![]() |
I. 1. Ὃν τρόπον οἶμαι ὁ πάλαι «λαὸς» ἐπικληθεὶς «θεοῦ» εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοιπὰς φυλὰς τάξιν λευϊτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευϊτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ «τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον» πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαῦτα ἀποσιωπησάντων.
2. Φησὶ δὲ οὕτως ὁ Ἰωάννης· «Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες.»
3. Καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς παρὲξ τοῦ Δὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει· «Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἐὰν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ· καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.»
4. Ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὕτως ἐπιλογίσασθαι· «Μὴ ἀδικήσητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.»
5. Οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ σφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐν τοῖς ἑξῆς παρὰ τῷ Ἰωάννῃ λέγονται ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, οὖσαι παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες.
6. Τίς <ἂν> οὖν ἄλλη εἴη ἡ σφραγὶς ἡ ἐπὶ τῶν μετώπων ἢ τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ, ἐν ἀμφοτέροις τοῖς τόποις τῶν μετώπων λεγομένων ἔχειν πὴ μὲν τὴν σφραγῖδα πὴ δὲ τὰ γράμματα περιέχοντα τὸ ὄνομα τοῦ ἀρνίου καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ;
7. Ἀλλὰ καὶ οἱ «ἀπὸ φυλῶν» εἰ οἱ αὐτοί εἰσι τοῖς «παρθένοις», ὡς προαπεδείξαμεν, σπάνιος δὲ ὁ ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστεύων, ὡς τάχα τολμῆσαι ἄν τινα εἰπεῖν μὴ συμπληροῦσθαι ἀπὸ τῶν ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστευόντων μηδὲ τὸν τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων ἀριθμόν, δῆλον ὅτι ἐκ τῶν ἀπὸ τῶν ἐθνῶν τῷ θείῳ προσερχομένων λόγῳ συνίστανται αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες μετὰ γυναικῶν οὐ μολυνομένων· ὥστε μὴ ἂν ἀποπεσεῖν τῆς ἀληθείας τὸν φάσκοντα ἀπαρχὴν ἑκάστης εἶναι φυλῆς τοὺς παρθένους αὐτῆς.
8. Καὶ γὰρ ἐπιφέρεται· «Οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.»
Οὐκ ἀγνοητέον δέ, ὅτι ὁ περὶ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων παρθένων λόγος ἐπιδέχεται ἀναγωγήν. Περιττὸν δὲ νῦν καὶ οὐ κατὰ τὸν προκείμενον λόγον τὸ παρατίθεσθαι λέξεις προφητικὰς ταὐτὸν περὶ τῶν ἐξ ἐθνῶν ἡμᾶς διδασκούσας.
II. 9. Τί δὴ πάντα ταῦθ' ἡμῖν βούλεται; ἐρεῖς ἐντυγχάνων τοῖς γράμμασιν, Ἀμβρόσιε, ἀληθῶς θεοῦ ἄνθρωπε, καὶ ἐν Χριστῷ ἄνθρωπε καὶ σπεύδων εἶναι πνευματικός, οὐκέτι ἄνθρωπος.
Οἱ μὲν ἀπὸ τῶν φυλῶν δεκάτας καὶ ἀπαρχὰς ἀναφέρουσι τῷ θεῷ διὰ τῶν λευϊτῶν καὶ ἱερέων, οὐ πάντα ἔχοντες ἀπαρχὰς ἢ δεκάτας· οἱ δὲ λευῖται καὶ ἱερεῖς, πάντα δεκάταις καὶ ἀπαρχαῖς χρώμενοι, δεκάτας ἀναφέρουσι τῷ θεῷ διὰ τοῦ ἀρχιερέως, οἶμαι δ' ὅτι καὶ ἀπαρχάς.
10. Ἡμῶν δὴ τῶν προσιόντων τοῖς Χριστοῦ μαθήμασιν οἱ μὲν πλεῖστοι, τὰ πολλὰ τῷ βίῳ σχολάζοντες καὶ ὀλίγας πράξεις τῷ θεῷ ἀνατιθέντες, τάχα εἶεν ἂν οἱ ἀπὸ τῶν φυλῶν ὀλίγην πρὸς τοὺς ἱερεῖς ἔχοντες κοινωνίαν καὶ ἐν βραχέσι τὸ θεραπευτικὸν τοῦ θεοῦ τρέφοντες· οἱ δὲ ἀνακείμενοι τῷ θείῳ λόγῳ καὶ πρὸς μόνῃ τῇ θεραπείᾳ τοῦ θεοῦ γινόμενοι γνησίως κατὰ τὴν διαφορὰν τῶν εἰς τοῦτο κινημάτων λευῖται καὶ ἱερεῖς οὐκ ἀτόπως λεχθήσονται.
11. Τάχα δὲ οἱ <πάντων δια>φέροντες καὶ οἱονεὶ τὰ πρῶτα τῆς καθ' ἑαυτοὺς γενεᾶς ἔχοντες ἀρχιερεῖς ἔσονται κατὰ τὴν τάξιν Ἀαρών, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἐὰν γάρ τις ἀνθυποφέρῃ πρὸς τοῦτο, νομίζων ἡμᾶς ἀσεβεῖν τὸ τοῦ ἀρχιερέως ὄνομα τάσσοντας ἐπ' ἀνθρώπων, ἐπεὶ πολλαχοῦ Ἰησοῦς μέγας ἱερεὺς προφητεύεται – ἔχομεν γὰρ «ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ» – , λεκτέον πρὸς αὐτὸν ὅτι ὁ ἀπόστολος ἐπεσημήνατο λέγων τὸν προφήτην εἰρηκέναι περὶ Χριστοῦ· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών. Ἀφ' οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνασθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν Χριστὸν τοῦ θεοῦ.
12. Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν – εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες – , ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν; Καὶ γὰρ τολμητέον εἰπεῖν πασῶν τῶν γραφῶν εἶναι ἀπαρχὴν τὸ εὐαγγέλιον.
13. Ἀπαρχὴν οὖν πράξεων, ἐξ οὗ τῇ Ἀλεξανδρείᾳ ἐπιδεδημήκαμεν, τίνα ἄλλην ἢ τὴν εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν ἐχρῆν γεγονέναι;
Χρὴ δ' ἡμᾶς εἰδέναι οὐ ταὐτὸν εἶναι ἀπαρχὴν καὶ πρωτογέννημα· μετὰ γὰρ τοὺς πάντας καρποὺς ἀναφέρεται ἡ ἀπαρχή, πρὸ δὲ πάντων τὸ πρωτογέννημα.
14. Τῶν τοίνυν φερομένων γραφῶν καὶ ἐν πάσαις ἐκκλησίαις θεοῦ πεπιστευμένων εἶναι θείων, οὐκ ἂν ἁμάρτοι τις λέγων πρωτογέννημα μὲν τὸν Μωσέως νόμον, ἀπαρχὴν δὲ τὸ εὐαγγέλιον. Μετὰ γὰρ τοὺς πάντας τῶν προφητῶν καρποὺς τῶν μέχρι τοῦ κυρίου Ἰησοῦ ὁ τέλειος ἐβλάστησε λόγος.
15. Ἐὰν δέ τις ἀνθυποφέρῃ διὰ τὴν ἔννοιαν τῆς ἀναπτύξεως τῶν ἀπαρχῶν φάσκων μετὰ τὰ εὐαγγέλια τὰς πράξεις καὶ τὰς ἐπιστολὰς φέρεσθαι τῶν ἀποστόλων καὶ κατὰ τοῦτο μὴ ἂν ἔτι σῴζεσθαι τὸ προαποδεδομένον περὶ ἀπαρχῆς, τὸ ἀπαρχὴν πάσης γραφῆς εἶναι τὸ εὐαγγέλιον, λεκτέον ἤτοι νοῦν εἶναι σοφῶν ἐν Χριστῷ ὠφελημένων ἐν ταῖς φερομέναις ἐπιστολαῖς, δεομένων, ἵνα πιστεύωνται, μαρτυριῶν τῶν ἐν τοῖς νομικοῖς καὶ προφητικοῖς λόγοις κειμένων· ὥστε σοφὰ μὲν καὶ εὔπιστα λέγειν καὶ σφόδρα ἐπιτετευγμένα τὰ ἀποστολικά, οὐ μὴν παραπλήσια τῷ «Τάδε λέγει κύριος παντοκράτωρ».
III. 16. Καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· «Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος», ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε «Ἐγὼ λέγω, καὶ οὐχ ὁ κύριος» καὶ τὸ «Ἐν πάσαις ἐκκλησίαις διατάσσομαι» καὶ τὸ «Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις» καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ' αὐτοῦ γραφέντα τὴν μὲν ἐξουσίαν * * * * ἀποστολικὴν * * *, οὐ μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων.
