ κριθῆς αἷς οὐδ' ὄναρ ἤλπισαν ἐπιτυχόντες τῶν μὲν προτέρων κακῶν ἀπηλλάγησαν, ἀφθονίαν δ' εἶχον, ὡς ὠνεῖσθαι δύο μὲν σάτα κριθῆς σίκλου σεμιδάλεως δὲ σάτον σίκλου κατὰ τὴν Ἐλισσαίου προφητείαν: ἰσχύει δὲ τὸ σάτον μόδιον καὶ ἥμισυ Ἰταλικόν. [86] μόνος δὲ τούτων οὐκ ὤνατο τῶν ἀγαθῶν ὁ τῆς τρίτης μοίρας ἡγεμών: κατασταθεὶς γὰρ ἐπὶ τῆς πύλης ὑπὸ τοῦ βασιλέως, ἵνα τὸ πλῆθος ἐπέχῃ τῆς πολλῆς ὁρμῆς καὶ μὴ κινδυνεύσωσιν ὑπ' ἀλλήλων ὠθούμενοι συμπατηθέντες ἀπολέσθαι, τοῦτ' αὐτὸς ἔπαθε καὶ τοῦτον ἀποθνήσκει τὸν τρόπον τὴν τελευτὴν αὐτῷ προφητεύσαντος Ἐλισσαίου, ὅτε τοῖς ὑπ' αὐτοῦ περὶ τῆς ἐσομένης εὐπορίας τῶν ἐπιτηδείων λεγομένοις μόνος ἐξ ἁπάντων οὐκ ἐπίστευσεν.

(6)[87] Ὁ δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλ' οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν. [88] ἐκδημήσαντος δὲ κατ' ἐκεῖνον τὸν καιρὸν εἰς Δαμασκὸν Ἐλισσαίου τοῦ προφήτου γνοὺς ὁ Ἄδερ τὸν πιστότατον τῶν οἰκετῶν Ἀζάηλον ἔπεμψεν ὑπαντησόμενον αὐτῷ καὶ δῶρα κομίζοντα, κελεύσας ἔρεσθαι περὶ τῆς νόσου καὶ εἰ διαφεύξεται τὸν ἐξ αὐτῆς κίνδυνον. [89] Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπ' αὐτῆς ἔσοιτο. [90] ὁ δὲ προφήτης τὸν μὲν Ἀζάηλον ἐκέλευε μηδὲν ἀπαγγέλλειν τῷ βασιλεῖ κακόν, ἔλεγε δ' ὅτι τεθνήξεται. καὶ ὁ μὲν οἰκέτης τοῦ βασιλέως ἐλυπεῖτο ταῦτ' ἀκούσας, ὁ δ' Ἐλισσαῖος ἔκλαιε καὶ πολλοῖς ἐρρεῖτο δακρύοις προορώμενος ἃ πάσχειν ὁ λαὸς ἔμελλε κακὰ μετὰ τὴν Ἄδερος τελευτήν. [91] ἀνακρίναντος δ' αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεως “κλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν: ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς [92] πέτραις τὰς δ' ἐγκύους ἀναρρήξεις γυναῖκας.” τοῦ δὲ Ἀζαήλου λέγοντος: “τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι;” τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθ', ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δ' ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε, [93] τὴν δ' ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ' οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετ' αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν. [94] πομπεύουσι δ' αὐτοὶ καθ' ἑκάστην ἡμέραν ἐπὶ τῇ τιμῇ τῶν βασιλέων καὶ σεμνύνονται τὴν τούτων ἀρχαιότητα οὐκ εἰδότες, ὅτι νεώτεροί εἰσι καὶ οὐκ ἔχοντες οὗτοι οἱ βασιλεῖς ἔτη χίλια καὶ ἑκατόν. ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ἰώραμος ἀκούσας τὴν Ἄδερος τελευτὴν ἀνέπνευσεν ἐκ τῶν φόβων καὶ τοῦ δέους ὃ δι' αὐτὸν εἶχεν ἀσμένως εἰρήνης λαμβανόμενος.

 

V

(1)[95] Ἰώραμος δὲ ὁ τῶν Ἱεροσολύμων βασιλεύς, καὶ τούτῳ γὰρ ἦν ταὐτὸν καθὼς προειρήκαμεν ἔμπροσθεν ὄνομα, παραλαβὼν τὴν ἀρχὴν εὐθὺς ἐπὶ σφαγὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πατρῴων φίλων οἳ καὶ ἡγεμόνες ἦσαν ἐχώρησε, τὴν ἀρχὴν καὶ τὴν ἐπίδειξιν τῆς πονηρίας ἐντεῦθεν ποιησάμενος καὶ μηδὲν διενεγκὼν τῶν τοῦ λαοῦ βασιλέων, οἳ πρῶτοι παρηνόμησαν εἰς τὰ πάτρια τῶν Ἑβραίων ἔθη καὶ τὴν τοῦ θεοῦ θρησκείαν. [96] ἐδίδαξε δ' αὐτὸν τά τ' ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δ' αὐτῷ. καὶ ὁ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δ' οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπ' ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν. [97] ἀποστάντων δὲ αὐτοῦ κατ' ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δ' ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δ' οὐ προῆλθεν. [98] ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν: πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δ' οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς.

(2)[99] Ταῦτα δ' αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρ' Ἠλίου τοῦ προφήτου ἐπιστολή, ἣ τὸν θεὸν ἐδήλου μεγάλην παρ' αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο, [100] ὅτι τε τοὺς ἀδελφοὺς διεχρήσατο καὶ τοὺς ἀγαθοὺς ἄνδρας καὶ δικαίους ἀπέκτεινεν: τήν τε τιμωρίαν ἣν ἀντὶ τούτων ὑφέξειν ἔμελλεν ἐσήμαινε τοῖς γράμμασιν ὁ προφήτης, ὄλεθρον τοῦ λαοῦ καὶ φθορὰν γυναικῶν αὐτοῦ [τοῦ βασιλέως] καὶ τέκνων, [101] καὶ ὅτι τεθνήξεται νόσῳ τῆς νηδύος ἐπὶ πολὺ βασανισθεὶς καὶ τῶν ἐντέρων αὐτοῦ δι' ὑπερβολὴν τῆς τῶν ἐντὸς διαφθορᾶς ἐκρυέντων, ὥστ' αὐτὸν ὁρῶντα τὴν αὑτοῦ συμφορὰν καὶ μηδὲν βοηθῆσαι δυνάμενον ἔπειθ' οὕτως ἀποθανεῖν. ταῦτα μὲν ἐδήλου διὰ τῆς ἐπιστολῆς ὁ Ἠλίας.

(3)[102] Μετ' οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα. [103] μετὰ δὲ ταύτην τὴν συμφορὰν αὐτὸς τὴν προειρημένην ὑπὸ τοῦ προφήτου νόσον ἐπὶ πλεῖστον νοσήσας χρόνον, ἐπέσκηψε γὰρ εἰς τὴν γαστέρα τὸ θεῖον αὐτοῦ τὴν ὀργήν, ἐλεεινῶς ἀπέθανεν ἐπιδὼν αὐτοῦ τὰ ἐντὸς ἐκρυέντα. περιύβρισε δ' αὐτοῦ καὶ τὸν νεκρὸν ὁ λαός: [104] λογισάμενος γὰρ οἶμαι τὸν οὕτως ἀποθανόντα κατὰ μῆνιν θεοῦ μηδὲ κηδείας τῆς βασιλεῦσι πρεπούσης ἄξιον εἶναι τυχεῖν, οὔτε ταῖς πατρῴαις ἐνεκήδευσεν αὐτὸν θήκαις οὔτε ἄλλης τιμῆς ἠξίωσεν, ἀλλ' ὡς ἰδιώτην ἔθαψε, βιώσαντα μὲν ἔτη τεσσαράκοντα, βασιλεύσαντα δὲ ὀκτώ. παραδίδωσι δὲ τὴν ἀρχὴν ὁ δῆμος ὁ τῶν Ἱεροσολυμιτῶν τῷ παιδὶ αὐτοῦ Ὀχοζίᾳ.

