ΜΕΛΙΤΩΝΟΣ
ΠΕΡΙ ΠΑΣΧΑ

 Ἡ μὲν γραφὴ τῆς Ἑβραϊκῆς ἐξόδου ἀνέγνωσται,

καὶ τὰ ῥήματα τοῦ μυστηρίου διασεσάφηται·

 πῶς τὸ πρόβατον θύεται

 καὶ πῶς ὁ λαὸς σῴζεται.

 Τοίνυν ξύνετε, ὦ ἀγαπητοί· οὕτως ἐστὶν

  καινὸν καὶ παλαιόν,

  ἀΐδιον καὶ πρόσκαιρον,

  φθαρτὸν καὶ ἄφθαρτον,

  θνητὸν καὶ ἀθάνατον

 τὸ τοῦ πάσχα μυστήριον·

 παλαιὸν μὲν κατὰ τὸν νόμον,

  καινὸν δὲ κατ[ὰ τὸν] λόγον,

 πρόσκαιρον διὰ τὸν [τύπον],

  ἀΐδιον διὰ τὴν χάριν,

 φθαρτ[ὸν διὰ τὴν] τοῦ προβάτου σφαγήν,

  ἄφθαρτον [διὰ τὴν] τοῦ κυρίου ζωήν,  

 θνητὸν διὰ τὴν <[ἐν τῇ γῇ]> ταφήν,

  ἀθάνατον δ[ιὰ τ]ὴν ἐκ [νεκρῶν] ἀνάστασιν·

 παλαιὸς [μὲν ὁ νόμος],

  [καινὸς δὲ ὁ] λόγος,

 πρόσκαιρο[ς ὁ τύπος],

  [ἀΐδιος ἡ χάρις],

 [φ]θα[ρτὸν τὸ πρόβατον],

  [ἄφθαρτος ὁ κύριος],

 [σφαγεὶς ὡς ἀμνός],

  [ἀναστὰς ὡς θεός].

 [Καὶ γὰρ «ὡς πρόβατον εἰς σφαγὴν ἤχθη]«,

  [ἀλλ' οὐδὲ πρόβατον ἦν]·

 [καὶ ὡς ἀμνὸς ἄφωνος],

  [ἀλ]λ' οὐδὲ ἀμνὸς ἦν·

 ὁ μὲν γὰρ τύπος [ἐγένετο],

  [ἡ] δὲ ἀλήθεια ηὑρίσκετο.

Ἀντὶ γὰρ τοῦ [ἀμνοῦ θε]ὸς ἐγένετο

 καὶ ἀντὶ τοῦ προβάτου ἄν[θρωπ]ος,

 [ἐ]ν δὲ τῷ ἀνθρώπῳ Χριστός,

 ὃς κεχώρηκεν [τὰ] πάντα.

 Ἡ γοῦν τοῦ προβάτου σφαγὴ

 καὶ ἡ τοῦ πάσχα πομπὴ

 καὶ ἡ τοῦ νόμου γραφὴ

εἰς Χριστὸν Ἰησοῦν κεχώρηκεν,  

δι' ὃν τὰ πάντα ἐν τῷ πρεσβυτέρῳ νόμῳ ἐγένετο,

μᾶλλον δὲ ἐν τῷ νέῳ λόγῳ.

 Καὶ γὰρ ὁ νόμος λόγος ἐγένετο

 καὶ ὁ παλαιὸς καινός,

   - συνεξελθὼν ἐκ Σιὼν καὶ Ἰερουσαλήμ - 

 καὶ ἡ ἐντολὴ χάρις,

 καὶ ὁ τύπος ἀλήθεια,

 καὶ ὁ ἀμνὸς υἱός,

 καὶ τὸ πρόβατον ἄνθρωπος,

 καὶ ὁ ἄνθρωπος θεός.

 Ὡς γὰρ υἱὸς τεχθείς,

 καὶ ὡς ἀμνὸς ἀχθείς,

καὶ ὡς πρόβατον σφαγείς,

 καὶ ὡς ἄνθρωπος ταφείς,

 ἀνέστη ἐκ νεκρῶν ὡς θεός,

 φύσει θεὸς ὢν καὶ ἄνθρωπος.

Ὅς ἐστιν τὰ πάντα·

 καθ' ὃ κρίνει νόμος,

 καθ' ὃ διδάσκει λόγος,

 καθ' ὃ σῴζει χάρις,

 καθ' ὃ γεννᾷ πατήρ,

 καθ' ὃ γεννᾶται υἱός,

 καθ' ὃ πάσχει πρόβατον,

 καθ' ὃ θάπτεται ἄνθρωπος,

 καθ' ὃ ἀνίσταται θεός.

Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστός,

«ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.»

Τοῦτό ἐστιν τὸ τοῦ πάσχα μυστήριον,  

καθὼς ἐν τῷ νόμῳ γέγραπται,

ὡς μικρῷ πρόσθεν ἀνέγνωσται.

 Διηγήσομαι δὲ τὰ ῥήματα τῆς γραφῆς, πῶς ὁ θεὸς ἐντέλλε-

ται Μωυσεῖ ἐν Αἰγύπτῳ, ὁπόταν βούλεται

 τὸν μὲν Φαραὼ δῆσαι ὑπὸ μάστιγα,

 τὸν δὲ Ἰσραὴλ λῦσαι ἀπὸ μάστιγος

διὰ χειρὸς Μωυσέως.

 »Ἰδοὺ γὰρ, φησίν, λήμψῃ ἄσπιλον ἀμνὸν καὶ ἄμωμον,

 καὶ ἑσπέρας σφάξεις αὐτὸν με[τὰ] τῶν υἱῶν Ἰσραήλ,

 καὶ νύκτωρ ἔδεσθε αὐτὸν [με]τὰ σπουδῆς,

 καὶ ὀστοῦν οὐ συντρίψετε αὐτοῦ.

 [Οὕτως, φ]ησίν, ποιήσεις·

 ἐν μιᾷ νυκτὶ ἔδε[σθε α]ὐτὸν κατὰ πατριὰς καὶ δήμους,

 [περιε]ζωσμένοι τὰς ὀσφύας ὑμῶν

 [καὶ αἱ ῥάβ]δοι ἐν ταῖς χερσὶν ὑμῶν.

 Ἔστιν [γὰρ τοῦτ]ο πάσχα κυρίου,

 μνημόσυνον αἰώ[νιον τοῖς υἱο]ῖς Ἰσραήλ.

 Λαβόντες δὲ τὸ τοῦ προ[βάτου αἷμα]

 [χρίσατε] τὰ πρόθυρα τῶ[ν οἰκιῶν ὑμῶν]  

 [τιθέντες ἐπὶ τοὺς σταθμοὺς τῆς εἰσόδου τὸ σημεῖ]-

  [ον τοῦ αἵματος εἰς δυσωπίαν τοῦ ἀγγέλου].

 [Ἰδοὺ γὰρ, πατάξω Αἴγυπτον καὶ ἐν μιᾷ νυκτὶ ἀτεκ]-

 [νω]θήσεται ἀπὸ κτήνους ἕως ἀν[θρώπου].»

 Τότε Μωυσῆς σφάξας τὸ πρό[βατον]

 [καὶ] νύκτωρ διατελέσας τὸ μυ[στήριον με]τὰ τῶν υἱῶν

  Ἰσραὴλ

 ἐσφράγισεν [τὰς τῶν] οἰκιῶν θύρας

 εἰς φρουρὰν τοῦ λ[αοῦ]

 [καὶ] εἰς δυσωπίαν τοῦ ἀγγέλου.

Ὁπότ[ε δὲ τὸ πρό]βατον σφάζεται

 καὶ τὸ πάσχα βιβρώ[σκε]ται

 καὶ τὸ μυστήριον τελεῖται

 καὶ ὁ λαὸς εὐφραίνεται

 καὶ ὁ Ἰσραὴλ σφραγίζεται,

τότε ἀφίκεται ὁ ἄγγελος πατάσσειν Αἴγυπτ[ον].