17. Ἢ καὶ τούτῳ παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα «τὸν ἐρχόμενον» ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι' ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν.
18. Ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παραδόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγελιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστόλων γεγραμμένα.
19. Ἀλλ' ὅσον ἐπὶ τῇ δευτέρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομασάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα· οἷον λέγοντος τοῦ σωτῆρος· «Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς» ὁ ἀπόστολός φησι τετάχθαι ἐν τῇ ἐκκλησίᾳ καὶ διδασκάλους.
20. Οὐκ ἔσονται οὖν οὗτοι διδάσκαλοι ὅσον ἐπὶ τῇ ἀκριβείᾳ τῆς τοῦ εὐαγγελίου φωνῆς. Οὕτως οὐκ ἔσται εὐαγγέλιον τὸ κατὰ τὰς ἐπιστολὰς πᾶν γράμμα, ὅταν παραβάλληται τῇ διηγήσει τῶν περὶ Ἰησοῦ πράξεων καὶ παθημάτων καὶ λόγων αὐτοῦ.
Πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ' εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν.
IV. 21. Ἐγὼ δ' οἶμαι ὅτι καὶ τεσσάρων ὄντων τῶν εὐαγγελίων οἱονεὶ στοιχείων τῆς πίστεως τῆς ἐκκλησίας – ἐξ ὧν στοιχείων ὁ πᾶς συνέστηκε κόσμος ἐν Χριστῷ καταλλαγεὶς τῷ θεῷ, καθά φησιν ὁ Παῦλος· «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ»· οὗ κόσμου τὴν ἁμαρτίαν ἦρεν Ἰησοῦς· περὶ γὰρ τοῦ κόσμου τῆς ἐκκλησίας ὁ λόγος ἐστὶν ὁ γεγραμμένος· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» – ἀπαρχὴν τῶν εὐαγγελίων εἶναι τὸ προστεταγμένον ἡμῖν ὑπὸ σοῦ κατὰ δύναμιν ἐρευνῆσαι, τὸ κατὰ Ἰωάννην, τὸν γενεαλογούμενον εἰπὸν καὶ ἀπὸ τοῦ ἀγενεαλογήτου ἀρχόμενον.
22. Ματθαῖος μὲν γὰρ τοῖς προσδοκῶσι τὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ Ἑβραίοις γράφων· «Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ», καὶ Μάρκος, εἰδὼς ὃ γράφει, «ἀρχήν» διηγεῖται «τοῦ εὐαγγελίου», τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ * * * * τὸν «ἐν ἀρχῇ» λόγον, θεὸν λόγον. Ἀλλὰ καὶ Λουκᾶς * * * * ἀλλά γε τηρεῖ τῷ ἐπὶ τὸ στῆθος ἀναπεσόντι τοῦ Ἰησοῦ τοὺς μείζονας καὶ τελειοτέρους περὶ Ἰησοῦ λόγους· οὐδεὶς γὰρ ἐκείνων ἀκράτως ἐφανέρωσεν αὐτοῦ τὴν θεότητα ὡς Ἰωάννης, παραστήσας αὐτὸν λέγοντα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου»· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· «Ἐγώ εἰμι ἡ θύρα»· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός»· καὶ ἐν τῇ Ἀποκαλύψει «Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος».
23. Τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα. Καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην, ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ Ἰησοῦ. Εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς, φησὶ δὲ Ἰησοῦς τῇ μητρί· «Ἴδε ὁ υἱός σου» καὶ οὐχί «Ἴδε καὶ οὗτος υἱός σου», ἴσον εἴρηκε τῷ «Ἴδε οὗτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας». Καὶ γὰρ πᾶς ὁ τετελειωμένος «ζῇ οὐκέτι, ἀλλ' ἐν αὐτῷ ζῇ Χριστός», καὶ ἐπεὶ «ζῇ» ἐν αὐτῷ «Χριστός», λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· «Ἴδε ὁ υἱός σου» ὁ Χριστός.
24. Ἡλίκου τοίνυν νοῦ ἡμῖν δεῖ, ἵνα τὸν ἐν τοῖς ὀστρακίνοις τῆς εὐτελοῦς λέξεως θησαυροῖς ἐναποκείμενον λόγον, τοῦ ὑπὸ πάντων τῶν ἐντυγχανόντων ἀναγινωσκομένου γράμματος καὶ ὑπὸ πάντων τῶν παρεχόντων τὰς σωματικὰς ἀκοὰς ἀκουομένου αἰσθητοῦ διὰ φωνῆς λόγου ἐκλαβεῖν κατ' ἀξίαν δυνηθῶμεν, τί δεῖ καὶ λέγειν; Τὸν γὰρ μέλλοντα ταῦτα ἀκριβῶς καταλαμβάνειν μετὰ ἀληθείας εἰπεῖν δεῖ· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.»
25. Ἔστι δὲ προσαχθῆναι ἀπὸ τῶν ὑπὸ Παύλου λεγομένων περὶ τοῦ πᾶσαν τὴν καινὴν εἶναι τὰ εὐαγγέλια, ὅταν που γράφῃ· «Κατὰ τὸ εὐαγγέλιόν μου»· ἐν γράμμασι γὰρ Παύλου οὐκ ἔχομεν βιβλίον εὐαγγέλιον συνήθως καλούμενον, ἀλλὰ πᾶν, ὃ ἐκήρυσσε καὶ ἔλεγε, τὸ εὐαγγέλιον ἦν. Ἃ δὲ ἐκήρυσσε καὶ ἔλεγε, ταῦτα καὶ ἔγραφε· καὶ ἃ ἔγραφεν ἄρα εὐαγγέλιον ἦν.
26. Εἰ δὲ τὰ Παύλου εὐαγγέλιον ἦν, ἀκόλουθον λέγειν ὅτι καὶ τὰ Πέτρου εὐαγγέλιον ἦν καὶ ἁπαξαπλῶς τὰ συνιστάντα τὴν Χριστοῦ ἐπιδημίαν καὶ κατασκευάζοντα τὴν παρουσίαν αὐτοῦ ἐμποιοῦντά τε αὐτὴν ταῖς ψυχαῖς τῶν βουλομένων παραδέξασθαι τὸν ἑστῶτα ἐπὶ τὴν θύραν καὶ κρούοντα καὶ εἰσελθεῖν βουλόμενον εἰς τὰς ψυχὰς λόγον θεοῦ.
V. 27. Τί δὲ βούλεται δηλοῦν ἡ «εὐαγγέλιον» προσηγορία, καὶ διὰ τί ταύτην ἔχει τὴν ἐπιγραφὴν ταῦτα τὰ βιβλία, ἤδη καιρὸς ἐξετάσαι. Ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον· οὐδὲν δ' ἧττον ὁ τοιοῦτος λόγος εὐαγγέλιόν ἐστιν, ἂν καὶ πρὸς τὴν σχέσιν τοῦ ἀκούοντος ἐξετάζηται.
Ἢ εὐαγγέλιόν ἐστι λόγος περιέχων ἀγαθοῦ τῷ πιστεύοντι παρουσίαν ἢ λόγος ἐπαγγελλόμενος παρεῖναι ἀγαθὸν τὸ προσδοκώμενον.
28. Πάντες δὲ οἱ προειρημένοι ἡμῖν ὅροι ἐφαρμόζουσι τοῖς ἐπιγραφομένοις εὐαγγελίοις.
Ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὔλογον εὐφραίνει, διδάσκον τὴν δι' ἀνθρώπους τοῦ πρωτοτόκου πάσης κτίσεως Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν. Ἀλλὰ καὶ ὅτι λόγος ἐστὶν ἕκαστον εὐαγγέλιον διδάσκων τὴν τοῦ ἀγαθοῦ πατρὸς ἐν υἱῷ τοῖς βουλομένοις παραδέξασθαι ἐπιδημίαν, παντὶ τῷ πιστεύοντι σαφές.
29. Ὅτι δὲ καὶ ἀγαθὸν ἐπαγγέλλεται διὰ τῶν βιβλίων τούτων τὸ προσδοκηθέν, οὐκ ἀσαφές. Σχεδὸν γὰρ ὁ βαπτιστὴς Ἰωάννης τὴν παντὸς τοῦ λαοῦ λαβὼν φωνήν φησι πέμψας τῷ Ἰησοῦ· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν,» προσδοκώμενον γὰρ ἀγαθὸν τῷ λαῷ ὁ Χριστὸς ἦν, περὶ οὗ κηρυσσόντων τῶν προφητῶν μέχρι καὶ τῶν τυχόντων πάντες εἰς αὐτὸν ἔσχον οἱ ὑπὸ νόμον καὶ προφήτας τὰς ἐλπίδας, ὡς μαρτυρεῖ ἡ Σαμαρεῖτις λέγουσα· «Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος «Χριστός»· ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγγελεῖ ἡμῖν ἅπαντα».