 

VI

(1)[105] Ἰώραμος δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς μετὰ τὴν Ἄδερος τελευτὴν ἐλπίσας Ἀραμώθα πόλιν τῆς Γαλαδίτιδος ἀφαιρήσεσθαι τοὺς Σύρους στρατεύει μὲν ἐπ' αὐτὴν μετὰ μεγάλης παρασκευῆς, ἐν δὲ τῇ πολιορκίᾳ τοξευθεὶς ὑπό τινος τῶν Σύρων οὐ καιρίως ἀνεχώρησεν εἰς Ἱεζερήλην πόλιν ἰαθησόμενος ἐν αὐτῇ τὸ τραῦμα, καταλιπὼν ἐν τῇ Ἀραμώθα τὴν στρατιὰν ἅπασαν καὶ ἡγεμόνα τὸν Ἀμασῆ παῖδα Ἰηοῦν: ἤδη γὰρ αὐτὴν ᾑρήκει κατὰ κράτος. [106] προύκειτο δ' αὐτῷ μετὰ τὴν θεραπείαν πολεμεῖν τοῖς Σύροις. Ἐλισσαῖος δ' ὁ προφήτης ἕνα τῶν αὑτοῦ μαθητῶν δοὺς αὐτῷ τὸ ἅγιον ἔλαιον ἔπεμψεν εἰς Ἀραμώθα χρίσοντα τὸν Ἰηοῦν καὶ φράσοντα, ὅτι τὸ θεῖον αὐτὸν ᾕρηται βασιλέα: ἄλλα τε πρὸς τούτοις εἰπεῖν ἐπιστείλας ἐκέλευε τρόπῳ φυγῆς ποιήσασθαι τὴν πορείαν, ὅπως λάθῃ πάντας ἐκεῖθεν ἀπιών. [107] ὁ δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι. [108] τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν ὁ νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπ' ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων, [109] ἵν' ὁ τούτων οἶκος τὸν αὐτὸν τρόπον ὅνπερ Ἱεροβάμου τοῦ Ναβαταίου παιδὸς καὶ Βασὰ πρόρριζος διὰ τὴν ἀσέβειαν αὐτῶν ἀφανισθῇ καὶ μηδὲν ὑπολειφθῇ σπέρμα τῆς Ἀχάβου γενεᾶς. καὶ ὁ μὲν ταῦτ' εἰπὼν ἐξεπήδησεν ἐκ τοῦ ταμιείου σπουδάζων μηδενὶ τῶν ἐπὶ τῆς στρατιᾶς ὁραθῆναι.

(2)[110] Ὁ δὲ Ἰηοῦς προελθὼν ἧκεν ἐπὶ τὸν τόπον ἔνθα μετὰ τῶν ἡγεμόνων ἐκαθέζετο. πυνθανομένων δὲ καὶ φράζειν αὐτοῖς παρακαλούντων τί πρὸς αὐτὸν ἀφίκοιτο ὁ νεανίσκος καὶ προσέτι μαίνεσθαι λεγόντων αὐτόν, “ἀλλ' ὀρθῶς γε εἰκάσατε, εἶπε, καὶ γὰρ τοὺς [111] λόγους μεμηνότος ἐποιήσατο.” σπουδαζόντων δ' ἀκοῦσαι καὶ δεομένων ἔφη τὸν θεὸν αὐτὸν ᾑρῆσθαι βασιλέα τοῦ πλήθους εἰρηκέναι. ταῦτ' εἰπόντος ἕκαστος περιδύων αὑτὸν ὑπεστρώννυεν αὐτῷ τὸ ἱμάτιον καὶ σαλπίζοντες τοῖς κέρασιν ἐσήμαινον Ἰηοῦν εἶναι βασιλέα. [112] ὁ δὲ ἀθροίσας τὴν στρατιὰν ἔμελλεν ἐξορμᾶν ἐπὶ Ἰώραμον εἰς Ἰεζέρελαν πόλιν, ἐν ᾗ καθὼς προεῖπον ἐθεραπεύετο τὴν πληγήν, ἣν ἔλαβε πρὸς τῇ Ἀραμώθα πολιορκίᾳ. ἔτυχε δὲ καὶ ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς Ὀχοζίας ἀφιγμένος πρὸς τὸν Ἰώραμον: υἱὸς γὰρ ἦν αὐτοῦ τῆς ἀδελφῆς ὡς καὶ προειρήκαμεν: ἐπισκέψασθαι δὲ πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ τὴν συγγένειαν ἐληλύθει. [113] Ἰηοῦς δὲ βουλόμενος αἰφνιδίως τοῖς περὶ τὸν Ἰώραμον προσπεσεῖν ἠξίου μηδὲ τῶν στρατιωτῶν ἀποδράντα τινὰ μηνῦσαι ταῦτα τῷ Ἰωράμῳ: τοῦτο γὰρ ἔσεσθαι λαμπρὰν ἐπίδειξιν αὐτῷ τῆς εὐνοίας καὶ τοῦ διακειμένους οὕτως ἀποδεῖξαι αὐτὸν βασιλέα.

(3)[114] Οἱ δὲ τοῖς εἰρημένοις ἡσθέντες ἐφύλαττον τὰς ὁδούς, μή τις εἰς Ἱεζέρελαν διαλαθὼν μηνύσῃ αὐτὸν τοῖς ἐκεῖ. καὶ ὁ μὲν Ἰηοῦς τῶν ἱππέων τοὺς ἐπιλέκτους παραλαβὼν καὶ καθίσας ἐφ' ἅρματος εἰς τὴν Ἱεζέρελαν ἐπορεύετο, γενομένου δὲ ἐγγὺς ὁ σκοπός, ὃν ὁ βασιλεὺς Ἰώραμος καθεστάκει τοὺς ἐρχομένους εἰς τὴν πόλιν ἀφορᾶν, ἰδὼν μετὰ πλήθους προσελαύνοντα τὸν Ἰηοῦν ἀπήγγειλεν Ἰωράμῳ προσελαύνουσαν ἱππέων ἴλην. [115] ὁ δ' εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν ὁ προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ὁ ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ: πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. ὁ δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δ' αὐτῷ. [116] ταῦτα ὁ σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς. [117] ὡς δὲ καὶ τοῦτ' ἐδήλωσεν ὁ σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος. [118] σχολαίτερον δὲ καὶ μετ' εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον: βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας ὁ βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος. [119] καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ: [120] ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν [ὁδὸν] ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών. [121] ὁ δ' ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετ' ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δ' εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος.

(4)[122] Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου “καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.” ὁ δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν. [123] καταφερομένη δ' ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος: ἦν γὰρ ἐκ βασιλέων. [124] εὗρον δ' οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν ἢ μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτ' ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν: οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον.