 Τὴν ἀμύητον τοῦ μυστηρίου,

 τὴν ἄμοιρον τοῦ πάσχα,

 τὴν ἀσφράγιστον τοῦ αἵματος,

 τὴν ἀφρούρητον τοῦ πνεύματος,

 τὴν ἔχθραν,

 τὴν ἄπιστον

ἐν μιᾷ νυκτὶ πατάξας ἠτέκνωσεν.

Περιελθὼν γὰρ τὸν Ἰσραὴλ ὁ ἄγγελος καὶ ἰδὼν ἐσφρα-

γισμένον τῷ τοῦ προβάτου αἵματι, ἦλθεν ἐπ' Αἴγυπτον,

καὶ τὸν σκληροτράχηλον Φαραὼ διὰ πένθους ἐδάμασεν,

ἐνδύσας αὐτὸν οὐ στόλην φαιὰν οὐδὲ πέπλον περιεσχις-

μένον, ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν

ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς.  

Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα

 ἐν πόνοις καὶ πληγαῖς,

 ἐν δάκρυσιν καὶ κοπετοῖς,

ἀφίκετο πρὸς Φαραὼ ὅλη πενθήρης,

 οὐ μόνον τῷ σχήματι,

 ἀλλὰ καὶ τῇ ψυχῇ, περιεσχισμένη

 οὐ μόνον τὰς στόλας τῆς περιβολῆς,

 ἀλλὰ καὶ τοὺς μαστοὺς τῆς τρυφῆς.

Ἦν δὲ καινὸν θέαμα ἰδεῖν,

 ἔνθα κοπτομένους,

 ἔνθα κωκύοντας,

 καὶ μέσον Φαραὼ πενθήρη,

 ἐπὶ σάκκῳ καὶ σποδῷ καθήμενον,

 περιβεβλημένον τὸ [ψηλα]φητὸν σκότος ὡς ἱμά[τιον]

  [πενθι]κόν,

 περιεζωσμένον ὅλ[ην Αἴγυπτον] ὡς κιθῶνα πένθους.

[Ἦν γὰρ περικει]μένη Αἴγυπτος τὸν Φα[ραὼ ὡς περι]βολὴ

κωκυτοῦ.

Τοι[οῦτ]ος [ὑφάνθη κιθὼν τῷ] τυραννικῷ σώματι,

τ[οιαύτην ἐνέδυς]εν στολὴν τ[ὸν σκληρὸν Φαρα]ὼ ὁ [τῆς]

 [δικαιοσύνης ἄγγελος· πένθος πικρὸν]

   [καὶ σκότος ψηλαφητὸν]

   [καὶ ἀτεκνίαν].

[Καὶ ἦν ἐπὶ τῶν πρωτοτόκων αὐτῆς· ἦν γὰρ ταχινὸς καὶ]

[ἀκόρεστ]ος ὁ τῶν πρωτοτόκων θάνατος.

 Ἦν [δὲ καιν]ὸν τρόπαιον ἰδεῖν ἐπὶ τῶν πιπτ[όντων]

  [νε]κρῶν ἐν μιᾷ ῥοπῇ.

  Καὶ ἐγένετο τοῦ θανάτου τροφὴ

  ἡ τῶν κειμένων τροπή.  

 Καινὴν δὲ συμφοράν, ἐὰν ἀκούσητε, θαυμάσετε. Τάδε γὰρ

περιέσχεν τοὺς Αἰγυπτίους,

  νὺξ μακρὰ καὶ σκότος ψηλαφητὸν

  καὶ θάνατος ψηλαφῶν

  καὶ ἄγγελος ἐκθλίβων

  καὶ ᾅδης καταπίνων

  τοὺς πρωτοτόκους αὐτῶν.

 Τὸ δὲ καινότερον καὶ φοβερώτερον ἀκοῦσαι ἔχετε.

  Ἐν τῷ ψηλαφητῷ σκότει ὁ ἀψηλάφητος θάνατος

   ἐκρύβετο,

  καὶ τὸ μὲν σκότος ἐψηλάφων οἱ δυστυχεῖς

   Αἰγύπτιοι,

  ὁ δὲ θάνατος ἐξεραυνῶν ἐψηλάφα τοὺς πρωτοτό-

   κους τῶν Αἰγυπτίων τοῦ ἀγγέλου κελεύοντος.

Εἴ τις οὖν ἐψηλάφα τὸ σκότος,

 ὑπὲρ τοῦ θανάτου ἐξήγετο.

Εἴ τις πρωτότοκος χειρὶ σκοτεινὸν σῶμα ἐναγκαλισά-

 μενος,

 τῇ ψυχῇ ἐκδειματωθεὶς οἰκτρὸν καὶ φοβερὸν ἀνε-

 βόησεν· «Τίνα κρατεῖ ἡ δεξιά μου;

  Τίνα τρέμει ἡ ψυχή μου;

  Τίς μοι σκοτεινὸς περίκειται ὅλῳ τῷ σώ-

   ματι;

  Εἰ μὲν πατήρ, βοήθησον,

  εἰ δὲ μήτηρ, συμπάθησον,

  εἰ δὲ ἀδελφός, προσλάλησον,

  εἰ δὲ φίλος, εὐστάθησον,

  εἰ δὲ ἐχθρός, ἀπαλλάγηθι,

  ὅτι πρωτότοκος ἐγώ.»  

Πρὸ δὲ τοῦ σιωπῆσαι τὸν πρωτότοκον, ἡ μακρὰ σιω[πὴ]

κατέσχεν αὐτὸν προσειποῦσα· «Πρωτότοκος ἐμὸς εἶ·

ἐγώ σοι πέπρωμαι ἡ τοῦ θα[νάτου] σιωπή.»

 Ἕτερος δέ τις πρωτότοκος, νοήσας τὴν τῶν πρωτοτό-

κων ἅλωσιν, ἑαυτὸν ἀπηρνεῖτο, ἵνα μὴ θάνῃ πικρῶς·

«Οὔκ εἰμι πρωτότοκος, τρί[τῳ γεγέννημαι] καρπῷ.» Ὁ δὲ

ψευσθῆναι [μὴ δ]υνάμ[ενος] τοῦ πρωτοτόκου προς[ήπτετο]·

[πρην]ὴς δὲ ἔπιπτε σιγῶν.

 [Ὑπὸ δὲ μιὰν ῥοπ]ὴν ὁ πρωτότοκος κ[αρπὸς τῶν Αἰ]-

[γυπ]τίων ἀπώλε[το. Ὁ πρωτόσπορος, ὁ πρωτότοκος, ὁ πο]-

[θητός, ὁ περιψηκτὸς ἐδαφίσθη χαμαί, οὐχ ὁ τῶν ἀν]-

[θρώπων μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων] ζῴων.

 Μύκημα δὲ ἐν τοῖ[ς πεδίοις] τῆς γῆς ἠκούετο ἀ-

ποδυρομ[ένων κτηνῶν] ἐπὶ τῶν τροφίμων αὐτῶν· κα[ὶ γὰρ]

[δάμαλις] ὑπόμοσχος καὶ ἵππος ὑπόπωλ[ος καὶ τὰ] λοιπὰ

κτήνη λοχευόμενα καὶ ς[παργῶν]τα πικρὸν καὶ ἐλεει-

νὸν ἀπωδύρο[ντο ἐπὶ] τῶν πρωτοτόκων καρπῶν.

 Οἰμωγὴ δὲ καὶ κοπετὸς ἐπὶ τῇ τῶν ἀνθρώπων [ἀπω]-

λείᾳ ἐγένετο, ἐπὶ τῇ τῶν πρωτοτόκων νε[κρῶν]. Ὅλη γὰρ

ἐπώζεσεν Αἴγυπτος ἀπὸ τῶν ἀτάφων σωμάτων.

 Ἦν δὲ θεάσασθαι φοβερὸν θέαμα, τῶν Αἰγυπτίων μη-

τέρας λυσικόμους, πατέρας λυσίφρονας, δεινὸν ἀνακω-

κύοντας τῇ Αἰγυπτιακῇ φωνῇ· «Δυστυχεῖς ἠτεκνώμεθα

ὑπὸ μίαν ῥοπὴν ἀπὸ τοῦ πρωτοτόκου καρποῦ.» Ἦσαν δὲ

ἐπὶ μαστῶν κοπτόμενοι, χερσὶν τύπτοντες κροτήματα ἐπὶ

τῆς τῶν νεκρῶν ὀρχήσεως.