30. Ἀλλὰ καὶ Σίμων καὶ Κλεόπας, ὁμιλοῦντες «πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων» τῷ Ἰησοῦ, αὐτῷ τῷ Χριστῷ ἀναστάντι οὐδέπω γινώσκοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν φασί· «Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;» Εἰπόντος δὲ «Ποῖα;» ἀποκρίνονται· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ.»
31. Πρὸς τούτοις Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα λέγει· «Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.» Καὶ μετ' ὀλίγα ὁ Φίλιππος εὑρὼν τὸν Ναθαναὴλ λέγει αὐτῷ· «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.»
VI. 32. Δόξαι δ' ἄν τις ἐνίστασθαι τῷ πρώτῳ ὅρῳ, ἐπεὶ καὶ τὰ μὴ ἐπιγεγραμμένα εὐαγγέλια ὑποπίπτει αὐτῷ· ὁ γὰρ νόμος καὶ οἱ προφῆται «λόγοι» πιστεύονται εἶναι «περιέχοντες ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν παραδέξωνται τὰ ἀπαγγελλόμενα».
33. Λεχθείη δ' ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδημίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου· ὁ δὲ σωτὴρ ἐπιδημήσας καὶ τὸ εὐαγγέλιον σωματοποιηθῆναι ποιήσας τῷ εὐαγγελίῳ πάντα ὡσεὶ εὐαγγέλιον πεποίηκεν.
34. Καὶ οὐκ ἂν ἀπὸ σκοποῦ χρησαίμην τῷ παραδείγματι τοῦ «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ». Ὅτι * * * * * * υἱοὺς τῶν ἀνθρώπων τῇ θειότητι αὐτοῦ, περιελὼν τὸ ἐν τῷ νόμῳ καὶ προφήταις κάλυμμα, πάντων τὸ θεῖον ἀπέδειξε, φανερῶς παραστήσας τοῖς βουληθεῖσι τῆς σοφίας αὐτοῦ γενέσθαι μαθηταῖς, τίνα τὰ ἀληθινὰ τοῦ Μωσέως νόμου, ὧν ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον οἱ πάλαι, καὶ τίς ἡ ἀλήθεια τῶν ἐν ταῖς ἱστορίαις πραγμάτων, ἅτινα «τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ» δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.
35. Πᾶς γοῦν ᾧ Χριστὸς ἐπιδεδήμηκεν οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ τῶν Σαμαρειτῶν ὄρει προσκυνεῖ τῷ θεῷ ἀλλὰ μαθὼν ὅτι «πνεῦμα ὁ θεός», πνευματικῶς λατρεύων αὐτῷ «πνεύματι καὶ ἀληθείᾳ» οὐκέτι δὲ τυπικῶς προσκυνεῖ τὸν τῶν ὅλων πατέρα καὶ δημιουργόν.
36. Οὐκοῦν πρὸ τοῦ εὐαγγελίου, ὃ γέγονε διὰ τὴν Χριστοῦ ἐπιδημίαν, οὐδὲν τῶν πάλαι εὐαγγέλιον ἦν. Τὸ δὲ εὐαγγέλιον, ὅπερ ἐστὶ διαθήκη καινή, ἀποστῆσαν ἡμᾶς παλαιότητος τοῦ γράμματος τήν μηδέποτε παλαιουμένην καινότητα τοῦ πνεύματος, οἰκείαν τῆς καινῆς διαθήκης τυγχάνουσαν, ἐν πάσαις ἀνακειμένην γραφαῖς τῷ φωτὶ τῆς γνώσεως ἀνέλαμψεν. Ἐχρῆν δὲ τὸ ποιητικὸν τοῦ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομιζομένου εὐαγγελίου εὐαγγέλιον ἐξαιρέτως καλεῖσθαι «εὐαγγέλιον».
VII. 37. Πλὴν οὐκ ἀγνοητέον Χριστοῦ ἐπιδημίαν καὶ πρὸ τῆς κατὰ σῶμα ἐπιδημίας τὴν νοητὴν γεγονέναι τοῖς τελειοτέροις καὶ οὐ νηπίοις οὐδὲ ὑπὸ παιδαγωγοὺς καὶ ἐπιτρόπους ἔτι τυγχάνουσιν, οἷς τὸ νοητὸν τοῦ χρόνου πλήρωμα ἐνέστη, ὥσπερ τοῖς πατριάρχαις καὶ Μωσεῖ τῷ θεράποντι καὶ τοῖς τεθεαμένοις Χριστοῦ τὴν δόξαν προφήταις.
38. Ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε «ὑπὸ ἐπιτρόπους» τυγχάνουσι «καὶ οἰκονόμους» καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν· <οἷς> οἱ μὲν πρόδρομοι Χριστοῦ ἐπιδεδημήκασι, παισὶ ψυχαῖς ἁρμόζοντες λόγοι, εὐλόγως ἂν κληθέντες «παιδαγωγοί»· αὐτὸς δὲ ὁ υἱὸς ὁ δεδοξασμένος «θεὸς λόγος» οὐδέπω, περιμένων τὴν δέουσαν γενέσθαι προπαρασκευὴν τοῖς μέλλουσι χωρεῖν αὐτοῦ τὴν θεότητα ἀνθρώποις θεοῦ.
39. Καὶ τοῦτο δὲ εἰδέναι ἐχρῆν, ὅτι ὥσπερ ἔστι «νόμος σκιὰν» περιέχων «τῶν μελλόντων ἀγαθῶν» ὑπὸ τοῦ κατὰ ἀλήθειαν καταγγελλομένου νόμου δηλουμένων, οὕτω καὶ εὐαγγέλιον σκιὰν μυστηρίων Χριστοῦ διδάσκει τὸ νομιζόμενον ὑπὸ πάντων τῶν ἐντυγχανόντων νοεῖσθαι.
40. Ὃ δέ φησιν Ἰωάννης εὐαγγέλιον αἰώνιον, οἰκείως ἂν λεχθησόμενον πνευματικόν, σαφῶς παρίστησι τοῖς νοοῦσιν τὰ πάντα ἐνώπιον περὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὰ παριστάμενα μυστήρια ὑπὸ τῶν λόγων αὐτοῦ τά τε πράγματα, ὧν αἰνίγματα ἦσαν αἱ πράξεις αὐτοῦ.
Τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περ<ιτετμημένος> καὶ ἐν φανερῷ περι<τομὴ> καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.
41. Καὶ Παῦλος μὲν καὶ Πέτρος, ἐν φανερῷ πρότερον ὄντες Ἰουδαῖοι καὶ περιτετμημένοι, ὕστερον καὶ ἐν τῷ κρυπτῷ τοιοῦτοι τυγχάνειν ἀπὸ Ἰησοῦ εἰλήφασι, τὸ ἐν φανερῷ εἶναι Ἰουδαῖοι διὰ τὴν τῶν πολλῶν σωτηρίαν κατ' οἰκονομίαν οὐ μόνον λόγοις ὁμολογοῦντες ἀλλὰ καὶ διὰ τῶν ἔργων δεικνύντες Τὸ δ' αὐτὸ καὶ περὶ τοῦ χριστιανισμοῦ αὐτῶν λεκτέον.
42. Καὶ ὥσπερ οὔκ ἐστιν ὠφελῆσαι δυνατὸν Παῦλον τοὺς κατὰ σάρκα Ἰουδαίους, ἐὰν μή, ὅτε ὁ λόγος αἱρεῖ, περιτέμῃ τὸν Τιμόθεον, καί, ὅτε εὔλογόν ἐστι, ξυράμενον καὶ προσφορὰν ποιήσαντα καὶ ἁπαξαπλῶς τοῖς Ἰουδαίοις Ἰουδαῖον γενόμενον, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, οὕτως τὸν ἐκκείμενον εἰς πολλῶν ὠφέλειαν οὔκ ἐστι διὰ τοῦ ἐν κρυπτῷ χριστιανισμοῦ μόνον δυνατὸν τοὺς στοιχειουμένους ἐν τῷ φανερῷ χριστιανισμῷ βελτιῶσαι καὶ προαγαγεῖν ἐπὶ τὰ κρείττονα καὶ ἀνωτέρω.
43. Διόπερ ἀναγκαῖον πνευματικῶς καὶ σωματικῶς χριστιανίζειν· καὶ ὅπου μὲν χρὴ τὸ σωματικὸν κηρύσσειν εὐαγγέλιον, φάσκοντα «μηδὲν εἰδέναι» <ἐν> τοῖς σαρκίνοις «ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», τοῦτο ποιητέον· ἐπὰν δὲ εὑρεθῶσι κατηρτισμένοι τῷ πνεύματι καὶ καρποφοροῦντες ἐν αὐτῷ ἐρῶντές τε τῆς οὐρανίου σοφίας, μεταδοτέον αὐτοῖς τοῦ λόγου ἐπανελθόντος ἀπὸ τοῦ σεσαρκῶσθαι ἐφ' ὃ «ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν».