(5)[125] Ὄντων δ' Ἀχάβῳ παίδων ἑβδομήκοντα τρεφομένων δ' αὐτῶν ἐν Σαμαρείᾳ πέμπει δύο ἐπιστολὰς Ἰηοῦς τὴν μὲν τοῖς παιδαγωγοῖς τὴν ἑτέραν δὲ τοῖς ἄρχουσι τῶν Σαμαρέων, λέγων τὸν ἀνδρειότατον τῶν Ἀχάβου παίδων ἀποδεῖξαι βασιλέα: καὶ γὰρ ἁρμάτων αὐτῷ εἶναι πλῆθος καὶ ἵππων καὶ ὅπλων καὶ στρατιᾶς καὶ πόλεις ὀχυρὰς ἔχειν: καὶ τοῦτο ποιήσαντας εἰσπράττεσθαι δίκην ὑπὲρ τοῦ δεσπότου. [126] ταῦτα δὲ γράφει διάπειραν βουλόμενος λαβεῖν τῆς τῶν Σαμαρέων διανοίας. ἀναγνόντες δὲ τὰ γράμματα οἵ τε ἄρχοντες καὶ οἱ παιδαγωγοὶ κατέδεισαν, καὶ λογισάμενοι μηδὲν δύνασθαι ποιεῖν πρὸς τοῦτο, δύο γὰρ μεγίστων ἐκράτησε βασιλέων, ἀντέγραψαν ὁμολογοῦντες αὐτὸν ἔχειν δεσπότην καὶ ποιήσειν ὃ ἂν κελεύῃ. [127] ὁ δὲ πρὸς ταῦτα ἀντέγραψεν αὑτῷ τε ὑπακούειν κελεύων καὶ τῶν Ἀχάβου παίδων τὰς κεφαλὰς ἀποτεμόντας πέμψαι πρὸς αὐτόν. οἱ δὲ ἄρχοντες μεταπεμψάμενοι τοὺς τροφεῖς τῶν παίδων προσέταξαν ἀποκτείνασιν αὐτοὺς τὰς κεφαλὰς ἀποτεμεῖν καὶ πέμψαι πρὸς Ἰηοῦν. οἱ δ' οὐδὲν ὅλως φεισάμενοι τοῦτο ἔπραξαν καὶ συνθέντες εἴς τινα πλεκτὰ ἀγγεῖα τὰς κεφαλὰς ἀπέπεμψαν εἰς Ἰεζέρελαν. [128] κομισθεισῶν δὲ τούτων ἀγγέλλεται μετὰ τῶν φίλων δειπνοῦντι τῷ Ἰηοῦ, ὅτι κομισθεῖεν αἱ τῶν Ἀχάβου παίδων κεφαλαί. ὁ δὲ πρὸ τῆς πύλης ἐξ ἑκατέρου μέρους ἐκέλευσεν ἐξ αὐτῶν ἀναστῆσαι βουνούς. [129] γενομένου δὲ τούτου ἅμα ἡμέρᾳ πρόεισιν ὀψόμενος καὶ θεασάμενος ἤρξατο πρὸς τὸν παρόντα λαὸν λέγειν, ὡς αὐτὸς μὲν ἐπὶ τὸν δεσπότην στρατεύσαιτο τὸν αὑτοῦ κἀκεῖνον ἀποκτείνειε, τούτους δὲ οὐκ αὐτὸς ἀνέλοι: γινώσκειν δὲ αὐτοὺς ἠξίου περὶ τῆς Ἀχάβου γενεᾶς, ὅτι πάντα κατὰ τὴν τοῦ θεοῦ προφητείαν γέγονε καὶ ὁ οἶκος αὐτοῦ, καθὼς καὶ Ἠλίας προεῖπεν, ἀπόλωλε. [130] προσδιαφθείρας δὲ καὶ τοὺς παρὰ τοῖς Ἰεζερελίταις εὑρεθέντας ἐκ τῆς Ἀχάβου συγγενείας [ἱππεῖς] εἰς Σαμάρειαν ἐπορεύετο. κατὰ δὲ τὴν ὁδὸν τοῖς Ὀχοζία συμβαλὼν οἰκείοις τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν ἀνέκρινεν αὐτούς, τί δή ποτε παρεγένοντο. [131] οἱ δ' ἀσπασόμενοί τε Ἰώραμον καὶ τὸν αὑτῶν βασιλέα Ὀχοζίαν ἥκειν ἔφασκον: οὐ γὰρ ᾔδεσαν αὐτοὺς ἀμφοτέρους ὑπ' αὐτοῦ πεφονευμένους. Ἰηοῦς δὲ καὶ τούτους συλληφθέντας ἀναιρεθῆναι προσέταξεν ὄντας τὸν ἀριθμὸν τεσσαράκοντα καὶ δύο.

(6)[132] Συναντᾷ δ' αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου. [133] Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται: κάλλιστον δ' εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς. [134] τούτοις πεισθεὶς ὁ Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδ' ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν: [135] ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι: θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς: τὸν δ' ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. ὁ δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο. [136] τάξας δὲ ἡμέραν, καθ' ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δ' Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα: λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν: οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν. [137] τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας. [138] οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος ὁ Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου. [139] ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν ὁ θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν.

 

VII

(1)[140] Ὀθλία δ' ἡ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τ' Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δ' ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο. [141] καὶ τοῦθ' ὡς μὲν ᾤετο διεπράξατο, διεσώθη δὲ εἷς υἱὸς Ὀχοζίου, τρόπῳ δὲ τοιούτῳ τὴν τελευτὴν διέφυγεν: ἦν Ὀχοζίᾳ ὁμοπάτριος ἀδελφὴ Ὠσαβέθη ὄνομα: ταύτῃ συνῆν ὁ ἀρχιερεὺς Ἰώδας. [142] εἰσελθοῦσα δ' εἰς τὸ βασίλειον καὶ τοῖς ἀπεσφαγμένοις τὸν Ἰώασον, τοῦτο γὰρ προσηγορεύετο τὸ παιδίον ἐνιαύσιον, ἐγκεκρυμμένον εὑροῦσα μετὰ τῆς τρεφούσης βαστάσασα μετ' αὐτῆς εἰς τὸ ταμιεῖον ἀπέκλεισε τῶν κλινῶν καὶ λανθάνοντες ἀνέθρεψαν αὐτή τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώδας ἐν τῷ ἱερῷ ἔτεσιν ἕξ, οἷς ἐβασίλευσεν Ὀθλία τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν.