 Τοιαύτη συμφορὰ περιέσχεν Αἴγυπτον, ἄφνω δὲ ἠτέκ-

νωσεν αὐτήν.  

 Ἦν δὲ ὁ Ἰσραὴλ φρουρούμενος ὑπὸ τῆς τοῦ προ-

  βάτου σφαγῆς,

 καί γε συνεφωτίζετο ὑπὸ τοῦ χυθέντος αἵματος,

 καὶ τεῖχος ηὑρίσκετο τοῦ λαοῦ ὁ τοῦ προβάτου

  θάνατος.

Ὢ μυστηρίου καινοῦ καὶ ἀνεκδιηγήτου·

 ἡ τοῦ προβάτου σφαγὴ ηὑρίσκετο τοῦ Ἰσραὴλ σω-

  τηρία,

 καὶ ὁ τοῦ προβάτου θάνατος ζωὴ τοῦ λαοῦ ἐγένε-

  το,

 καὶ τὸ αἷμα ἐδυσώπησεν τὸν ἄγγελον.

Λέγε μοι, ὦ ἄγγελε, τί ἐδυσωπήθης,

 τὴν τοῦ προβάτου σφαγὴν

  ἢ τὴν τοῦ κυρίου ζωήν,

 τὸν τοῦ προβάτου θάνατον

  ἢ τὸν τοῦ κυρίου τύπον,

 τὸ τοῦ προβάτου αἷμα

  ἢ τὸ τοῦ κυρίου πνεῦμα;

Δῆλος εἶ δυσωπηθεὶς εἰδὼν

 [τὸ] τοῦ κυρίου μυστήριον

  ἐν τῷ προβάτῳ γινόμενον,

 τὴν τοῦ κυρίου ζωὴν

  ἐν τῇ τοῦ προβάτου σφαγῇ,

 τὸν τοῦ κυρίου τύπον

  ἐν τῷ τοῦ προβάτου θανά[τῳ].

Διὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ,

 ἀ[λλὰ μόν]ην Αἴγυπτον [ἠτ]έκνωσας.

Τί [τοῦτο τὸ και]νὸν μυστήριον,

 [Αἴγυπ]τον μὲ[ν πατα]χθῆναι εἰς ἀπώλ[ειαν],

 [τὸν] δὲ Ἰ[σραὴλ φυλα]χθῆναι εἰς σωτη[ρίαν];

[Ἀκούσατε τὴν δύ]ναμιν τοῦ μυς[τηρίου].  

 [Οὐδέν ἐστιν, ἀγα]πητοί, τ[ὸ] λεγόμε[νον καὶ γινόμενον]

[δίχα παραβολῆς καὶ προκεντήματος. Πάντα ὅσα ἐὰν γίνε]-

[ται καὶ λέγεται, παραβολῆς τυγχάνει]

- [τὸ μὲν λεγόμενον παραβολῆς],

  [τὸ δὲ γινόμενον προτυπώσεως] - 

[ἵνα ὡς ἂν τὸ γινόμενον διὰ τῆς προτυπώσεως δ]είκνυ-

 ται,

οὕτως καὶ τὸ λεγόμενον [διὰ τῆ]ς παραβολῆς φωτισθῇ.

<Εἰ μὴ> ἐπὶ προκατασκευῆς ἔργον οὐκ ἀνίσταται. Ἢ οὐ

τὸ μέλλον διὰ τῆς τυπικῆς εἰκόνος ὁρᾶται; Διὰ τοῦ-

το δὴ τοῦ μέλλοντος γίνεται προκέντημα ἢ ἐκ κηροῦ

ἢ ἐκ πηλοῦ ἢ ἐκ ξύλου, ἵνα τὸ μέλλον ἀνίστασθαι

 ὑψηλότερον ἐν μεγέθει

 καὶ ἰσχυρότερον ἐν δυνάμει

 καὶ καλὸν ἐν σχήματι

 καὶ πλούσιον ἐν τῇ κατασκευῇ

διὰ μικροῦ καὶ φθαρτοῦ προκεντήματος ὁραθῇ. Ὁπό-

ταν δὲ ἀναστῇ πρὸς ὃ ὁ τύπος, τό ποτε τοῦ μέλλοντος

τὴν εἰκόνα φέρον, τοῦτ' ὡς ἄχρηστον γινόμενον λύεται,

παραχωρῆσαν τῷ φύσει ἀληθεῖ τὴν περὶ αὐτοῦ εἰκό-

να. Γίνεται δὲ τό ποτε τίμιον ἄτιμον, τοῦ φύσει τιμί-

ου φανερωθέντος.  

  Ἑκάστῳ γὰρ ἴδιος καιρός·

  τοῦ τύπου ἴδιος χρόνος,

  τῆς ὕλης ἴδιος χρόνος.

Τῆς ἀληθείας ποιεῖς τὸν τύπον. Τοῦτον ποθεῖς ὅτι τοῦ

μέλλοντος ἐν αὐτῷ τὴν εἰκόνα βλέπεις. Προσκομίζεις

τὴν ὕλην τῷ τύπῳ. Τοῦτον ποθεῖς διὰ τὸ μέλλον ἐν αὐ-

τῷ ἀνίστασθαι.

Ἀπαρτίζεις τὸ ἔργον, τοῦτο μόνον ποθεῖς,

   τοῦτο μόνον φιλεῖς,

   ἐν αὐτῷ μόνῳ τὸν τύπον καὶ τὴν

ὕλην καὶ τὴν ἀλήθειαν βλέπων.

 Ὡς γοῦν ἐν τοῖς φθαρτοῖς παραδείγμασιν,

  οὕτως δὴ καὶ ἐν τοῖς ἀφθάρτοις·

ὡς ἐν τοῖς ἐπιγείοις,

  οὕτως δὴ καὶ ἐν τοῖς ἐπουρανίοις.

Καὶ γὰρ ἡ τοῦ κυρίου σωτηρία καὶ ἀλήθεια ἐν τῷ λα-

  ῷ προετυπώθη,

καὶ τὰ τοῦ εὐαγγελίου δόγματα ὑπὸ τοῦ νόμου προ-

  εκηρύχθη.

Ἐγένετο οὖν ὁ λαὸς τύπος προκεντήματος

  καὶ ὁ νόμος γραφὴ παραβολῆς,

τὸ δὲ εὐαγγέλιον διήγημα νόμου καὶ πλήρωμα,

  ἡ δὲ ἐκκλησία ἀπο[δο]χεῖον τῆς ἀληθείας.

Ἦν οὖν ὁ τύπος τίμι[ος] πρὸ τῆς ἀληθείας

  καὶ ἡ παραβολὴ [θαυ]μαστὴ πρὸ τῆς ἑρμενείας.

Τοῦτ' ἔστιν,

[ὁ λαὸς] ἦν τίμιος πρὸ τοῦ τὴν ἐκκλησίαν [ἀνας]ταθῆναι,  

 καὶ ὁ νόμος θαυμας[τὸς πρὸ τοῦ τὸ εὐα]γγέλιον φω-

  τισθῆναι.

[Ὁπότε δὲ ἡ ἐκκλ]ησία ἀνέστη

 καὶ [τὸ εὐαγγέλιον προές]τη,

[ὁ τύπος ἐκενώθη]

 [παραδοὺς τῇ ἀληθείᾳ τὴν δύναμιν],

[καὶ ὁ νόμος ἐπληρώθη]

 [παραδοὺς τῷ εὐαγγελίῳ τὴν δύναμιν].