VIII. 44. Ταῦτα δὲ ἐξετάζοντες περὶ τοῦ εὐαγγελίου οὐ μάτην εἰρηκέναι ἡγούμεθα, οἱονεὶ αἰσθητὸν εὐαγγέλιον νοητοῦ καὶ πνευματικοῦ τῇ ἐπινοίᾳ διακρίνοντες.
45. Καὶ γὰρ νῦν πρόκειται τὸ αἰσθητὸν εὐαγγέλιον μεταλαβεῖν εἰς πνευματικόν· τίς γὰρ ἡ διήγησις τοῦ αἰσθητοῦ, εἰ μὴ μεταλαμβάνοιτο εἰς πνευματικόν; Ἤτοι οὐδεμία ἢ ὀλίγη καὶ τῶν τυχόντων ἀπὸ τῆς λέξεως αὑτοὺς πεπεικότων λαμβάνειν τὰ δηλούμενα.
46. Ἀλλὰ πᾶς ἀγὼν ἡμῖν ἐνέστηκε πειρωμένοις εἰς τὰ βάθη τοῦ εὐαγγελικοῦ νοῦ φθάσαι καὶ ἐρευνῆσαι τὴν ἐν αὐτῷ γυμνὴν τύπων ἀλήθειαν.
47. Τῶν δὴ εὐαγγελιζομένων ἐν ἀγαθῶν ἀπαγγελίᾳ νοουμένων, οἱ μὲν ἀπόστολοι τὸν Ἰησοῦν εὐαγγελίζονται· λέγονται μέντοι ὡς ἀγαθὸν καὶ τὴν ἀνάστασιν εὐαγγελίζεσθαι, καὶ αὐτήν πως οὖσαν Ἰησοῦν· Ἰησοῦς γάρ φησιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· Ἰησοῦς δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα εὐαγγελίζεται τοῖς πτωχοῖς, παρακαλῶν αὐτοὺς ἐπὶ τὰς θείας ἐπαγγελίας.
48. Καὶ μαρτυροῦσιν αἱ θεῖαι γραφαὶ τοῖς ὑπὸ τῶν ἀποστόλων εὐαγγελισμοῖς καὶ τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὁ μὲν Δαβὶδ περὶ τῶν ἀποστόλων, τάχα δὲ καὶ εὐαγγελιστῶν λέγων· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ», ἅμα καὶ διδάσκων ὅτι οὐ σύνθεσις λόγου καὶ προφορὰ φωνῶν καὶ ἠσκημένη καλλιλεξία ἀνύει πρὸς τὸ πείθειν, ἀλλὰ δυνάμεως θείας ἐπιχορηγία. –
49. Διόπερ καὶ ὁ Παῦλός πού φησι· «Γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει» καὶ ἐν ἄλλοις· «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως».
50. Ταύτῃ τῇ δυνάμει μαρτυροῦντες ὁ Σίμων καὶ ὁ Κλεόπας φασίν· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;» Οἱ δὲ ἀπόστολοι, ἐπεὶ καὶ ποσότης ἐστὶ δυνάμεως ἐπιχορηγουμένης ὑπὸ θεοῦ διαφέρουσα τοῖς λέγουσιν, εἶχον κατὰ τὸ παρὰ τῷ Δαβὶδ λεγόμενον· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», πολλὴν δύναμιν. –
51. Ἡσαΐας δὲ φάσκων· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά», τὸ ὡραῖον καὶ ἐν καιρῷ γινόμενον τῶν ἀποστόλων ὁδευόντων τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ὁδός» κήρυγμα νοήσας ἐπαινεῖ «πόδας» τοὺς διὰ τῆς νοητῆς ὁδοῦ Χριστοῦ Ἰησοῦ βαδίζοντας διά τε τῆς θύρας εἰσιόντας πρὸς τὸν θεόν. «Ἀγαθὰ» δὲ εὐαγγελίζονται οὗτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες, τὸν Ἰησοῦν.
IX. 52. Καὶ μὴ θαυμάσῃ τις, εἰ πληθυντικῷ ὀνόματι τῷ τῶν ἀγαθῶν τὸν Ἰησοῦν ἐξειλήφαμεν εὐαγγελίζεσθαι. Ἐκλαβόντες γὰρ τὰ πράγματα καθ' ὧν τὰ ὀνόματα κεῖται, ἃ ὁ υἱὸς τοῦ θεοῦ ὀνομάζεται, συνήσομεν πῶς πολλὰ ἀγαθά ἐστιν ὁ Ἰησοῦς, ὃν εὐαγγελίζονται οὗτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες.
53. Ἓν μὲν γὰρ ἀγαθὸν ζωή, Ἰησοῦς δὲ ζωή.
Καὶ ἕτερον ἀγαθὸν «φῶς τοῦ κόσμου», «φῶς» τυγχάνον «ἀληθινὸν» καὶ «φῶς τῶν ἀνθρώπων»· ἅπερ πάντα ὁ υἱὸς εἶναι λέγεται τοῦ θεοῦ.
Καὶ ἄλλο ἀγαθὸν κατ' ἐπίνοιαν παρὰ τὴν ζωὴν καὶ τὸ φῶς ἡ ἀλήθεια καὶ τέταρτον παρὰ ταῦτα ἡ ἐπὶ ταύτην φέρουσα ὁδός· ἅπερ πάντα ὁ σωτὴρ ἡμῶν διδάσκει ἑαυτὸν εἶναι λέγων. «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή».
54. Πῶς δὲ οὐκ ἀγαθὸν τὸ ἀποτιναξάμενον τὸν χοῦν καὶ τὴν νεκρότητα ἀναστῆναι, τούτου τυγχάνοντα ἀπὸ τοῦ κυρίου καθὸ ἀνάστασίς ἐστιν, ὃς καί φησιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις»;
Ἀλλὰ καὶ ἡ θύρα, δι' ἧς τις εἰς τὴν ἄκραν εἰσέρχεται μακαριότητα, ἀγαθόν· ὁ δὲ Χριστός φησιν· «Ἐγώ εἰμι ἡ θύρα».
55. Τί δὲ δεῖ περὶ σοφίας λέγειν, ἣν «ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ᾗ προσέχαιρεν ὁ πατὴρ αὐτῆς, ἐνευφραινόμενος τῷ πολυποικίλῳ νοητῷ κάλλει αὐτῆς ὑπὸ νοητῶν ὀφθαλμῶν μόνων βλεπομένῳ καὶ εἰς ἔρωτα τὸν τὸ θεῖον κάλλος κατανοοῦντα οὐράνιον προκαλουμένῳ; Ἀγαθὸν γὰρ ἡ σοφία τοῦ θεοῦ, ὅπερ μετὰ τῶν προειρημένων εὐαγγελίζονται ὧν «ὡραῖοι οἱ πόδες».
56. Ἀλλὰ καὶ ἡ δύναμις τοῦ θεοῦ ἤδη ὄγδοον ἡμῖν ἀγαθὸν καταλέγεται, ἥτις ἐστὶν ὁ Χριστός.
57. Οὐ σιωπητέον δὲ οὐδὲ τὸν μετὰ τὸν πατέρα τῶν ὅλων θεὸν λόγον· οὐδενὸς γὰρ ἔλαττον ἀγαθοῦ καὶ τοῦτο τὸ ἀγαθόν.
Μακάριοι μὲν οὖν οἱ χωρήσαντες ταῦτα τὰ ἀγαθὰ καὶ παραδεξάμενοι ἀπὸ τῶν ὡραίων τοὺς πόδας καὶ εὐαγγελιζομένων αὐτά.
58. Πλὴν κἂν Κορίνθιός τις ὤν, κρίνοντος Παύλου μηδὲν εἰδέναι παρ' αὐτῷ ἢ «Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», τὸν δι' ἡμᾶς ἄνθρωπον μανθάνων παραδέξηται, «ἐν ἀρχῇ» τῶν ἀγαθῶν γίνεται, ὑπὸ τοῦ ἀνθρώπου Ἰησοῦ «ἄνθρωπος» γινόμενος «θεοῦ» καὶ ἀπὸ τοῦ θανάτου αὐτοῦ ἀποθνῄσκων τῇ ἁμαρτίᾳ· καὶ γὰρ ἐκεῖνος «ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ».
59. Ἀπὸ δὲ τῆς ζωῆς αὐτοῦ, ἐπεὶ Ἰησοῦς «ὃ ζῇ, ζῇ τῷ θεῷ», πᾶς ὁ σύμμορφος γενόμενος τῆς ἀναστάσεως αὐτοῦ λαμβάνει τὸ ζῆν τῷ θεῷ.
Τίς δὲ διστάξει, εἰ αὐτοδικαιοσύνη ἀγαθόν ἐστι καὶ αὐτοαγιασμὸς καὶ αὐτοαπολύτρωσις; ἅπερ καὶ αὐτὰ οἱ Ἰησοῦν εὐαγγελιζόμενοι εὐαγγελίζονται, λέγοντες αὐτὸν γεγονέναι ἡμῖν δικαιοσύνην ἀπὸ θεοῦ καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν.