(2)[143] Τῷ δὲ ἑβδόμῳ κοινολογησάμενός τισιν Ἰώδας πέντε τὸν ἀριθμὸν ἑκατοντάρχαις καὶ πείσας αὐτοὺς συνεπιθέσθαι μὲν τοῖς κατὰ τῆς Ὀθλίας ἐγχειρουμένοις, τὴν δὲ βασιλείαν τῷ παιδὶ περιποιῆσαι, λαβὼν ὅρκους οἷς τὸ ἀδεὲς παρὰ τῶν συνεργούντων βεβαιοῦται τὸ λοιπὸν ἐθάρρει ταῖς κατὰ τῆς Ὀθλίας ἐλπίσιν. [144] οἱ δ' ἄνδρες, οὓς ὁ ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα. [145] ὁ δὲ πίστιν ᾔτησεν αὐτοὺς ἔνορκον, ἦ μὴν φυλάξειν ὅπερ ἂν μάθωσιν ἀπόρρητον παρ' αὐτοῦ σιωπῆς ἅμα καὶ συμπράξεως δεόμενον. ὡς δ' ἀσφαλὲς αὐτῷ λέγειν ὀμωμοκότων ἐγένετο παραγαγὼν ὃν ἐκ τοῦ Δαυίδου γένους ἔτρεφεν “οὗτος ἡμῖν, εἶπε, βασιλεὺς ἐξ ἐκείνης τῆς οἰκίας, ἣν ἴστε τὸν θεὸν ἡμῖν προφητεύσαντα βασιλεύσειν ἄχρι τοῦ παντὸς χρόνου. [146] παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, ἡ δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν: τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω: [147] μηδένα δ' εἰσελθεῖν ὁπλίτην ἐάσητε ἢ μόνον ἱερέα.” προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα: [148] δείσαντας δὲ μηδὲν παραμεῖναι τῇ φυλακῇ τοῦ βασιλέως. καὶ οἱ μὲν οἷς ὁ ἀρχιερεὺς συνεβούλευσεν τούτοις πεισθέντες ἔργῳ τὴν προαίρεσιν ἐδήλουν. ἀνοίξας δὲ Ἰώδας τὴν ἐν τῷ ἱερῷ ὁπλοθήκην, ἣν Δαυίδης κατεσκεύασε, διεμέρισε τοῖς ἑκατοντάρχαις ἅμα καὶ ἱερεῦσι καὶ Ληουίταις ἅπανθ' ὅσ' εὗρεν ἐν αὐτῇ δόρατά τε καὶ φαρέτρας καὶ εἴ τι ἕτερον εἶδος ὅπλου κατέλαβε, καὶ καθωπλισμένους ἔστησεν ἐν κύκλῳ περὶ τὸ ἱερὸν συναψαμένους τὴν χεῖρα καὶ τὴν εἴσοδον τοῖς οὐ προσήκουσιν οὕτως ἀποτειχίσοντας. [149] συναγαγόντες δὲ τὸν παῖδα εἰς τὸ μέσον ἐπέθεσαν αὐτῷ τὸν στέφανον τὸν βασιλικὸν καὶ τῷ ἐλαίῳ χρίσας Ἰώδας ἀπέδειξε βασιλέα: τὸ δὲ πλῆθος χαῖρον καὶ κροταλίζον ἐβόα σώζεσθαι τὸν βασιλέα.

(3)[150] Τοῦ δὲ θορύβου καὶ τῶν ἐπαίνων Ὀθλία παρ' ἐλπίδας ἀκούσασα τεταραγμένη σφόδρα τῇ διανοίᾳ μετὰ τῆς ἰδίας ἐξεπήδησε στρατιᾶς ἐκ τοῦ βασιλείου. καὶ παραγενομένην εἰς τὸ ἱερὸν αὐτὴν οἱ μὲν ἱερεῖς εἰσδέχονται, τοὺς δ' ἑπομένους ὁπλίτας εἶρξαν εἰσελθεῖν οἱ περιεστῶτες ἐν κύκλῳ ὑπὸ τοῦ ἀρχιερέως τοῦτο προστεταγμένοι. [151] ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ: μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον. [152] προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο.

(4)[153] Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας ὁ Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς: ἔπειτ' αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε. [154] καὶ μετὰ ταῦτ' εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφ' ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν. [155] τὴν δ' ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα.

(5)[156] Τούτων δ' ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας: ἡ μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν. [157] ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δ' ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν. [158] ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν.

 

VIII

(1)[159] Ἀζάηλος δ' ὁ τῶν Σύρων βασιλεὺς πολεμῶν τοῖς Ἰσραηλίταις καὶ τῷ βασιλεῖ αὐτῶν Ἰηοῦ διέφθειρε τῆς πέραν Ἰορδάνου χώρας τὰ πρὸς τὴν ἀνατολὴν τῶν Ῥουβηνιτῶν καὶ Γαδιτῶν καὶ Μανασσιτῶν ἔτι δὲ καὶ τὴν Γαλαδῖτιν καὶ Βαταναίαν πυρπολῶν πάντα καὶ διαρπάζων καὶ τοῖς εἰς χεῖρας ἀπαντῶσι βίαν προσφέρων. [160] οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών.

(2)[161] Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς. [162] ὁ δ' ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ὁ ἀρχιερεὺς ᾧ τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ: [163] ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς ὁ λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν. [164] κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον ὅ τε γραμματεὺς [καὶ ἱερεὺς] τῶν γαζοφυλακίων ἔπειτ' εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτ' ἐποίουν ἑκάστης ἡμέρας. ὡς δ' ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ὁ ἀρχιερεὺς Ἰώδας καὶ ὁ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης. [165] ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφ' ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς.

(3)[166] Ὡς δ' ἐτελεύτησεν οὗτος ἔτη μὲν βιώσας ἑκατὸν καὶ τριάκοντα δίκαιος δὲ καὶ πάντα χρηστὸς γενόμενος, ἐτάφη δ' ἐν ταῖς βασιλικαῖς θήκαις ἐν Ἱεροσολύμοις, ὅτι τῷ Δαυίδου γένει τὴν βασιλείαν ἀνεκτήσατο, προέδωκεν ὁ βασιλεὺς τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. [167] συνδιεφθάρησαν δ' αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρ' αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ ὁ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. [168] οἱ δ' ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε οἷς οἱ πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον, μήθ' οἷς οἱ προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν: ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ἰώδα λίθοις ὁ βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ τῶν τοῦ πατρὸς εὐεργεσιῶν αὐτοῦ λαθόμενος, [169] ὅτι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαντος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν καὶ τιμωρίαν ὅτι μεγάλην ὑφέξουσι μὴ πειθόμενοι προύλεγε. τελευτῶν μέντοι Ζαχαρίας μάρτυρα καὶ δικαστὴν ὧν ἔπασχε τὸν θεὸν ἐποιεῖτο ἀντὶ χρηστῆς συμβουλίας καὶ ὧν ὁ πατὴρ αὐτοῦ παρέσχεν Ἰωάσῳ πικρῶς καὶ βιαίως ἀπολλύμενος.

(4)[170] Ἔδωκε μέντοι γε οὐκ εἰς μακρὰν ὁ βασιλεὺς δίκην ὧν παρηνόμησεν: ἐμβαλόντος γὰρ Ἀζαήλου τοῦ Σύρων βασιλέως εἰς τὴν χώραν αὐτοῦ καὶ τὴν Γίτταν καταστρεψαμένου καὶ λεηλατήσαντος ἐπ' αὐτὸν στρατεύειν εἰς Ἱεροσόλυμα φοβηθεὶς ὁ Ἰώασος πάντας ἐκκενώσας τοὺς τοῦ θεοῦ θησαυροὺς καὶ τοὺς τῶν βασιλείων καὶ τὰ ἀναθήματα καθελών, ἔπεμψε τῷ Σύρῳ τούτοις ὠνούμενος τὸ μὴ πολιορκηθῆναι μηδὲ κινδυνεύειν περὶ τῶν ὅλων. [171] ὁ δὲ πεισθεὶς τῇ τῶν χρημάτων ὑπερβολῇ τὴν στρατιὰν οὐκέτ' ἤγαγεν ἐπὶ τὰ Ἱεροσόλυμα. νόσῳ μέντοι χαλεπῇ περιπεσὼν ὁ Ἰώασος ἐπιθεμένων αὐτῷ τῶν φίλων, οἳ τὸν Ζαχαρίου θάνατον ἐκδικοῦντες τοῦ Ἰώδα παιδὸς ἐπεβούλευσαν τῷ βασιλεῖ, διεφθάρη πρὸς αὐτῶν: [172] καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις, οὐκ ἐν ταῖς θήκαις δὲ τῶν προγόνων ἀσεβὴς γενόμενος. ἐβίωσε δὲ ἔτη ἑπτὰ καὶ τεσσαράκοντα, τὴν δὲ βασιλείαν αὐτοῦ διαδέχεται Ἀμασίας ὁ παῖς.