[Ὃν τρόπον] κενοῦται ὁ τύπος

 τῷ φύσει ἀλη[θεῖ τὴν] εἰκόνα παραδούς,

καὶ ἡ παραβ[ολὴ κε]νοῦται

 διὰ τῆς ἑρμηνείας φωτ[ις]θεῖσα],

οὕτως δὴ καὶ ὁ νόμος ἐπληρώθη

 [τοῦ εὐ]αγγελίου φωτισθέντος,

καὶ ὁ λα[ὸς ἐκε]νώθη

 τῆς ἐκκλησίας ἀνασταθείσης,

καὶ ὁ τύπος ἐλύθη

 τοῦ κυρίου φανερωθέντ[ος],

καὶ σήμερον γέγονεν τά ποτε τίμια ἄτιμα

 τῶν φύσει τιμίων φανερωθέντων.

Ἦν γάρ ποτε τίμιος ἡ τοῦ προβάτου σφαγή,

 νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου ζωήν·

τίμιος ὁ τοῦ προβάτου θάνατος,

 νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου σωτηρίαν·

τίμιον τὸ τοῦ προβάτου αἷμα,

 νῦν δὲ ἄτιμον διὰ τὸ τοῦ κυρίου πνεῦμα·

τίμιος <ὁ> ἄφωνος ἀμνός,

 νῦν δὲ ἄτιμος διὰ τὸν ἄμωμον υἱόν·

τίμιος ὁ κάτω ναός,  

 νῦν δὲ ἄτιμος διὰ τὸν ἄνω Χριστόν·

τίμιος ἡ κάτω Ἰερουσαλήμ,

 νῦν δὲ ἄτιμος διὰ τὴν ἄνω Ἰερουσαλήμ·

τίμιος ἡ στενὴ κληρονομία,

 νῦν δὲ ἄτιμος διὰ τὴν πλατεῖαν χάριν.

Οὐ γὰρ ἐφ' ἑνὶ τόπῳ οὐδὲ ἐν βραχεῖ σχοινίσματι ἡ τοῦ

θεοῦ δόξα καθίδρυται, ἀλλ' ἐπὶ πάντα τὰ πέρατα τῆς οἰ-

κουμένης ἐκκέχυται ἡ χάρις αὐτοῦ καὶ ἐνταῦθα κατεσκή-

νωκεν ὁ παντοκράτωρ θεός· διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα

εἰς τοὺς αἰῶνας. Ἀμήν.

 Τὸ μὲν οὖν διήγημα τοῦ τύπου καὶ τῆς ἀνταποδόσεως

ἀκηκόατε· ἀκούσατε καὶ τὴν κατασκευὴν τοῦ μυστηρίου.

 Τί ἐστιν τὸ πάσχα; Ἀπὸ γὰρ τοῦ συμβεβηκότος τὸ ὄνο-

μα κέκληται· ἀπὸ τοῦ παθεῖν [τὸ πάς]χειν.

 Μάθετε οὖν τίς ὁ πάσχων [καὶ τίς] ὁ τῷ πάσχοντι συμ-

παθῶν, [καὶ διά τι πά]ρεστιν ὁ κύριος ἐπὶ τὴν γῆν, [ἵνα]

[τὸν πάς]χοντα [ἀμφι]ασάμενος [ἁρπάσῃ εἰς τὰ ὑψηλὰ] τῶν

οὐ[ρα]νῶν.

 «Ὁ θεὸς [ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ]

[πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς]

[τὸν ἄνθρωπον καὶ εἴδει ἀναπνοὴν μετέδωκεν. Τοῦτον δὲ ἔθε]-

[το εἰς τὸν παράδεισον κατὰ ἀνατολῆς ἐν Ἔδεμ ἐκεῖ τρυ-]

[φ]ᾶν. Τάδε αὐτῷ νομοθετήσας διὰ τῆς ἐν[τολῆς]·

 »[Ἀπ]ὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ [βρώσει φά]γετε,

 ἀπὸ δὲ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρὸν οὐ

 φάγεσθε, ᾗ δ' ἂν ἡμέ[ρᾳ] φάγητε, θανάτῳ ἀποθανεῖσθε.»

 Ὁ δὲ ἄνθρωπος φύσει δεκτικὸς ὢν ἀγαθοῦ καὶ πονη-

ροῦ, ὡσεὶ βῶλος γῆς ἑκατέρωθεν σπερμάτων, ἐδέξατο τὸν

ἐχθρὸν καὶ λίχνον σύμβουλον, καὶ προσαψάμενος τοῦ ξύ-

λου παρέβη τὴν ἐντολὴν καὶ παρήκουσεν τοῦ θεοῦ. Ἐξε-

βλήθη οὖν εἰς τοῦτον τὸν κόσμον ὡς εἰς δεσμωτήριον κα-

ταδίκων.

 Τούτου δὲ πολυχόου καὶ πολυχρονίου γενομένου, διὰ

τῆς τοῦ ξύλου γεύσεως καὶ εἰς γῆν χωρήσαντος, κατε-

λείφθη ὑπ' αὐτοῦ κληρονομία τοῖς τέκνοις αὐτοῦ.

 Κατέλιπεν γὰρ τοῖς τέκνοις κληρονομίαν

  οὐχ ἁγνείαν ἀλλὰ πορνείαν,

  οὐκ ἀφθαρσίαν ἀλλὰ φθοράν,

  οὐ τιμὴν ἀλλὰ ἀτιμίαν,

  οὐκ ἐλευθερίαν ἀλλὰ δουλείαν,

  οὐ βασιλείαν ἀλλὰ τυραννίδα,

  οὐ ζωὴν ἀλλὰ θάνατον,

  οὐ σωτηρίαν ἀλλὰ ἀπώλειαν.

 Καινὴ δὲ καὶ φοβερὰ ἡ τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐ-

γίνετο ἀπώλεια. Τάδε γὰρ συνέβαινεν αὐτοῖς· ἀνηρπάζον-

το ὑπὸ τῆς τυραννικῆς ἁμαρτίας καὶ ἤγοντο εἰς τοὺς

χώρους τῶν ἐπιθυμιῶν ἐν οἷς περιηντλοῦντο ὑπὸ τῶν ἀ-

κορέστων ἡδον[ῶν]

  ὑπὸ μοιχείας,

  ὑπὸ πορνείας,  

  ὑπὸ ἀσελγεί[ας],

  ὑπὸ ἐπιθυμίας,

  ὑπὸ φιλαργυρίας,

  ὑπὸ φόνων,

  ὑπὸ αἱμάτων,

  ὑπὸ τυραννίδος πο[νη]ρίας,

  ὑπὸ τυραννίδος παρανόμου.

 Καὶ γὰρ [πα]τὴρ ἐπὶ υἱὸν ξίφος ἐπηνέγκατο,

 καὶ υἱὸς πατρὶ χεῖρας προσήνεγκεν,

 καὶ μαστοὺς τιθηνοὺς ἀσεβὴς ἐτύπτησεν,

 καὶ ἀδελφὸς ἀδελφὸν ἀπέκτεινεν,

 καὶ ξένος ξένον ἠδίκησεν,

 καὶ φίλος φίλον ἐφόνευσεν,

 καὶ ἄνθρωπος ἄνθρωπον ἀπέσφαξεν

 τυραν[νικ]ῇ δεξιᾷ.

 Πάντες οὖν οἱ μὲν ἀνθρω[ποκ]τόνοι, οἱ δὲ ἀδελφοκτό-

νοι, οἱ δὲ πατροκτόνοι, οἱ δὲ τεκνο[κτόνοι] ἐπὶ τῆς γῆς

ἐγενήθησαν.

 Τὸ δ[ὲ φοβερώτε]ρον καὶ καινότερον [ηὑρίσκετο. Μή]τηρ

τις ἥπτετο σαρκ[ῶν ὧν ἐγέννησεν, προσήπτετο ὧν ἐξέθρε]-

[ψεν μαστοῖς, καὶ τὸν καρπὸν τῆς κοιλίας εἰς κοιλίαν κατώ]-

[ρυσσεν, καὶ φοβερὸς τάφος ἐγένετο ἡ δυστυχὴς μήτηρ, ὃ]

[ἐκύησεν κ]αταπιοῦσα τέκνον.

 Οὐκέτι [προσλαλῶ. Π]ολλὰ δὲ καὶ ἕτερα ξένα καὶ φ[οβε]-

[ρώτερα καὶ ἀσελγέστερα ἐ]ν τοῖς ἀνθρώποις ηὑρίσκετο.