X. 60. Παρέσται δὲ ἀπὸ τούτων τῶν γεγραμμένων περὶ αὐτοῦ δυσεξαριθμήτων παριστάντα πῶς πλῆθος ἀγαθῶν ἐστὶν Ἰησοῦς, καταστοχάζεσθαι τῶν ὑπαρχόντων μὲν ἐν αὐτῷ, εἰς ὃν «εὐδόκησεν» ἅπαν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς, οὐ μὴν ὑπὸ γραμμάτων κεχωρημένων.
61. Καὶ τί λέγω «ὑπὸ γραμμάτων», ὅτε καὶ περὶ ὅλου τοῦ κόσμου φησὶν ὁ Ἰωάννης ὅτι «Οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία»;
62. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ὅτι οἱ ἀπόστολοι τὸν σωτῆρα εὐαγγελίζονται, καὶ τὰ ἀγαθὰ εὐαγγελίζονται. Οὗτος γάρ ἐστιν ὁ ἀπὸ τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀγαθὰ εἶναι λαβών, ἵνα ἕκαστος ὃ χωρεῖ ἢ ἃ χωρεῖ διὰ Ἰησοῦ λαβὼν ἐν ἀγαθοῖς τυγχάνῃ.
63. Οὐχ οἷοί τε δὲ ἦσαν οἱ ἀπόστολοι, ὧν «ὡραῖοι οἱ πόδες», καὶ οἱ τούτων ζηλωταὶ εὐαγγελίζεσθαι τὰ ἀγαθά, μὴ πρότερον Ἰησοῦ αὐτοῖς αὐτὰ εὐαγγελισαμένου, ὡς ὁ Ἡσαΐας φησίν· «Αὐτὸς ὁ λαλῶν πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· Βασιλεύσει σου ὁ θεός».
64. Τίνα γὰρ τὰ ὄρη, ἐφ' ὧν αὐτὸς ὁ λαλῶν παρεῖναι ὁμολογεῖ ἢ οἱ μηδενὸς τῶν ἐπὶ γῆς ὑψηλοτάτων καὶ μεγίστων ἥττονες; Οὕστινας ζητεῖσθαι δεῖ ὑπὸ τῶν ἱκανῶν διακόνων τῆς καινῆς διαθήκης, ἵνα τηρήσωσι τὴν λέγουσαν ἐντολήν· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ».
65. Οὐ θαυμαστὸν δὲ εἰ τοῖς μέλλουσιν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ Ἰησοῦς εὐαγγελίζεται τὰ ἀγαθά, οὐκ ἄλλα τυγχάνοντα ἑαυτοῦ· ἑαυτὸν γὰρ εὐαγγελίζεται ὁ υἱὸς τοῦ θεοῦ τοῖς δυναμένοις οὐ δι' ἄλλων αὐτὸν μαθεῖν. Πλὴν ὁ ἐπιβαίνων τῶν ὀρῶν καὶ εὐαγγελιζόμενος αὐτοῖς τὰ ἀγαθά, μαθητευθεὶς τῷ ἀγαθῷ πατρὶ ἀνατέλλοντι «τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς» καὶ βρέχοντι «ἐπὶ δικαίους καὶ ἀδίκους», τοὺς τὴν ψυχὴν πτωχοὺς οὐχ ὑπερηφανεῖ.
66. Καὶ τούτοις γὰρ εὐαγγελίζεται, ὡς αὐτὸς μαρτυρεῖ λαβὼν τὸν Ἡσαΐαν καὶ ἀναγνούς· «Τὸ πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με κηρύξαι αἰχμαλώτοῖς ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν»· «πτύξας» γὰρ τὸ βιβλίον καὶ «ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε» καὶ πάντων ἐνατενιζόντων αὐτῷ φησι· «Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.»
XI. 67. Ἀναγκαῖον δὲ εἰδέναι ὅτι ἐμπεριλαμβάνεται τῷ τηλικούτῳ εὐαγγελίῳ καὶ πᾶσα ἡ εἰς Ἰησοῦν γινομένη πρᾶξις ἀγαθή, ὥσπερ καὶ τῆς τὰ πονηρὰ ἔργα πεποιηκυίας καὶ μετανενοηκυίας εὐωδίαν δεδυνημένης διὰ τὴν ἀπὸ τῶν κακῶν γνησίαν μετάστασιν καταχέαι τοῦ Ἰησοῦ καὶ παντὶ τῷ οἴκῳ τὴν τοῦ μύρου πνοὴν εἰς αἴσθησιν πάντων τῶν ἐν αὐτῷ ἐμπεποιηκυίας.
68. Διὸ καὶ γέγραπται· «Ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν πᾶσι τοῖς ἔθνεσι, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»
Σαφὲς δὲ ὅτι εἰς Ἰησοῦν γίνεται τὰ εἰς τοὺς μαθητευθέντας αὐτῷ ἐπιτελούμενα· δεικνὺς γοῦν τοὺς εὖ πεπονθότας φησὶ τοῖς πεποιηκόσι· «Τούτοις ὃ ἐποιήσατε ἐμοὶ ἐποιήσατε»· ὥστε πᾶσα πρᾶξις ἀγαθὴ ἡ εἰς τὸν πλησίον ὑφ' ἡμῶν ἐπιτελουμένη εἰς τὸ εὐαγγέλιον ἀναφέρεται, τὸ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ γραφόμενον καὶ ὑπὸ πάντων τῶν ἠξιωμένων τῆς τῶν ὅλων γνώσεως ἀναγινωσκόμενον.
69. Ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου μέρος ἐστὶ τοῦ εὐαγγελίου εἰς κατηγορίαν τῶν πραξάντων τὰ εἰς Ἰησοῦν ἁμαρτανόμενα.
70. Ἡ γοῦν Ἰούδα προδοσία καὶ ἡ τοῦ ἀσεβοῦς λαοῦ καταβόησις φάσκοντος «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον» καὶ «Σταύρου, σταύρου αὐτὸν» καὶ οἱ ἐμπαιγμοὶ τῶν αὐτὸν τῇ ἀκάνθῃ στεφανωσάντων καὶ τὰ τούτοις παραπλήσια ἐγκατατέτακται τοῖς εὐαγγελίοις.
71. Ἀκόλουθον δὲ τούτοις ἐστὶ νοῆσαι ὅτι πᾶς ὁ τῶν Ἰησοῦ προδότης Ἰησοῦ προδότης εἶναι λελόγισται. Πρὸς γοῦν τὸν ἔτι διώκοντα Σαῦλον <εἶπεν>· «Σαούλ, Σαούλ, τί με διώκεις»; καὶ «Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις».
72. Τίνες δὲ τὰς ἀκάνθας ἔχουσιν, αἷς τὸν Ἰησοῦν ἀτιμάζοντες στεφανοῦσιν; Οἳ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου» συμπνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ «οὐ τελεσφοροῦσιν».
73. Διόπερ φυλακτέον μήποτε καὶ ἡμεῖς, ὡς ταῖς ἰδίαις ἀκάνθαις στεφανοῦντες τὸν Ἰησοῦν, ἀναγραφόμενοι τοιοῦτοι ἀναγινωσκώμεθα παρὰ τοῖς τὸν ἐν πᾶσι καὶ παρὰ πᾶσι λογικοῖς ἢ ἁγίοις Ἰησοῦν μανθάνουσι, τίνα τε τρόπον μύρῳ ἀλείφεται καὶ δειπνίζεται καὶ δοξάζεται ἢ ἐκ τῶν ἐναντίων ἀτιμάζεται καὶ ἐμπαίζεται καὶ τύπτεται.
74. Ἀναγκαίως δὴ ταῦθ' ἡμῖν εἴρηται δεικνύουσιν ὡς αἱ ἀγαθαὶ ἡμῶν πράξεις καὶ αἱ ἁμαρτίαι τῶν πταιόντων τῷ εὐαγγελίῳ ἐγκατατάσσονται ἤτοι «εἰς ζωὴν αἰώνιον ἢ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον».