(5)[173] Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος ὁ τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδ' αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δ' ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες. [174] ἐταπείνωσε δ' αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως ὁ τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπ' αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας. [175] ταῦτα δ' ἔπαθεν ὁ τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιιδεῖν ὑπ' ἐκείνῳ γενόμενον. [176] ὁ δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δ' ἡ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε.

(6)[177] Μετὰ δὲ τὴν Ἰωάζου τελευτὴν ἐκδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἰώασος. ἕβδομον ἤδη καὶ τριακοστὸν ἔτος βασιλεύοντος Ἰωάσου τῆς Ἰούδα φυλῆς παρέλαβε τὴν ἀρχὴν οὗτος ὁ Ἰώασος ἐν Σαμαρείᾳ τῶν Ἰσραηλιτῶν: καὶ γὰρ αὐτὸς τὴν αὐτὴν εἶχε προσηγορίαν τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ: καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑκκαίδεκα. [178] ἀγαθὸς δ' ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος. [179] καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο [βλέποντος αὐτοῦ] καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον: δι' αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων: νῦν δ' ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δ' ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπ' αὐτῶν πολεμίοις. [180] οὐδ' αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτ' ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. [181] τρία βέλη δ' αὐτοῦ προεμένου εἶτα δ' ἀναπαυσαμένου “πλείω μέν, εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ: καὶ ὁ μὲν βασιλεὺς τοῦτ' ἀκούσας ἀπηλλάγη. [182] μετ' οὐ πολὺ δὲ καὶ ὁ προφήτης ἀπέθανεν ἀνὴρ ἐπὶ δικαιοσύνῃ διαβόητος καὶ φανερῶς σπουδασθεὶς ὑπὸ τοῦ θεοῦ: θαυμαστὰ γὰρ καὶ παράδοξα διὰ τῆς προφητείας ἐπεδείξατο ἔργα καὶ μνήμης λαμπρᾶς παρὰ τοῖς Ἑβραίοις ἀξιωθέντα. ἔτυχε δὲ καὶ ταφῆς μεγαλοπρεποῦς καὶ οἵας εἰκὸς ἦν τὸν οὕτω θεοφιλῆ μεταλαβεῖν. [183] συνέβη δὲ καὶ τότε, λῃστῶν τινων ῥιψάντων εἰς τὸν Ἐλισσαίου τάφον ὃν ἦσαν ἀνῃρηκότες, τὸν νεκρὸν τῷ σώματι αὐτοῦ προσκολληθέντα ἀναζωπυρῆσαι. καὶ τὰ μὲν περὶ Ἐλισσαίου τοῦ προφήτου, ζῶν τε ὅσα προεῖπε καὶ ὡς μετὰ τὴν τελευτὴν ἔτι δύναμιν εἶχε θείαν, ἤδη δεδηλώκαμεν.

(7)[184] Τελευτήσαντος δὲ τοῦ Σύρων βασιλέως Ἀζαήλου εἰς Ἀδδὰν τὸν υἱὸν αὐτοῦ ἡ βασιλεία παραγίνεται: πρὸς τοῦτον συνάπτει πόλεμον Ἰώασος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ τρισὶ μάχαις νικήσας αὐτὸν ἀφείλετο τὴν χώραν ἅπασαν καὶ ὅσας ὁ πατὴρ αὐτοῦ Ἀζάηλος πόλεις καὶ κώμας τῆς Ἰσραηλιτῶν βασιλείας παρέλαβε. [185] τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, ὁ μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἡ ἀρχὴ τὸν υἱὸν αὐτοῦ.

 

IX

(1)[186] Δευτέρῳ δ' ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος: θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δ' ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι. [187] καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν. [188] ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων: διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι. [189] παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν ὁ προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν: εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις: περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετ' ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ. [190] δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν ὁ προφήτης ὅ τι τῷ θεῷ δοκεῖ, χρήματα δ' αὐτῷ πολλὰ παρ' αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε: [191] καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπ' αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν. [192] Ἀμασίου δ' ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν.

(2)[193] Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δ' ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει. [194] προσελθὼν δὲ ὁ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρ' οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδ' ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλ' ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας: κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν. [195] τῷ δὲ βασιλεῖ ταῦτ' ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ ὁ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν. [196] Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, ἢ μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον. [197] ἀντέγραψε δ' ὁ Ἰώασος τάδε: “βασιλεὺς Ἰώασος βασιλεῖ Ἀμασίᾳ. ἦν ἐν τῷ Λιβάνῳ ὄρει κυπάρισσος παμμεγέθης καὶ ἄκανος. αὕτη πρὸς τὴν κυπάρισσον ἔπεμψε μνηστευομένη τὴν θυγατέρα αὐτῆς πρὸς γάμον τῷ παιδί. μεταξὺ ταῦτα λέγουσαν θηρίον τι παρερχόμενον κατεπάτησε τὴν ἄκανον. [198] τοῦτο οὖν ἔσται σοι παράδειγμα τοῦ μὴ μειζόνων ἐφίεσθαι, μηδ' ὅτι τὴν πρὸς Ἀμαληκίτας μάχην εὐτύχησας ἐπὶ ταύτῃ γαυρούμενος σαυτῷ καὶ τῇ βασιλείᾳ σου κινδύνους ἐπισπῶ.”

(3)[199] Ταῦτα δὲ ἀναγνοὺς Ἀμασίας ἔτι μᾶλλον ἐπὶ τὴν στρατείαν παρωξύνθη τοῦ θεοῦ παρορμῶντος αὐτὸν οἶμαι πρὸς αὐτήν, ἵνα τῶν παρανομηθέντων εἰς αὐτὸν δίκην ἀπολάβῃ. ὡς δ' ἐξήγαγε μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰώασον καὶ συνάπτειν μάχην ἔμελλον, τὸ Ἀμασίου στράτευμα φόβος αἰφνίδιος καὶ κατάπληξις οἵαν θεὸς οὐκ εὐμενὴς ἐντίθησιν εἰς φυγὴν ἔτρεψε, [200] καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διασπαρέντων ὑπὸ τοῦ δέους αὐτῶν μονωθέντα τὸν Ἀμασίαν ληφθῆναι συνέβη πρὸς τῶν πολεμίων αἰχμάλωτον: ἠπείλησε δ' αὐτῷ θάνατον Ἰώασος, εἰ μὴ πείσειε τοὺς Ἱεροσολυμίτας ἀνοίξαντας αὐτῷ τὰς πύλας δέξασθαι μετὰ τῆς στρατιᾶς εἰς τὴν πόλιν. [201] καὶ Ἀμασίας μὲν ὑπὸ ἀνάγκης καὶ τοῦ περὶ τὸ ζῆν δέους ἐποίησεν εἰσδεχθῆναι τὸν πολέμιον: ὁ δὲ διακόψας τι τοῦ τείχους ὡς τετρακοσίων πηχῶν ἐφ' ἅρματος εἰσήλασε διὰ τῆς διακοπῆς εἰς Ἱεροσόλυμα τὸν Ἀμασίαν ἄγων αἰχμάλωτον. [202] κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν. [203] ταῦτα δ' ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν: [204] κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δ' αὐτὸν ὁ παῖς Ὀζίας τοὔνομα.