 Πα[τὴρ ἐπὶ π]αιδὸς κοιτὴν,

 καὶ υἱὸς ἐπὶ μητρὸς,  

 καὶ ἀδελφὸ[ς ἐπὶ ἀ]δελφῆς,

 καὶ ἄρρην ἐπὶ ἄρρενος,

 κ[αὶ «ἑκάτ]ερος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον

 ἐχρεμέτιζον».

 Ἐπὶ δὲ τούτοις ἡ ἁμαρτία ηὐφραίνετο. Ἡ τοῦ θανά-

του συνεργὸς ὑπάρχουσα προωδοιπόρει εἰς τὰς τῶν ἀν-

θρώπων ψυχὰς καὶ ἡτοίμαζεν αὐτῷ τροφὰς τὰ τῶν νεκρῶν

σώματα. Εἰς πᾶσαν δὲ ψυχὴν ἐτίθει ἡ ἁμαρτία ἴχνος, καὶ

εἰς οὓς ἂν ἔθηκεν, τούτους ἔδει τελευτᾶν.

 Πᾶσα οὖν σὰρξ ὑπὸ ἁμαρτίαν ἔπιπτεν

 καὶ πᾶν σῶμα ὑπὸ θάνατον,

 καὶ πᾶσα ψυχὴ ἐκ τοῦ σαρκίνου οἴκου ἐξηλαύνετο,

 καὶ τὸ λημφθὲν ἐκ γῆς εἰς γῆν ἀνελύετο,

 καὶ τὸ δωρηθὲν ἐκ θεοῦ εἰς τὸν ᾅδην κατεκλείετο,

 καὶ λύσις ἐγίνετο τῆς καλῆς ἁρμογῆς,

 καὶ διεχωρίζετο τὸ καλὸν σῶμα.

Ἦν γὰρ ὁ ἄνθρωπος ὑπὸ τοῦ θανάτου μεριζόμενος. Καινὴ

γὰρ συμφορὰ καὶ ἅλωσις περιεῖχεν αὐτόν.

 Εἵλκετο αἰχμάλωτος ὑπὸ τὰς τοῦ θανάτου σκιάς,

 ἔκειτο δὲ ἔρημος ἡ τοῦ πατρὸς εἰκών.

 Διὰ ταύτην γοῦν τὴν αἰτίαν τὸ τοῦ πάσχα μυστήριον

τετέλεσται ἐν τῷ τοῦ κυρίου σώματι.

 Πρότερον δὲ ὁ κύριος προῳκονόμησεν τὰ ἑαυτοῦ πάθη

ἐν πατριάρχαις καὶ ἐν προφήταις καὶ ἐν παντὶ τῷ λαῷ,

διά τε νόμου καὶ προφητῶν ἐπισφραγισάμενος. Τὸ γὰρ μέλ-

λον καινῶς [καὶ με]γάλως ἔσεσθαι, τοῦτο ἐκ μακρ[οῦ προ]οι-

κονομεῖται, ἵν' ὁπόταν γένηται, πίστεως τύχῃ, [ἐκ] μακροῦ

προτυπωθέν.

 Οὕτω [δὴ καὶ τὸ] τοῦ κυρίου μυστήριον,

 ἐκ μακροῦ [προτυπωθέν], ὁραθὲν δὲ σήμ[ερον],

 [πίστε]ως τυγχάνει τετ[ελεσμένον],

 [καίτοι ὡς καινὸν τοῖς ἀνθρώποις νομιζόμενον].

[Ἔστιν γὰρ πάλαιον καὶ καινὸν τὸ τοῦ κυρίου μυστήριον],

 [πάλαιον μὲν κατὰ τὸν τυπόν],

 [καινὸν δὲ κατὰ τὴν χάριν].

[Ἀλ]λ' ἐὰν ἀποβλέψῃς εἰς τὸν τύπον τοῦτ[ον, ὄψῃ τὸ ἀλη-]

[θὲς δι]ὰ τῆς ἐκβάσεως.

 Τοιγαροῦν εἰ βούλει τὸ τοῦ [κυρίου μ]υστήριον ἰ-

δέσθαι, ἀπόβλεψον δὴ

 εἰς τὸν Ἀ[βὲλ] τὸν ὁμοίως φονευόμενον,

 εἰς τὸν Ἰσὰκ [τὸ]ν ὁμοίως συμποδιζόμενον,

 εἰς τὸν Ἰωσὴφ τὸν ὁμοίως πιπρασκόμενον,

 εἰς τὸν Μωυσέα τὸν ὁμοίως ἐκτιθέμενον,

 εἰς τὸν Δαυὶδ τὸν ὁμοίως διωκόμενον,

 εἰς τοὺς προφήτας τοὺς ὁμοίως διὰ τὸν Χριστὸν

  πάσχοντας.

Ἀπόβλεψον δὲ καὶ

 εἰς τὸ ἐν γῇ Αἰγύπτου πρόβατον σφαζόμενον,

τὸν πατάξαντα Αἴγυπτον

καὶ σώσαντα τὸν Ἰσραὴλ διὰ τοῦ αἵματος.

 Ἔστιν δὲ καὶ διὰ προφητικῆς φωνῆς τὸ τοῦ κυρίου

μυστήριον κηρυσσόμενον.  

Φησὶν γὰρ Μωυσῆς πρὸς τὸν λαόν·

 «Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν

τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας καὶ οὐ μὴ

 πιστεύσητε ἐπὶ τὴν ζωὴν ὑμῶν.»

Ὁ δὲ Δαυὶδ εἶπεν·

 «Ἵνα τί ἐφρύαξαν ἔθνη

 καὶ λαοὶ ἐμελέτησαν κενά;

 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς

 καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

 κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.»

Ὁ δὲ Ἰερεμίας.

 «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.

 Ἐλογίσαντο ἐπ' ἐμὲ κακὰ εἰπόντες·

 Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ

 καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων,

 καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ.»

Ὁ δὲ Ἠσαίας·

 «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,

 καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν,

 οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

 Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»

 Πολλὰ μὲν καὶ ἕτερα [ὑπὸ πολ]λῶν προφητῶν ἐκηρύχθη

εἰς [τὸ τοῦ π]άσχα μυστήριον, ὅ ἐστιν Χριστός, «ᾧ ἡ δό[ξα]

[εἰς τοὺ]ς αἰῶνας. Ἀμήν».  

 Οὗτος, ἀφικό[μενος ἐ]ξ οὐρανῶν ἐπὶ τὴν γῆν [διὰ τὸν]

[π]άσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐν[δυσάμενος] διὰ παρθένου μή-

τρας καὶ π[ροελθὼν ἄνθρωπος, ἀπ]εδέξατο τὰ [τοῦ πάσχοντος]

[πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν]

[τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ] πνεύματι

ἀπέκτεινεν τὸ[ν ἀνθρωπο]κτόνον θάνατον.

 Οὗτος γὰρ ὡς ἀμ[νὸς] ἀχθεὶς

  καὶ ὡς πρόβατον σφαγεί[ς],

 [ἐλυ]τρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμο[υ λατρεί]ας

  ὡς ἐκ γῆς Αἰγύπτου,

 καὶ ἔλυσεν ἡ[μᾶς] ἐκ τῆς τοῦ διαβόλου δουλείας

  ὡς ἐκ χε[ιρὸς] Φαραώ,

 καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχ[ὰς]

  τῷ ἰδίῳ πνεύματι

 καὶ τὰ μέλη τοῦ σώματος

  τῷ ἰδίῳ αἵματι.

 Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην,

  καὶ τὸν διάβολον στήσας πενθήρη

   ὡς Μωυσῆς τὸν Φαραώ.

Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας

 καὶ τὴν ἀδικίαν ἀτεκνώσας

  ὡς Μωυσῆς Αἴγυπτον.

Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς

  ἐκ δουλείας εἰς ἐλευθερίαν,

  ἐκ σκότους εἰς φῶς,

  ἐκ θανάτου εἰς ζωήν,  

  ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν

[καὶ ποιήσας ἡμᾶς ἱεράτευμα καινὸν

καὶ λαὸν περιούσιον αἰώνιον.]

Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν.

Οὗτός ἐστιν ὁ ἐν πολλοῖς πολλὰ ὑπομείνας.

Οὗτός ἐστιν ὁ ἐν τῷ Ἀβὲλ φονευθείς,

  ἐν δὲ τῷ Ἰσὰκ δεθείς,

  ἐν δὲ τῷ Ἰακὼβ ξενιτεύσας,

  ἐν δὲ τῷ Ἰωσὴφ πραθείς,

  ἐν δὲ τῷ Μωυσῇ ἐκτεθείς,

  ἐν δὲ τῷ ἀμνῷ σφαγείς,

  ἐν δὲ τῷ Δαυὶδ διωχθείς,

  ἐν δὲ τοῖς προφήταις ἀτιμασθείς.

Οὗτός ἐστιν ὁ ἐν παρθένῳ σαρκωθείς,

  ὁ ἐπὶ ξύλου κρεμασθείς,

  ὁ εἰς γῆν ταφείς,

  ὁ ἐκ νεκρῶν ἀνασταθείς,

  ὁ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν ἀναλημφθείς.

Οὗτός ἐστιν ὁ ἀμνὸς ὁ ἄφων[ος.]

Οὗτός ἐστιν ὁ ἀμνὸς φο[νευόμενος].

[Οὗτός ἐστιν] ὁ τεχθεὶς ἐκ Μαρίας τῆς κ[αλῆς ἀμνά]δος.

Οὗτός ἐστιν ὁ ἐξ ἀγέλ[ης λημφθεὶς]

  καὶ εἰς σφαγὴν συρεὶς  

  κα[ὶ ἑσπέρας θυθεὶς]

  καὶ νύκτωρ ταφ[είς],

  [ὁ ἐπὶ ξύλου μὴ συντριβείς],

  [εἰς γῆν μὴ λυθείς],

  [ἐκ νεκρῶν ἀναστὰς]

  [καὶ ἀναστήσας τὸν ἄνθρωπον ἐκ τῆς κάτω]

   [ταφῆς].

 [Οὗτος πεφόνευται. Καὶ ποῦ πεφόνευται; Ἐν μέσῳ Ἰε]-

[ρουσαλήμ. Διά τι];

  Ὅτι τοὺς χωλοὺς αὐτῶ[ν ἐθεράπευσεν]

  [καὶ] τοὺς λεπροὺς αὐτῶν ἐκαθάρι[σεν]

  [καὶ τοὺ]ς τυφλοὺς αὐτῶν ἐφωταγώγησεν

  [καὶ τοὺ]ς νεκροὺς αὐτῶν ἀνέστησεν.

Διὰ τοῦτο [ἔπαθεν].

[Ποὺ] γ[έγρ]απται ἐν νόμῳ καὶ ἐν προφήταις·

«[Ἀντ]απέδωκάν μοι κακὰ ἀντὶ ἀγαθῶν καὶ [ἀτεκνίαν τῇ]

[ψυχῇ] μου, λογισάμενοι ἐπ' ἐμὲ κακά, εἰπόντες· Δήσωμεν

τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν.»

 Τί ἐποίησας, ὦ Ἰσραήλ, τὸ καινὸν ἀδίκημα;

  Ἠτίμησας τὸν τιμήσαντά σε.

  Ἠδόξ[ησα]ς τὸν δοξάσαντά σε.

  Ἀπηρνήσω τὸν ὁμολογήσαντά σε.

  Ἀπεκήρυξας τὸν κηρύξαντά σε.  

  Ἀπέκτεινας τὸν ζωοποιήσαντά σε.

 Τί ἐποίησας, ὦ Ἰσραήλ;

Ἢ οὐ γέγραπταί σοι·

 »Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»;

Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. Διὰ τί;

Ὅτι ἔδει αὐτὸν παθεῖν. Πεπλάνησαι, ὦ Ἰσραήλ, τοιαῦτα

σοφιζόμενος ἐπὶ τῇ τοῦ κυρίου σφαγῇ.

 Ἔδει αὐτὸν παθεῖν, ἀλλ' οὐχ ὑπὸ σοῦ.

 Ἔδει αὐτὸν ἀτιμασθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ.

 Ἔδει αὐτὸν κριθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ.

 Ἔδει αὐτὸν κρεμασθῆναι, ἀλλ' οὐχ ὑπὸ τῆς δεξιᾶς σου.

Ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν ὤφειλες βοῆσαι τὴν

φωνήν· «Ὦ δέσποτα, εἰ καὶ ἔδει σου τὸν υἱὸν παθεῖν καὶ

τοῦτό σού ἐστιν τὸ θέλημα,

 πασχέτω δή, ἀλλὰ ὑπ' ἐμοῦ μή.

 Πασχέτω ὑπὸ ἀλλοφύλων.

 Κρινέσθω ὑπὸ ἀκροβύστων.

 Προσηλούσθω ὑπὸ τυραννικῆς δεξιᾶς,

 ὑπὸ δὲ ἐμοῦ μή.»

 Σὺ δὲ ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν οὐκ ἐβόησας

τὴν φωνήν,

 οὐδὲ ἀφωσίωσαι [τῷ] δεσπότῃ,

 οὐδὲ ἐδυσωπήθης τὰ ἔργα αὐτοῦ.

 Οὐκ ἐδυσώπησέν σε χεὶρ ξηρὰ

  ἀποκαθεσταμένη τῷ σώματι,  

 οὐδὲ ὀφθαλ[μο]ὶ πηρῶν

  διὰ χειρὸς <αὐτοῦ> ἀνοιγόμενοι,

 οὐ[δὲ παραλ]ελυμένα σώματα

  διὰ φωνῆς αὐ[τοῦ ἀναπηγνύ]μενα,

 οὐδὲ τὸ καινότερόν σε ἐ[δυσώπης]εν σημεῖον,

  νεκρὸς ἐκ μν[ημείου ἐγειρό]μενος

  ἤδη τεσσάρων [ἡμερῶν].

 [Σὺ μὲν οὖν τα]ῦτα πα[ραπεμψάμενος ἑσπέρας ἐπὶ τὴν]

[τοῦ κυρίου σφαγὴν ἡτοίμασας αὐτῷ ἥλους ὀξεῖς καὶ μάρ]-

[τυρας ψευδεῖς καὶ βρόχους καὶ] μάστιγας καὶ ὄ[ξος καὶ]

[χόλην καὶ μάχαιρ]αν καὶ θλῖψιν ὡς [ἐπὶ φόνιον λῃστήν].

Ἐπενεγκὼν γὰρ αὐτῷ κ[αὶ μάστιγας τῷ] σώματι καὶ ἄκαν-

θαν τῇ κεφ[αλῇ αὐτοῦ καὶ] τὰς καλὰς αὐτοῦ χεῖρας ἔδη-

σας, α[ἵ σε ἔπλα]σαν ἀπὸ γῆς, καὶ τὸ καλὸν αὐτοῦ [ἐκεῖνο]

στόμα τὸ ψωμίσαν σε ζωήν, ἐψώμ[ισας] χολήν, καὶ ἀπέκτει-

νάς σου τὸν κύριον ἐν τῇ μεγάλῃ ἑορτῇ.

 Καὶ σὺ μὲν ἦσθα εὐφραινόμενος,

  ἐκεῖνος δὲ λιμώττων.

 Σὺ ἔπινες οἶνον καὶ ἄρτον ἤσθιες,

  ἐκεῖνος δὲ ὄξος καὶ χολήν.

 Σὺ ἦσθα φαιδρὸς τῷ προσώπῳ,

  ἐκεῖνος δὲ ἐσκυθρώπαζεν.

 Σὺ ἦσθα ἀγαλλιώμενος,  

  ἐκεῖνος δὲ ἐθλίβετο.

 Σὺ ἔψαλλες,

  ἐκεῖνος δὲ ἐκρίνετο.

 Σὺ ἐκέλευες,

  ἐκεῖνος <δὲ> προσηλοῦτο.

 Σὺ ἐχόρευες,

  ἐκεῖνος δὲ ἐθάπτετο.