XII. 75. Εἰ δὲ ἐν ἀνθρώποις εἰσὶν οἱ τετιμημένοι διακονίᾳ τῇ τῶν εὐαγγελιστῶν καὶ αὐτὸς ὁ Ἰησοῦς εὐαγγελίζεται ἀγαθὰ καὶ πτωχοῖς εὐαγγελίζεται, οὐκ ἔδει τοὺς πεποιημένους ὑπὸ τοῦ θεοῦ «πνεύματα ἀγγέλους» καὶ τοὺς ὄντας «πυρὸς φλόγα», «λειτουργοὺς» τοῦ τῶν ὅλων πατρός, ἐστερῆσθαι τοῦ καὶ αὐτοὺς εἶναι εὐαγγελιστάς;
76. Διὰ τοῦτο καὶ ἄγγελος ἐπιστὰς τοῖς ποιμέσι φησί, δόξαν ποιήσας περιλάμπειν αὐτούς· «Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαβίδ»· ὅτε καὶ μηδέπω ἀνθρώπων συνιέντων τὸ τοῦ εὐαγγελίου μυστήριον οἱ κρείττονες αὐτῶν, οὐράνιος τυγχάνοντες στρατιὰ θεοῦ, αἰνοῦντες τὸν θεὸν λέγουσι· «Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»
77. Καὶ ταῦτα εἰπόντες ἀπέρχονται ἀπὸ τῶν ποιμένων εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καταλιπόντες ἡμῖν νοεῖν, πῶς ἡ εὐαγγελισθεῖσα ἡμῖν διὰ τῆς γενέσεως Χριστοῦ Ἰησοῦ «χαρὰ» «δόξα» ἐστὶν «ἐν ὑψίστοις θεῷ» τῶν ταπεινωθέντων εἰς χοῦν ἐπιστρεφόντων «εἰς τὴν ἀνάπαυσιν» αὐτῶν καὶ «ἐν ὑψίστοις» διὰ Χριστοῦ μελλόντων δοξάζειν τὸν θεόν.
78. Ἀλλὰ καὶ θαυμάζουσιν οἱ ἄγγελοι τὴν ἐπὶ γῆς ἐσομένην διὰ Ἰησοῦν εἰρήνην, τοῦ πολεμικοῦ χωρίου, εἰς ὃ ἐκπεσὼν «ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων» ὑπὸ Ἰησοῦ συντρίβεται.
XIII. 79. Πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο περὶ εὐαγγελίου ἰστέον, ὅτι πρώτως τῆς κεφαλῆς τοῦ ὅλου τῶν σῳζομένων σώματος, Χριστοῦ Ἰησοῦ, ἐστὶ τὸ εὐαγγέλιον, ὥς φησιν ὁ Μάρκος· «Ἀρχὴ τοῦ εὐαγγελίου Χριστοῦ Ἰησοῦ». Ἤδη δὲ καὶ τῶν ἀποστόλων τυγχάνει· διὸ λέγει ὁ Παῦλος· «Κατὰ τὸ εὐαγγέλιόν μου».
80. Πλὴν ἡ ἀρχὴ τοῦ εὐαγγελίου – ἔστι γὰρ αὐτοῦ μέγεθος ἀρχὴν καὶ τὰ ἑξῆς καὶ μέσα καὶ τέλη ἔχοντος – ἤτοι πᾶσά ἐστιν ἡ παλαιὰ διαθήκη, τύπου αὐτῆς ὄντος Ἰωάννου, ἢ διὰ τὴν συναφὴν τῆς καινῆς πρὸς τὴν παλαιὰν τὰ τέλη τῆς παλαιᾶς διὰ Ἰωάννου παριστάμενα.
81. Φησὶ γὰρ ὁ αὐτὸς Μάρκος· «Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.»
82. Ὅθεν θαυμάζειν μοι ἔπεισι, πῶς δυσὶ θεοῖς προσάπτουσιν ἀμφοτέρας τὰς διαθήκας οἱ ἑτερόδοξοι, οὐκ ἔλαττον καὶ ἐκ τούτου τοῦ ῥητοῦ ἐλεγχόμενοι.
Πῶς γὰρ δύναται ἀρχὴ εἶναι τοῦ εὐαγγελίου, ὡς αὐτοὶ οἴονται, ἑτέρου τυγχάνων θεοῦ ὁ Ἰωάννης, ὁ τοῦ δημιουργοῦ ἄνθρωπος καὶ ἀγνοῶν, ὡς νομίζουσι, τὴν καινὴν θεότητα;
XIV. 83. Οὐ μίαν δὲ καὶ βραχεῖαν πιστεύονται διακονίαν εὐαγγελικὴν ἄγγελοι οὐδὲ μόνην τὴν πρὸς τοὺς ποιμένας γεγενημένην· ἀλλὰ γὰρ ἐπὶ τέλει μετέωρος καὶ ἱπτάμενος ἄγγελος εὐαγγέλιον ἔχων εὐαγγελιεῖται πᾶν ἔθνος, τοῦ ἀγαθοῦ πατρὸς οὐ πάντη καταλιπόντος τοὺς ἀποπεπτωκότας αὐτοῦ.
84. Φησὶ γοῦν ἐν τῇ Ἀποκαλύψει ὁ τοῦ Ζεβεδαίου Ἰωάννης· «Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλώσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.»
XV. 85. Ἐπεὶ τοίνυν «ἀρχὴν τοῦ εὐαγγελίου» κατὰ μίαν ἐκδοχὴν τὴν πᾶσαν παρεστήσαμεν εἶναι παλαιὰν διαθήκην διὰ τοῦ ὀνόματος Ἰωάννου σημαινομένην, ὑπὲρ τοῦ μὴ ἀμάρτυρον εἶναι τὴν ἐκδοχὴν ταύτην παραθησόμεθα τὸ ἐκ Πράξεων περὶ τοῦ τῆς Αἰθιόπων βασιλίδος εὐνούχου εἰρημένον καὶ Φιλίππου· «Ἀρξάμενος, γάρ φησιν, ὁ Φίλιππος ἀπὸ τῆς Ἡσαΐου γραφῆς τῆς· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείροντος ἄφωνος, εὐαγγελίσατο αὐτῷ τὸν κύριον Ἰησοῦν.» Πῶς γὰρ ἀρχόμενος ἀπὸ τοῦ προφήτου εὐαγγελίζεται Ἰησοῦν, εἰ μὴ τῆς ἀρχῆς τοῦ εὐαγγελίου μέρος τι ὁ Ἡσαΐας ἦν;
86. Ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι· καὶ γὰρ εἰ ὁ εὐαγγελιζόμενος «ἀγαθὰ εὐαγγελίζεται», πάντες δὲ οἱ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας Χριστὸν εὐαγγελίζονται ὄντα «τὰ ἀγαθά», ὡς ἀπεδείξαμεν, πάντων πως εἰσὶν οἱ λόγοι τοῦ εὐαγγελίου μέρος.
87. Ὅπερ εὐαγγέλιον λεγόμενον λαλεῖσθαι ἐν ὅλῳ τῷ κόσμῳ ἡμεῖς ἐκλαμβάνομεν ἀπαγγέλλεσθαι ἐν ὅλῳ τῷ κόσμῳ, οὐ μόνον τῷ περιγείῳ τόπῳ ἀλλὰ καὶ παντὶ τῷ συστήματι τῷ ἐξ οὐρανοῦ καὶ γῆς ἢ ἐξ οὐρανῶν καὶ γῆς.
88. Καὶ τί δεῖ ἐπὶ πλεῖον μηκύνειν τὸν περὶ τοῦ τί τὸ εὐαγγέλιόν ἐστι λόγον; Αὐτάρκως δὴ τούτων εἰρημένων καὶ ἐκ τούτων τῶν μὴ ἀνεντρεχῶν δυναμένων τὰ παραπλήσια συναγαγεῖν ἀπὸ τῶν γραφῶν καὶ βλέπειν τίς ἡ δόξα τῶν ἐν Ἰησοῦ Χριστῷ ἀγαθῶν ἀπὸ τοῦ εὐαγγελίου, διακονουμένου ὑπὸ ἀνθρώπων καὶ ἀγγέλων, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἀρχῶν καὶ ἐξουσιῶν καὶ θρόνων καὶ κυριοτήτων «καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», εἴγε καὶ ὑπ' αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ που καταπαύσομεν τὰ πρὸ τῆς συναναγνώσεως τῶν γεγραμμένων.
89. Ἤδη δὲ θεὸν αἰτώμεθα συνεργῆσαι διὰ Χριστοῦ ἡμῖν ἐν ἁγίῳ πνεύματι πρὸς ἀνάπτυξιν τοῦ ἐν ταῖς λέξεσιν ἐναποτεθησαυρισμένου μυστικοῦ νοῦ.
XVI.90. Οὐ μόνον Ἕλληνες πολλά φασι σημαινόμενα εἶναι ἀπὸ τῆς «ἀρχῆς» προσηγορίας· ἀλλὰ γὰρ εἴ τις τηρήσαι συνάγων πάντοθεν τοῦτο τὸ ὄνομα καὶ ἀκριβῶς ἐξετάζων βούλοιτο κατανοεῖν ἐν ἑκάστῳ τόπῳ τῶν γραφῶν ἐπὶ τίνος τέτακται, εὑρήσει καὶ κατὰ τὸν θεῖον λόγον τὸ πολύσημον τῆς φωνῆς.