 

X

(1)[205] Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ὁ Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος ὁ βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε. [206] τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης: [207] τὸ γὰρ ἀρχαῖον οἱ ὅροι τῆς Χαναναίας ἦσαν οὗτοι, καθὼς ὁ στρατηγὸς Ἰησοῦς περιώρισε. στρατεύσας οὖν ἐπὶ τοὺς Σύρους ὁ Ἱερόβαμος καταστρέφεται πᾶσαν αὐτῶν τὴν χώραν, ὡς προεφήτευσεν Ἰωνᾶς.

(2)[208] Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραικαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν: κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δ' ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλ' ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας. [209] ἐπιγενομένου δὲ χειμῶνος σφοδροτάτου καὶ κινδυνεύοντος καταδῦναι τοῦ σκάφους οἱ μὲν ναῦται καὶ οἱ κυβερνῆται καὶ αὐτὸς ὁ ναύκληρος εὐχὰς ἐποιοῦντο χαριστηρίους, εἰ διαφύγοιεν τὴν θάλασσαν, ὁ δὲ Ἰωνᾶς συγκαλύψας αὑτὸν ἐβέβλητο μηδὲν ὧν τοὺς ἄλλους ἑώρα ποιοῦντας μιμούμενος. [210] αὔξοντος δ' ἔτι μᾶλλον τοῦ κλύδωνος καὶ βιαιοτέρας γενομένης ὑπὸ τῶν πνευμάτων τῆς θαλάσσης ὑπονοήσαντες, ὡς ἐνδέχεταί τινα τῶν ἐμπλεόντων αἴτιον αὐτοῖς εἶναι τοῦ χειμῶνος, συνέθεντο κλήρῳ τοῦτον ὅστις ποτὲ ἦν μαθεῖν. [211] κληρωσαμένων οὖν ὁ προφήτης λαγχάνει πυνθανομένων τε πόθεν τε εἴη καὶ τί μετέρχεται τὸ μὲν γένος ἔλεγεν Ἑβραῖος εἶναι προφήτης τοῦ μεγίστου θεοῦ: συνεβούλευσεν οὖν αὐτοῖς, εἰ θέλουσιν ἀποδράναι τὸν παρόντα κίνδυνον, ἐκβαλεῖν αὐτὸν εἰς τὸ πέλαγος: αἴτιον γὰρ αὐτοῖς εἶναι τοῦ χειμῶνος. [212] οἱ δὲ τὸ μὲν πρῶτον οὐκ ἐτόλμων κρίναντες ἀσέβημα ξένον ἄνθρωπον καὶ πεπιστευκότα αὐτοῖς τὸ ζῆν εἰς φανερὰν αὐτοὺς ἀπώλειαν ἐκρῖψαι, τελευταῖον δ' ὑπερβιαζομένου τοῦ κακοῦ καὶ ὅσον οὔπω μέλλοντος βαπτίζεσθαι τοῦ σκάφους, ὑπό τε τοῦ προφήτου παρορμηθέντες αὐτοῦ καὶ ὑπὸ τοῦ δέους τοῦ περὶ τῆς αὑτῶν σωτηρίας ῥίπτουσιν αὐτὸν εἰς τὴν θάλασσαν. [213] καὶ ὁ μὲν χειμὼν ἐστάλη, τὸν δὲ λόγος ὑπὸ τοῦ κήτους καταποθέντα τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας εἰς τὸν Εὔξεινον ἐκβρασθῆναι πόντον ζῶντα καὶ μηδὲν τοῦ σώματος λελωβημένον. [214] ἔνθα τοῦ θεοῦ δεηθεὶς συγγνώμην αὐτῷ παρασχεῖν τῶν ἡμαρτημένων ἀπῆλθεν εἰς τὴν Νίνου πόλιν καὶ σταθεὶς εἰς ἐπήκοον ἐκήρυσσεν, ὡς μετ' ὀλίγον πάλιν ἀποβαλοῦσι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ ταῦτα δηλώσας ὑπέστρεψε. διεξῆλθον δὲ τὴν περὶ αὐτοῦ διήγησιν, ὡς εὗρον ἀναγεγραμμένην.

(3)[215] Ἱερόβαμος δ' ὁ βασιλεὺς μετὰ πάσης εὐδαιμονίας τὸν βίον διαγαγὼν καὶ ἄρξας ἔτη τεσσαράκοντα ἐτελεύτησε καὶ θάπτεται μὲν ἐν Σαμαρείᾳ, διαδέχεται δὲ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ζαχαρίας. τὸν αὐτὸν δὲ τρόπον καὶ Ὀζίας ὁ τοῦ Ἀμασία υἱός, [216] ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος. [217] στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν. [218] ἔπειτα τοὺς Ἀμμανίτας καταστρεψάμενος καὶ φόρους αὐτοῖς ὁρίσας τελεῖν καὶ πάντα τὰ μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν: ὅσα γὰρ τῶν τειχῶν ἢ ὑπὸ τοῦ χρόνου καταβέβλητο ἢ ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν καταβεβλημένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον τὸν Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν. [219] προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δ' αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος: εὐφυὴς γὰρ ἦν ἡ χώρα πρὸς νομάς. [220] γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δ' εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι. [221] διέταξε δ' εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετρόβολά τε καὶ δορύβολα καὶ ἅρπαγας [καὶ ἀρτῆρας] καὶ ὅσα τούτοις ὅμοια.

(4)[222] Γενόμενος δ' ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν: αὕτη δὲ ἦν ἡ πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. [223] ὤλισθε δὲ ὑπ' εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δ' ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. [224] τοῦ δ' ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δ' ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δ' ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι. [225] μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρὸν ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς. [226] ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. ὁ δ' ὑπ' αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτ' αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην. [227] καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις.

 

XI

(1)[228] Ὁ δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετ' αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα. [229] ὁ γὰρ στρατηγὸς Μαναῆμος κατ' ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν. [230] οἱ δ' ἐν αὐτῇ τὰς πύλας μοχλῷ κλείσαντες οὐκ εἰσεδέξαντο τὸν βασιλέα. ὁ δὲ ἀμυνόμενος αὐτοὺς τὴν πέριξ ἐδῄου χώραν καὶ τὴν πόλιν κατὰ κράτος λαμβάνει πολιορκίᾳ. [231] φέρων δὲ χαλεπῶς ἐπὶ τοῖς ὑπὸ τῶν Θαψίων πραχθεῖσι πάντας αὐτοὺς διεχρήσατο μηδὲ νηπίων φεισάμενος ὠμότητος ὑπερβολὴν οὐ καταλιπὼν οὐδὲ ἀγριότητος: ἃ γὰρ οὐδὲ τῶν ἀλλοφύλων τινὰς συγγνωστὸν διαθεῖναι γενομένους ὑποχειρίους, ταῦτα τοὺς ὁμοφύλους οὗτος εἰργάσατο. [232] βασιλεύσας οὖν τῷ τρόπῳ τούτῳ ὁ Μαναῆμος ἐπ' ἔτη μὲν δέκα σκαιὸς καὶ πάντων ὠμότατος διέμενεν ὤν, στρατεύσαντος δ' ἐπ' αὐτὸν Φούλου τοῦ Ἀσσυρίων βασιλέως εἰς μὲν ἀγῶνα καὶ μάχην οὐκ ἀπαντᾷ τοῖς Ἀσσυρίοις, πείσας δὲ χίλια τάλαντα ἀργυρίου λαβόντα ἀναχωρῆσαι διαλύεται τὸν πόλεμον. [233] τὸ δὲ κεφάλαιον τοῦτο συνήνεγκε τὸ πλῆθος Μαναήμῳ πραχθὲν κατὰ κεφαλὴν δραχμὰς πεντήκοντα. τελευτήσας δὲ μετὰ ταῦτα κηδεύεται μὲν ἐν Σαμαρείᾳ, καταλείπει δὲ τῆς βασιλείας τὸν υἱὸν Φακέαν διάδοχον, ὃς τῇ τοῦ πατρὸς κατακολουθήσας ὠμότητι δυσὶν ἔτεσι μόνοις ἦρξεν. [234] ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος ὁ Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος. [235] ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω.