 Σὺ μὲν ἐπὶ στρωμνῆς μαλακῆς ἦσθα κατακείμενος,

  ἐκεῖνος δὲ ἐν τάφῳ καὶ σορῷ.

 Ὦ Ἰσραὴλ παράνομε, τί δὴ τοῦτο ἀπηργάσω τὸ και-

νὸν ἀδίκημα, καινοῖς ἐμβαλών σου τὸν κύριον πάθεσιν,

 τὸν δεσπότην σου,

 τὸν πλάσαντά σε,

 τὸν ποιήσαντά σε,

 τὸν τιμήσαντά σε,

 τὸν Ἰσραὴλ καλέσαντά σε;

Σὺ δὲ Ἰσραὴλ οὐχ εὑρέθης,

 οὐ γὰρ εἶδες τὸν θεόν,

 οὐκ ἐνόησας τὸν κύριον,

 οὐκ ᾔδεις, ὦ Ἰσραήλ,

ὅτι οὗτός [ἐς]τιν ὁ πρωτότοκος τοῦ θεοῦ,

 ὁ πρὸ ἑωσφόρ[ου] γεννηθείς,

 ὁ τὸ φῶς ἐπαν<ας>τήσας,

 ὁ τ[ὴν] ἡμέραν λαμπρύνας,

 ὁ τὸ σκότος δι[ακρί]νας,  

 ὁ <τὴν> πρώτην βαλβῖδα πήξας,

 ὁ κ[ρε]μάσας τὴν γῆν,

 ὁ σβέσας ἄβυσσον,

 [ὁ ἐ]κτείνας τὸ στερέωμα,

 ὁ κοσμ[ήσας] τὸν κόσμον,

 ὁ τοὺς ἐν οὐρανῷ ἁρμόσας ἀ[στέρας],

 ὁ τοὺς φωστῆρας λαμπρύ[νας],

 [ὁ τοὺς] ἐν οὐρανῷ ποιήσα[ς ἀγγέλους],

 ὁ τοὺς ἐκεῖ πήξας θ[ρόνους],

 [ὁ τὸν ἐπὶ γῆς ἀναπλασσάμενος ἄνθρωπον].

[Οὗτος ἦν ὁ ἐκλεξάμενός σε]

[καὶ καθοδηγήσας σε]

[ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν Νῶε],

 [ἀπὸ τοῦ Νῶε ἐπὶ τὸ]ν Ἀβραάμ,

 ἀπὸ τοῦ Ἀβρα[ὰμ ἐπὶ τὸν Ἰσὰκ] καὶ τὸν Ἰακὼβ καὶ

  τοὺς [ιβ# π]ατριάρχας.

Οὗτος ἦν ὁ καθοδη[γήσας σε εἰς Α]ἴγυπτον

 καὶ διαφυλάξας σε

 [κἀκε]ῖ διαθρεψάμενος.

Οὗτος ἦν ὁ φω[ταγω]γήσας σε ἐν στύλῳ,

 καὶ σκεπάσας [σε] ἐν νεφέλῃ,

 ὁ τεμὼν Ἐρυθρὰν θάλασσαν

 καὶ [δι]αγαγών σε

 καὶ τὸν ἐχθρόν σου ἀποσκεδάσας.

Οὗτός ἐστιν ὁ ἐξ οὐρανοῦ σοι μαννοδοτήσας,

 ὁ ἐκ πέτρας σε ποτίσας,

 ὁ ἐν Χωρήβ σοι νομοθετήσας,  

 ὁ ἐν γῇ σοι κληροδοτήσας,

 ὁ ἐξαποστείλας σοι τοὺς προφήτας,

 ὁ ἐξεγείρας σου τοὺς βασιλεῖς.

Οὗτός ἐστιν ὁ πρός σε ἀφικόμενος,

 ὁ τοὺς πάσχοντάς σου θεραπεύσας

 καὶ τοὺς νεκρούς σου ἀναστήσας.

Οὗτός ἐστιν εἰς ὃν ἠσέβησας.

Οὗτός ἐστιν εἰς ὃν ἠδίκησας.

Οὗτός ἐστιν ὃν ἀπέκτεινας.

Οὗτός ἐστιν ὃν ἀπηργυρίσω

 ἀπαιτήσας παρ' αὐτοῦ τὰ δίδραχμα

 ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ.

 Ἀχάριστε Ἰσραήλ, δεῦρο, καὶ κρίθητι πρός με περὶ

τῆς ἀχαριστίας σου.

Πόσου ἀνετιμήσω τὸ ὑπ' αὐτοῦ καθοδηγηθῆναι;

Πόσου ἀνετιμήσω τὴν τῶν πατέρων σου ἀνεύρεσιν;

Πόσου ἀνετιμήσω τὴν εἰς Αἴγυπτον κάθοδον

 καὶ τὴν ἐκεῖ διατροφὴν διὰ τοῦ καλοῦ Ἰωσήφ;

Πόσου ἀνετιμήσω τὰς δέκα πληγάς;

Πόσου ἀνετιμήσω τὸν νυκτερινὸν στῦλον

 καὶ τὴν ἡμερινὴν νεφέλην

 καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν;

Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν

 καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν

 καὶ [ἐν] Χωρὴβ νομοθεσίαν  

 καὶ τὴν ἐκ γῆς [κλ]ηρονομίαν

 καὶ τὰς ἐκεῖ δωρεάς;

[Πόσο]υ ἀνετιμήσω τοὺς πάσχον[τας]

 οὓς αὐτὸς παρὼν ἐθεράπευσεν;

[Τίμησαί] μοι τὴν ξηρὰν χεῖρα

 ἣν ἀ[ποκατέστ]ησεν τῷ σώματι.

Τίμ[ησαί μοι] τοὺς ἐκ γενετῆς τυφλοὺς

 [οὓς διὰ φωνῆς ἐφωταγώγησεν].

[Τίμησαί μοι τοὺς κειμένους νεκροὺς]

 [οὓς ἐκ μνημείου] ἀνέστησεν γ' δὴ δ' [ἡμέρων].

Ἀτίμητοι α[ἱ παρ' αὐτοῦ σοι δω]ρεαί.

 Σὺ δὲ ἀτίμως ἀνταπ[έδωκας εἰς αὐτὸν] τὰς ἀχαρι-

στίας ἀνταποδ[οὺς αὐτῷ] κακὰ ἀντὶ καλῶν

   καὶ θλῖψιν [ἀντὶ] χαρᾶς

   καὶ θάνατον ἀντὶ ζωῆς,

[ὑπὲρ] οὗ καὶ ἀποθανεῖν σε ἔδει.

Εἶτα ἐὰν μὲ[ν ἔ]θνους ἁρπαγῇ βασιλεὺς ὑπὸ ἐχ[θρῶν],

 δι' αὐτὸν πόλεμος συνίσταται,

 δι' αὐτ[ὸν] τεῖχος ῥήγνυται,

 δι' αὐτὸν πόλις ἀναρπάζεται,

 δι' αὐτὸν λύτρα πέμπεται,

 δι' αὐτὸν πρέσβεις ἀποστέλλονται

 ἵνα λημφθῇ

 ἢ ἵνα εἰς ζωὴν ἀναπεμφθῇ

 ἢ ἵνα νεκρὸς ταφῇ.

 Σὺ δὲ ἐναντίον κατὰ τοῦ [κυρίου] σου ἤνεγκας ψῆφον.  

Ὃν γὰρ τὰ ἔθνη προσεκύνει

  καὶ ἀκρόβυστοι ἐθαύμαζ[ον]

  καὶ ἀλλόφυλοι ἐδόξαζον,

ἐφ' ᾧ καὶ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας,

σὺ τοῦτον ἀπέκτεινας ἐν τῇ μεγάλῃ ἑορτῇ.

 Τοιγαροῦν πικρά σοι ἡ τῶν ἀζύμων ἑορτή, καθώς σοι

γέγραπ[ται]·

 »Ἔδεσθε ἄζυμα μετὰ πικρίδων.»

 [Πι]κροί σοι ἧλοι οὓς ὤξυνας,

 Πικρά σοι [γλῶς]σα ἣν παρώξυνας.