91. Ἡ μὲν γάρ τις ὡς μεταβάσεως, αὕτη δέ ἐστιν ἡ ὡς ὁδοῦ καὶ μήκους· ὅπερ δηλοῦται ἐκ τοῦ «Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια». Τῆς γὰρ «ἀγαθῆς ὁδοῦ» μεγίστης τυγχανούσης, κατὰ μὲν τὰ πρῶτα νοητέον εἶναι τὸ πρακτικόν, ὅπερ παρίσταται διὰ τοῦ «Ποιεῖν τὰ δίκαια», κατὰ δὲ τὰ ἑξῆς τὸ θεωρητικόν, εἰς ὃ καταλήγειν οἶμαι καὶ τὸ τέλος αὐτῆς ἐν τῇ λεγομένῃ «ἀποκαταστάσει» διὰ τὸ μηδένα καταλείπεσθαι τότε ἐχθρόν, εἴγε ἀληθὲς τὸ «δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος δὲ ἐχθρὸς καταργεῖται ὁ θάνατος».
92. Τότε γὰρ μία πρᾶξις ἔσται τῶν πρὸς θεὸν διὰ τὸν πρὸς αὐτὸν λόγον φθασάντων ἡ τοῦ κατανοεῖν τὸν θεόν, ἵνα γένωνται οὕτως ἐν τῇ γνώσει τοῦ πατρὸς μορφωθέντες πάντες † ἀκριβῶς υἱός, ὡς νῦν μόνος ὁ υἱὸς ἔγνωκε τὸν πατέρα·
93. εἰ γὰρ ἐπιμελῶς τις ἐξετάζοι, πότε γνώσονται, οἷς ἀποκαλύπτει ὁ ἐγνωκὼς τὸν πατέρα υἱός, τὸν πατέρα, καὶ βλέποι τὸ νῦν «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι» τὸν βλέποντα βλέπειν, οὐδέπω ἐγνωκότα «καθὼς δεῖ γνῶναι», οὐκ ἂν ἁμάρτοι λέγων μηδένα ἐγνωκέναι, κἂν ἀπόστολος κἂν προφήτης τις ᾖ, τὸν πατέρα, ἀλλ' ὅταν γένωνται ἓν ὡς <ὁ> υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν.
94. Εἰ δὲ δόξειέ τις ἡμᾶς παρεκβεβηκέναι, ἓν σημαινόμενον τῆς ἀρχῆς σαφηνίζοντας καὶ ταῦτα εἰρηκότας, δεικτέον ὅτι ἡ παρέκβασις πρὸς τὸ προκείμενον ἀναγκαία καὶ χρήσιμος ἦν.
Εἰ γὰρ «ἀρχὴ» ὡς μεταβάσεώς ἐστι καὶ ὁδοῦ καὶ μήκους, «ἀρχὴ δὲ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια», ἔστιν εἰδέναι, εἰ πᾶσα ὁδὸς ἀγαθή πως «ἀρχὴν» μὲν ἔχει «τὸ ποιεῖν τὰ δίκαια», μετὰ δὲ τὴν ἀρχὴν τὴν θεωρίαν, καὶ τίνα τρόπον τὴν θεωρίαν.
XVII. 95. Ἔστι δὲ «ἀρχὴ» καὶ ἡ ὡς γενέσεως, ἣ δόξαι ἂν ἐπὶ τοῦ «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· οἶμαι δὲ σαφέστερον ἐν τῷ Ἰὼβ τοῦτο καταγγέλλεσθαι τὸ σημαινόμενον κατὰ τὸ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ».
96. Ὑπολάβοι γὰρ ἄν τις τῶν ἐν γενέσει τῇ τοῦ κόσμου τυγχανόντων «ἐν ἀρχῇ» πεποιῆσθαι «τὸν οὐρανὸν καὶ τὴν γῆν»· βέλτιον δὲ ὡς πρὸς τὸ δεύτερον ῥητόν, πολλῶν ὄντων τῶν ἐν σώμασι γεγενημένων πρῶτον τῶν ἐν σώματι τὸν καλούμενον εἶναι δράκοντα, ὀνομαζόμενον δέ που καὶ «μέγα κῆτος», ὅπερ ἐχειρώσατο ὁ κύριος.
97. Καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώματον ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίζων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ».
98. Δυνατὸν μέντοι γε τὸν δράκοντα μὴ ἁπαξαπλῶς εἶναι ἀρχὴν πλάσματος κυρίου, ἀλλὰ πολλῶν ἐν σώματι «ἐγκαταπαίζεσθαι» πεποιημένων «ὑπὸ τῶν ἀγγέλων», τοῦτον ἀρχὴν τῶν τοιούτων εἶναι, δυναμένων τινῶν ὑπάρχειν ἐν σώματι οὐχ οὕτως· καὶ γὰρ ἡ ψυχὴ τοῦ ἡλίου ἐν σώματι καὶ πᾶσα ἡ κτίσις, περὶ ἧς ὁ ἀπόστολός φησι· «Πᾶσα ἡ κτίσις στενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.»
99. Καὶ τάχα περὶ ἐκείνης ἐστὶ τὸ «Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα † τῇ ἐλπίδι», ἵνα ματαιότης τὰ σώματα ᾖ καὶ τὸ ποιεῖν τὰ σωματικά, ὅπερ ἀναγκαῖον * * * τῷ ἐν σώματι * * * * * * * * ὑπάρχῃ. Ὁ ἐν σώματι οὐχ ἑκὼν ποιεῖ τὰ σώματος· διὰ τοῦτο τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα.
100. Καὶ <ὁ> οὐχ ἑκὼν ποιῶν τὰ σώματος, ὃ ποιεῖ, ποιεῖ διὰ τὴν ἐλπίδα, ὡς εἰ λέγοιμεν Παῦλον θέλειν «ἐπιμένειν τῇ σαρκὶ» οὐχ ἑκόντα ἀλλὰ διὰ τὴν ἐλπίδα· προτιμῶντα γὰρ καθ' αὑτὸ «τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι» οὐκ ἄλογον ἦν βούλεσθαι «ἐπιμένειν τῇ σαρκὶ» διὰ τὴν ἑτέρων ὠφέλειαν καὶ προκοπὴν τὴν ἐν τοῖς ἐλπιζομένοις οὐ μόνον αὐτοῦ ἀλλὰ καὶ τῶν ὠφελουμένων ὑπ' αὐτοῦ.
101. Κατὰ τοῦτο δὲ τὸ ὡς γενέσεως σημαινόμενον τὴν ἀρχὴν καὶ τὸ ὑπὸ τῆς σοφίας ἐν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· «Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». Δύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθαι, τουτέστι τὸ ὡς ὁδοῦ, διὰ τὸ λέγεσθαι «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ».
102. Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἁπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. Παραμυθήσεται δὲ διὰ τοῦ «Ἐν ἀρχῇ ἦν ὁ λόγος», λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ.
103. Τρίτον δὲ τὸ ἐξ οὗ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ' οὐ πὰρ' ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε.
104. Πρὸς τούτοις ἀρχὴ καὶ τὸ «καθ' οἷον» κατὰ τὸ εἶδος, οὕτως· εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. Ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ' εἰκόνα γενομένων θεοῦ.
105. Εἰ γὰρ οἱ ἄνθρωποι «κατ' εἰκόνα», ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν «καθ' ὃ» τοῦ Χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ «καθ' ὃ» τῶν ἀνθρώπων ὁ Χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν εἰκών, ἀλλὰ κατὰ τὴν εἰκόνα· ἁρμόσει δὲ τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰς τὸ αὐτὸ παράδειγμα.
XVIII. 106. Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως καθ' ὃ τὰ στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. Κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὅτι «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ».
107. Διττὴ δὲ ἡ ὡς μαθήσεως ἀρχή, ἡ μὲν τῇ φύσει, ἡ δὲ ὡς πρὸς ἡμᾶς· ὡς εἰ λέγοιμεν ἐπὶ Χριστοῦ, φύσει μὲν αὐτοῦ ἀρχὴ ἡ θεότης, πρὸς ἡμᾶς δέ, μὴ ἀπὸ τοῦ μεγέθους αὐτοῦ δυναμένους ἄρξασθαι τῆς περὶ αὐτοῦ ἀληθείας ἡ ἀνθρωπότης αὐτοῦ, καθ' ὃ τοῖς νηπίοις καταγγέλλεται Ἰησοῦς Χριστός, καὶ οὗτος ἐσταυρωμένος· ὡς κατὰ τοῦτο εἰπεῖν ἀρχὴν εἶναι μαθήσεως τῇ μὲν φύσει Χριστὸν καθ' ὃ σοφία καὶ δύναμις θεοῦ, πρὸς ἡμᾶς δὲ <τὸ> «ὁ λόγος σὰρξ ἐγένετο», ἵνα σκηνώσῃ ἐν ἡμῖν, οὕτω μόνον πρῶτον αὐτὸν χωρῆσαι δυναμένοις.
108. Καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ «Ἀδάμ», <ὃ> ἑρμηνεύεται «ἄνθρωπος». Ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος «Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν».