(2)[236] Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼς καλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶς ἀρετῆς ἀπελείπετο, ἀλλ' εὐσεβὴς μὲν τὰ πρὸς τὸν θεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν, ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν: [237] ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦτα φιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷ ἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότα τῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶ δυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τι κατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴν ἐποιεῖτο. [238] στρατευσάμενος δὲ καὶ ἐπὶ τοὺς Ἀμμανίτας καὶ κρατήσας αὐτῶν τῇ μάχῃ προσέταξεν αὐτοῖς φόρους κατὰ πᾶν ἔτος αὐτῷ τελεῖν ἑκατὸν τάλαντα καὶ σίτου κόρους μυρίους, τοσούτους δὲ καὶ κριθῆς. ηὔξησε δ' οὕτω τὴν βασιλείαν, ὥστε ἀκαταφρόνητον μὲν αὐτὴν ἐκ τῶν πολεμίων εἶναι, τοῖς δ' οἰκείοις εὐδαίμονα.

(3)[239] Ἦν δέ τις κατὰ τοῦτον τὸν καιρὸν προφήτης Ναοῦμος ὄνομα, ὃς περὶ τῆς Ἀσσυρίων καταστροφῆς καὶ τῆς Νίνου προφητεύων ἔλεγεν, ὡς ἔσται Νινύας κολυμβήθρα ὕδατος κινουμένη: οὕτως καὶ ὁ δῆμος ἅπας ταρασσόμενος καὶ κλυδωνιζόμενος οἰχήσεται φεύγων λεγόντων πρὸς ἀλλήλους “στῆτε καὶ μείνατε καὶ χρυσὸν αὑτοῖς καὶ ἄργυρον ἁρπάσατε.” ἔσται δ' οὐδεὶς βουλησόμενος: [240] σώζειν γὰρ αὑτῶν ἐθελήσουσι τὰς ψυχὰς μᾶλλον ἢ τὰ κτήματα: δεινὴ γὰρ αὐτοὺς ἐν ἀλλήλοις ἔρις ἕξει καὶ θρῆνος πάρεσίς τε τῶν μελῶν, αἵ τε ὄψεις ὑπὸ τοῦ φόβου μέλαιναι τελέως αὐτοῖς γενήσονται. [241] ποῦ δὲ ἔσται τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ μήτηρ σκύμνων; λέγει δέ σοι ὁ θεός, Νινύα, ὅτι ἀφανιῶ σε καὶ οὐκέτι λέοντες ἐκ [242] σοῦ πορευόμενοι ἐπιτάξουσι τῷ κόσμῳ.” καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος ὁ προφήτης περὶ Νινύης, ἃ λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται.

 

XII

(1)[243] Ὁ δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δ' ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δ' εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον ἡ βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπ' αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο. [244] ἔχοντος δ' οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπ' αὐτὸν ὁ τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας ὁ τῶν Ἰσραηλιτῶν: φίλοι γὰρ ἦσαν: καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες. [245] ὁ δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δ' ἐντοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν. [246] ὁ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπ' οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπ' αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν: [247] δώδεκα γὰρ μυριάδες κατ' ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν ὁ στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν.

(2)[248] Ὠδηδὰς δέ τις, ὃς κατ' ἐκεῖνο καιροῦ προφήτης ὑπῆρχεν ἐν Σαμαρείᾳ, τῷ στρατῷ πρὸ τῶν τειχῶν ἀπαντήσας μεγάλῃ βοῇ τὴν νίκην αὐτοῖς οὐ διὰ τὴν οἰκείαν ἰσχὺν αὐτῶν ἐδήλου γενέσθαι, διὰ δὲ τὸν τοῦ θεοῦ χόλον, ὃν εἶχεν ἐπ' Ἄχαζον τὸν βασιλέα. [249] καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατ' αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς: ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν. [250] ὁ δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετ' αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ: μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα [251] δρᾶν.” ταῦτ' ἀκούσαντες οἱ στρατιῶται συνεχώρησαν ἐκείνοις ποιεῖν ὃ ἐδόκει συμφέρειν. παραλαβόντες οὖν οἱ προειρημένοι ἄνδρες τοὺς αἰχμαλώτους ἔλυσάν τε καὶ ἐπιμελείας ἠξίωσαν καὶ δόντες ἐφόδια εἰς τὴν οἰκείαν ἀπέλυσαν ἀβλαβεῖς, οὐδὲν δ' ἧττον καὶ τέσσαρες αὐτοῖς συνῆλθον καὶ μέχρις Ἱεριχοῦντος προπέμψαντες οὐκ ἄπωθεν τῶν Ἱεροσολύμων ἀνέστρεψαν εἰς Σαμάρειαν.

(3)[252] Ἄχαζος δ' ὁ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δ' αὐτῷ καὶ λαμπρὰς δωρεάς. [253] ὁ δὲ τῶν πρέσβεων ἀφικομένων ὡς αὐτὸν ἧκε σύμμαχος Ἀχάζῳ, καὶ στρατεύσας ἐπὶ τοὺς Σύρους τήν τε χώραν αὐτῶν ἐπόρθησε καὶ τὴν Δαμασκὸν κατὰ κράτος εἷλε καὶ τὸν βασιλέα Ἀρασὴν ἀπέκτεινε. τοὺς δὲ Δαμασκηνοὺς ἀπῴκισεν εἰς τὴν ἄνω Μηδίαν καὶ ἐκ τῶν ἐθνῶν τῶν Ἀσσυρίων μεταστήσας τινὰς εἰς τὴν Δαμασκὸν κατῴκισε. [254] τὴν δὲ τῶν Ἰσραηλιτῶν γῆν κακώσας πολλοὺς ἐξ αὐτῆς αἰχμαλώτους συνέλαβε. ταῦτ' αὐτοῦ διαπραξαμένου τοὺς Σύρους ὁ βασιλεὺς ἄρας τὸν χρυσὸν ὃς ἦν ἐν τοῖς βασιλικοῖς θησαυροῖς καὶ τὸν ἄργυρον τὸν ἐν τῷ ναῷ τοῦ θεοῦ καὶ εἴ τι κάλλιστον ἀνάθημα, τοῦτο βαστάσας ἧκεν ἔχων εἰς Δαμασκὸν καὶ ἔδωκε τῷ τῶν Ἀσσυρίων βασιλεῖ κατὰ τὰς ὁμολογίας: καὶ πάντων αὐτῷ χάριν ἔχειν ὁμολογήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. [255] ἦν δ' οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος ὁ βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην. [256] ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων ἢ τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος. [257] ἐπὶ τοσοῦτον δ' ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθ' ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δ' ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δ' υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών.