 Πικροί σοι ψευδο[μάρ]τυρες οὓς ἔστησας.

 Πικροί σοι βρόχοι οὓς ἡτοίμασας.

 Πικραί σοι μάστιγες ἃς ἔπλεξας.

 Πικρός σοι Ἰούδας ὃν ἐμισθοδότησας.

 Πικρός σοι Ἡρώδ[ης] ᾧ ἐξηκολούθησας.

 Πικρός σοι Κα[ϊάφας ᾧ] ἐπείσθης.

 Πικρά σοι χολὴ ἣν ἐσκ[εύ]ασας.

 Πικρόν σοι ὄξος ὃ ἐγεώργ[ησας].

 Πικρά σοι ἄκανθα ἣν ἤμησας.

 [Πι]κραί σοι χεῖρες ἃς ᾕμαξας.

Ἀπ[έκτεινάς] σου τὸν κύριον ἐν μέσῳ Ἰερο[υσαλήμ].

 Ἀκούσατε πᾶσαι αἱ πατ[ριαὶ τῶν ἐθ]νῶν καὶ ἴδετε·  

[Καινὸς φόνος γ]έγονεν ἐν μέσῳ Ἰ[ερουσαλήμ],

 [ἐν πόλει νομικῇ],

 [ἐν πόλει Ἑβραϊκῇ],

 [ἐν πόλει προφητικῇ],

 [ἐν πόλει δικαίᾳ νομιζομένῃ].

 [Καὶ τίς πεφόνευται];

 [Τίς δὲ ὁ φονεύς];

 [Εἰπεῖν αἰ]δοῦμαι

 κα[ὶ λέγ]ειν [ἀναγκάζομαι].

 [Εἰ] μὲν γὰρ νύκτωρ [γεγόνει ὁ φόνος]

 ἢ ἐπ' ἐρημίας ἦν ἐσφα[γμένος],

 [σιγᾶν] εὔχρηστον ἦν·

 νῦν δὲ ἐ[πὶ μέση]ς πλατείας καὶ πόλεως,

 ἐν μέσῳ [πόλεως] πάντων ὁρώντων

 γέγονεν [δικαί]ου ἄδικος φόνος.

Καὶ οὕτως ὑψοῦ[ται ἐ]πὶ ξύλου καὶ τίτλος πρόσκει[ται]

τὸν πεφονευμένον σημαίνων. Τίς [οὗτ]ος; Τὸ εἰπεῖν βαρὺ

καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες

δι' ὃν ἐτρόμησεν ἡ γῆ·

 Ὁ κρεμάσας τὴν γῆν κρέμαται.

 Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκ[ται].

 Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται.

 Ὁ δεσπότης παρύβρισται.

 Ὁ θεὸς πεφόνευται.  

 Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται

  ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος.

 Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς. Ὁ δεσπότης

παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς

ἠξίωται ἵνα μὴ θεαθῇ. Διὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-

φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-

λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-

λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς.

Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος

 ἔτρεμεν ἡ γῆ.

Τοῦ λαοῦ μὴ φοβηθέντος

 ἐφοβήθησαν οἱ οὐρανοί.

Τοῦ λαοῦ μὴ περιεσχισμένου

 περιεσχίσατο ὁ ἄγγελος.

Τοῦ λαοῦ μὴ κωκύσαντος

 »ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,

 καὶ ὕψιστος ἔδωκεν φωνήν».

 Διὰ τοῦτο, ὦ Ἰσραήλ,

 ἐπὶ τοῦ κυρίου οὐκ ἐτρό[μης]ας,

 ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθ[ης],  

 [ἐπὶ τ]οῦ κυρίου οὐκ ἐκώκυσας,

 ἐπὶ τῶν π[ρωτοτόκων σου ἀ]νεκώκυσας,

 <ἐπὶ> τοῦ κρεμαμέν[ου κυρίου οὐ π]εριεσχίσω

 ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω·

Ἐγκατέλι[πες τὸν κύριον],

 [οὐ]χ εὑρέθης ὑπ' αὐ[τοῦ].

[Ἠδάφισας τὸν κύριον],

 [ἠδαφίσθης χαμαί].

[Καὶ σὺ μ]ὲν [κεῖσαι νεκρός],

 [ἐκεῖνος] δὲ ἀνέστη ἐκ ν[εκρῶν]

 [καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν] οὐρανῶν.

Κύριος, ἐνδυ[σάμενος τὸν ἄν]θρωπον,

 καὶ παθὼν δ[ιὰ τὸν πάσχον]τα,

 καὶ δεθεὶς διὰ τὸν κρ[ατούμενον],

 καὶ κριθεὶς διὰ τὸν κατά[δικον],

 [καὶ] ταφεὶς διὰ τὸν τεθαμμέν[ον],

[ἀνές]τη ἐκ νεκρῶν καὶ ταύτην [ἐβόησεν] τὴν φωνήν

 »‘Τίς ὁ κρινόμε[νος πρός] με;

 Ἀντιστήτω μοι.’

 Ἐγὼ τὸ[ν κατά]δικον ἀπέλυσα.

 Ἐγὼ τὸν νεκρ[ὸν] ἐζωοποίησα.

 Ἐγὼ τὸν τεθαμμ[ένον] ἀνίστημι.

 Τίς ὁ ἀντιλέγων μοι;

 Ἐγώ, φησίν, ὁ Χριστός,  

 ἐγὼ ὁ καταλύσας τὸν θάνατον

 καὶ θριαμβεύσας τὸν ἐχθρὸν

 καὶ καταπατήσας τὸν ᾅδην

 καὶ δήσας τὸν ἰσχυρὸν

 καὶ ἀφαρπάσας τὸν ἄνθρωπον

 εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν,

 ἐγώ, φησίν, ὁ Χριστός.»

 »Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν

ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων.

 Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις,

 ἐγὼ τὸ πάσχα τῆς σωτηρίας,

 [ἐγὼ ὁ] ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς,

 ἐγὼ τὸ λ[ύτρον] ὑμῶν,

 ἐγὼ ἡ ζωὴ ὑμῶν,

 ἐγὼ ἡ ἀνάστασις ὑμῶν,

 ἐγὼ τὸ φῶς ὑμῶν,

 ἐγὼ ἡ σω[τηρία] ὑμῶν,

 [ἐγὼ] ὁ βασιλεὺς [ὑμῶν].

 Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τ[ὰ ὑψηλὰ] τῶν οὐρανῶν.

 Ἐγὼ ὑμῖν δείξω [τὸν] ἀπ' αἰώνων πατέρα.

 Ἐγὼ ὑμᾶς ἀν[αστή]σω διὰ τῆς ἐμῆς δεξιᾶς.»  

Οὗτός ἐς[τιν ὁ ποιήσας] τὸν οὐρανὸν καὶ τὴν γῆν,

καὶ π[λάσας] ἐν ἀρχῇ τὸν ἄνθρωπον,

ὁ διὰ νόμου [καὶ προ]φητῶν κηρυσσόμενος,

ὁ [ἐν παρθέ]νῳ σαρκωθείς,

ὁ ἐπὶ ξύλ[ῳ κρεμασθείς],

ὁ εἰς γῆν ταφείς,

ὁ ἐκ ν[εκρῶν ἀναστα]θείς,

καὶ ἀνελθὼν εἰς [τὰ ὑψηλὰ τῶν οὐρανῶν],

[ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός],

[ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι <καὶ> σῴζειν]

[δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων].

[Οὗτός ἐστιν «τὸ <Α> καὶ τὸ <Ω>]«.

[Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος]«,

[ - ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον] - .

[«Οὗτός ἐστιν ὁ Χριστός].»

[Οὗτός ἐστιν ὁ βασιλεύς].

[Οὗτός ἐστιν Ἰησοῦς],

[οὗτος <ὁ> στρατηγός],

[οὗτος ὁ κύριος],

[οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν],

[οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός].

[Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται],

[«ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν]».

 

[Μελίτωνος Περὶ Πάσχα]

[Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ]-

[γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας].

 


 

Russian translation