 

XIII

(1)[258] Ἀπέθανε δ' ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπ' ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος. [259] στρατεύει δ' ἐπ' αὐτὸν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους. [260] ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δ' ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής: οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδ' ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων: [261] “οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπ' αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν: [262] παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δ' αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.”

(2)[263] Ταῦτ' εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δ' ὁ βασιλεὺς εἰς τὴν ὑπ' αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα: πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας. [264] ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν: καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δ' ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δ' ἐκείνοις συμφέροντος ἕνεκα: μακαρίους γὰρ ἔσεσθαι. [265] οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας ἃ πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν. [266] καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν ἢ τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας ὁ θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν. [267] πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν.

(3)[268] Ἀφικομένων δὲ τούτων ὁ βασιλεὺς Ἐζεκίας ἀναβὰς εἰς τὸ ἱερὸν μετὰ τῶν ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἔθυσεν ὑπὲρ αὑτοῦ ταύρους ἑπτὰ καὶ κριοὺς τοσούτους καὶ ἄρνας ἑπτὰ καὶ ἐρίφους τοσούτους. ἐπιθέντες δὲ τὰς χεῖρας ταῖς κεφαλαῖς τῶν ἱερείων αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ἡγεμόνες τοῖς ἱερεῦσι καλλιερεῖν ἐφῆκαν. [269] καὶ οἱ μὲν ἔθυόν τε καὶ ὡλοκαύτουν, οἱ δὲ Λευῖται περιεστῶτες ἐν κύκλῳ μετὰ τῶν μουσικῶν ὀργάνων ᾖδον ὕμνους εἰς τὸν θεὸν καὶ ἔψαλλον ὡς ἐδιδάχθησαν ὑπὸ Δαυίδου, οἱ δὲ λοιποὶ ἱερεῖς βυκάνας ἔχοντες ἐπεσάλπιζον τοῖς ὑμνῳδοῦσι. τούτων δὲ γινομένων ἐπὶ πρόσωπον ῥίψαντες αὑτοὺς ὅ τε βασιλεὺς καὶ τὸ πλῆθος προσεκύνουν τὸν θεόν. [270] ἔπειτα θύει μὲν βοῦς ἑβδομήκοντα κριοὺς ἑκατὸν ἄρνας διακοσίους, τῷ πλήθει δὲ πρὸς εὐωχίαν ἐχαρίσατο βοῦς μὲν ἑξακοσίους τὰ δὲ λοιπὰ θρέμματα τρισχίλια: καὶ πάντα μὲν οἱ ἱερεῖς ἀκολούθως ἐποίησαν τῷ νόμῳ. τούτοις δ' ὁ βασιλεὺς ἡδόμενος εὐωχεῖτο μετὰ τοῦ λαοῦ τῷ θεῷ χάριν ἔχειν ὁμολογῶν. [271] ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια ὁ βασιλεὺς ἐχαρίσατο. τὸ δ' αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν: χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα. [272] καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἡ ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν: [273] καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας ὁ βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵν' ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ. [274] καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων ὁ βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί: [275] καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον ὁ βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς ὁ πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει. [276] Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισ', ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαίᾳ, παρ' οὗ πάντ' ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως.

 

XIV

(1)[277] Σαλμανάσσης δὲ ὁ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατ' αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας. [278] οὐ δεξαμένου δ' αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. [279] καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτ' ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν. [280] μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφ' οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων: ἀφ' οὗ δ' ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά. [281] καὶ τέλος μὲν τοὺς Ἰσραηλίτας τοιοῦτο κατέλαβε παραβάντας τοὺς νόμους καὶ παρακούσαντας τῶν προφητῶν, οἳ προύλεγον ταύτην αὐτοῖς τὴν συμφορὰν μὴ παυσαμένοις τῶν ἀσεβημάτων. [282] ἦρξε δ' αὐτοῖς τῶν κακῶν ἡ στάσις, ἣν ἐστασίασαν πρὸς Ῥοβόαμον τὸν Δαυίδου υἱωνὸν Ἱερόβαμον τὸν τούτου δοῦλον αὑτῶν ἀποδείξαντες βασιλέα, ὃς εἰς τὸ θεῖον ἐξαμαρτὼν ἐχθρὸν αὐτοῖς τοῦτο ἐποίησε μιμησαμένοις τὴν ἐκείνου παρανομίαν. ἀλλ' ὁ μὲν ἧς ἦν ἄξιος δίκης ταύτην ὑπέσχεν.

(2)[283] Ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε πολεμῶν τήν τε Συρίαν πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται: ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος ὁ τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα μεταφράσας εἰς τὴν Ἑλληνικὴν γλῶτταν, ὃς οὕτως ἐδήλωσε: [284] “καὶ Ἐλουλαῖος θεμένων αὐτῷ Πύας ὄνομα ἐβασίλευσεν ἔτη τριακονταέξ. οὗτος ἀποστάντων Κιτταίων ἀναπλεύσας προσηγάγετο αὐτοὺς πάλιν. ἐπὶ τούτου Σελάμψας ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε Φοινίκην πολεμῶν ἅπασαν, ὅστις σπεισάμενος εἰρήνην μετὰ πάντων ἀνεχώρησεν ὀπίσω: [285] ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ ἡ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. δι' ἃ Τυρίων οὐχ ὑποταγέντων πάλιν ὁ βασιλεὺς ἐπ' αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους. [286] αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους: ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή. [287] διὰ ταῦτ' ἀναζεύξας ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι Τυρίους ἀρύεσθαι, καὶ τοῦτο ἔτεσι πέντε γενόμενον ἐκαρτέρησαν πίνοντες ἐκ φρεάτων ὀρυκτῶν.” καὶ τὰ μὲν ἐν τοῖς Τυρίων ἀρχείοις γεγραμμένα κατὰ Σαλμανάσσου τοῦ Ἀσσυρίων βασιλέως ταῦτ' ἐστίν.

(3)[288] Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δ' ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτ' ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δ' ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον. [289] λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφ' οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι. [290] πέμψαντός τε τὰ νόμιμα καὶ τὴν περὶ τὸν θεὸν τοῦτον ὁσίαν διδαχθέντες ἐθρήσκευον αὐτὸν φιλοτίμως καὶ τοῦ λοιμοῦ παραχρῆμα ἐπαύσαντο. χρώμενοί τε τοῖς αὐτοῖς ἔτι καὶ νῦν ἔθεσι διατελοῦσιν οἱ κατὰ μὲν τὴν Ἑβραίων γλῶτταν Χουθαῖοι, κατὰ δὲ τὴν Ἑλλήνων Σαμαρεῖται, [291] οἳ πρὸς μεταβολὴν συγγενεῖς μὲν ὅταν εὖ πράττοντας βλέπωσι τοὺς Ἰουδαίους ἀποκαλοῦσιν ὡς ἐξ Ἰωσήπου φύντες καὶ τὴν ἀρχὴν ἐκεῖθεν τῆς πρὸς αὐτοὺς ἔχοντες οἰκειότητος, ὅταν δὲ πταίσαντας ἴδωσιν, οὐδαμόθεν αὐτοῖς προσήκειν λέγουσιν οὐδ' εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας ἢ γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν.

 


 

Antiquitas Judaeorum