Ἔστι δὲ ἀρχὴ καὶ ὡς πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. Καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή.
XIX. 109. Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόντος ἡμῖν ὑποπεσόντων περὶ «ἀρχῆς», ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος».
Καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως.
110. Πλὴν δυνατὸν ὡς τὸ «ὑφ' οὗ», ὅπερ ἐστὶ ποιοῦν, εἴγε «ἐνετείλατο ὁ θεὸς καὶ ἐκτίσθησαν». Δημιουργὸς γὰρ πως ὁ Χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ· «Γενηθήτω φῶς» καὶ «Γενηθήτω στερέωμα».
111. Δημιουργὸς δὲ ὁ Χριστὸς ὡς ἀρχή, καθ' ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. Ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἵνα «ἐν ἀρχῇ ᾖ ὁ λόγος», ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου.
112. Καὶ οὐ θαυμαστὸν εἰ, ὡς προειρήκαμεν, πολλὰ ὢν ἀγαθὰ ὁ σωτὴρ ἐνεπινοούμενα ἔχει ἐν αὑτῷ πρῶτα καὶ δεύτερα καὶ τρίτα. Ὁ γοῦν Ἰωάννης ἐπήνεγκε φάσκων περὶ τοῦ λόγου· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν». Γέγονεν οὖν ἡ ζωὴ ἐν τῷ λόγῳ· καὶ οὔτε ὁ λόγος ἕτερός ἐστι τοῦ Χριστοῦ, ὁ θεὸς λόγος, ὁ πρὸς τὸν πατέρα, δι' οὗ τὰ πάντα ἐγένετο, οὔτε ἡ ζωὴ ἑτέρα τοῦ υἱοῦ τοῦ θεοῦ, ὅς φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». Ὥσπερ οὖν ἡ ζωὴ γέγονεν ἐν τῷ λόγῳ, οὕτως ὁ λόγος ἦν ἐν ἀρχῇ.
113. Ἐπίστησον δέ, εἰ οἷόν τέ ἐστι καὶ κατὰ τὸ σημαινόμενον τοῦτο ἐκδέχεσθαι ἡμᾶς τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος», ἵνα κατὰ τὴν σοφίαν καὶ τοὺς τύπους τοῦ συστήματος τῶν ἐν αὐτῷ νοημάτων τὰ πάντα γίνηται.
114. Οἶμαι γάρ, ὥσπερ κατὰ τοὺς ἀρχιτεκτονικοὺς τύπους οἰκοδομεῖται ἢ τεκταίνεται οἰκία καὶ ναῦς, ἀρχὴν τῆς οἰκίας καὶ τῆς νεὼς ἐχόντων τοὺς ἐν τῷ τεχνίτῃ τύπους καὶ λόγους, οὕτω τὰ σύμπαντα γεγονέναι κατὰ τοὺς ἐν τῇ σοφίᾳ προτρανωθέντας ὑπὸ θεοῦ τῶν ἐσομένων λόγους· «Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε».
115. Καὶ λεκτέον ὅτι κτίσας, ἵν' οὕτως εἴπω, ἔμψυχον σοφίαν ὁ θεός, αὐτῇ ἐπέτρεψεν ἀπὸ τῶν ἐν αὐτῇ τύπων τοῖς οὖσι καὶ τῇ ὕλῃ <παρασχεῖν καὶ> τὴν πλάσιν καὶ τὰ εἴδη, ἐγὼ δὲ ἐφίστημι εἰ καὶ τὰς οὐσίας.
116. Οὐ χαλεπὸν μὲν οὖν παχύτερον εἰπεῖν ἀρχὴν τῶν ὄντων εἶναι τὸν υἱὸν τοῦ θεοῦ, λέγοντα· «Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος, τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος». Ἀναγκαῖον δὲ εἰδέναι ὅτι οὐ κατὰ πᾶν ὃ ὀνομάζεται ἀρχή ἐστιν αὐτός.
117. Πῶς γὰρ καθ' ὃ ζωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ζωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυγχάνοντι αὐτῆς; Ἔτι δὲ σαφέστερον ὅτι καθ' ὃ «πρωτότοκός» ἐστιν «ἐκ τῶν νεκρῶν», οὐ δύναται εἶναι ἀρχή.
118. Καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πάσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή ἐστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε «ὁ λόγος ἐν ἀρχῇ» ἦν· ὡς εἰπεῖν ἄν τινα τεθαρρηκότως <ὡς> πρεσβύτερον πάντων τῶν ἐπινοουμένων ταῖς ὀνομασίαις τοῦ πρωτοτόκου πάσης κτίσεώς ἐστιν ἡ σοφία.
XX. 119. Ὁ θεὸς μὲν οὖν πάντη ἕν ἐστι καὶ ἁπλοῦν· ὁ δὲ σωτὴρ ἡμῶν διὰ τὰ πολλά, ἐπεὶ «προέθετο» αὐτὸν «ὁ θεὸς ἱλαστήριον» καὶ ἀπαρχὴν πάσης τῆς κτίσεως, πολλὰ γίνεται ἢ καὶ τάχα πάντα ταῦτα, καθὰ χρῄζει αὐτοῦ ἡ ἐλευθεροῦσθαι δυναμένη πᾶσα κτίσις.
120. Καὶ διὰ τοῦτο γίνεται φῶς τῶν ἀνθρώπων, ὅτε ἄνθρωποι ὑπὸ τῆς κακίας σκοτισθέντες δέονται φωτὸς τοῦ ἐν τῇ σκοτίᾳ φαίνοντος καὶ ὑπὸ σκοτίας μὴ καταλαμβανομένου, οὐκ ἄν, εἰ μὴ γεγόνεισαν ἐν τῷ σκότῳ οἱ ἄνθρωποι, γενόμενος ἀνθρώπων φῶς.
121. Τὸ δ' ὅμοιον ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ εἶναι αὐτὸν πρωτότοκον <ἐκ> τῶν νεκρῶν. Εἰ γὰρ καθ' ὑπόθεσιν ἡ γυνὴ μὴ ἠπάτητο καὶ ὁ Ἀδὰμ μὴ παραπεπτώκει, κτισθεὶς δὲ ὁ ἄνθρωπος ἐπὶ ἀφθαρσίᾳ κεκρατήκει τῆς ἀφθαρσίας, οὔτ' ἂν «εἰς χοῦν θανάτου» καταβεβήκει οὔτ' ἂν ἀπέθανεν οὐκ οὔσης ἁμαρτίας, ᾗ διὰ τὴν φιλανθρωπίαν αὐτὸν ἐχρῆν ἀποθανεῖν· ταῦτα δὲ μὴ ποιήσας οὐκ <ἂν> ἐγένετο «πρωτότοκος ἐκ τῶν νεκρῶν».
122. Ἐξεταστέον δέ, μήποτε καὶ ποιμὴν οὐκ ἂν ἐγένετο τοῦ ἀνθρώπου μὴ παρασυμβληθέντος «τοῖς κτήνεσι τοῖς ἀνοήτοις μηδ' ὁμοιωθέντος αὐτοῖς». Εἰ γὰρ «ἀνθρώπους καὶ κτήνη σῴζει ὁ θεός», σῴζει ἃ σῴζει κτήνη ποιμένα αὐτοῖς χαρισάμενος τοῖς μὴ χωροῦσι τὸν βασιλέα.
123. Βασανιστέον οὖν συναγαγόντα τὰς ὀνομασίας τοῦ υἱοῦ, ποῖαι αὐτῶν ἐπιγεγόνασιν οὐκ ἂν ἐν μακαριότητι ἀρξαμένων καὶ μεινάντων τῶν ἁγίων γενόμεναι τὰ τοσάδε. Τάχα γὰρ σοφία ἔμενε μόνον ἢ καὶ λόγος ἢ καὶ ζωή, πάντως δὲ καὶ ἀλήθεια· οὐ μὴν δὲ καὶ τὰ ἄλλα ὅσα δι' ἡμᾶς προσείληφε.
124. Καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ χρῄζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώσεως, ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἄλλο τοῖς διὰ τελειότητα χωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις.
Τοσαῦτα περὶ τοῦ «Ἐν ἀρχῇ».
XXI. 125. Ἴδωμεν δ' ἐπιμελέστερον τίς ὁ ἐν αὐτῇ λόγος.
Θαυμάζειν μοι πολλάκις ἐπέρχεται σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν Χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάζεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ «λόγον» μόνον φασὶν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς «λόγος» φωνῆς.
126. Ὃ δέ φημι θαυμάζειν τῶν πολλῶν – σαφέστερον γὰρ ἐρῶ – τοιοῦτόν ἐστι. Φησί που ὁ υἱὸς τοῦ θεοῦ· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου»· καὶ ἐν ἄλλοις· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· καὶ πάλιν «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· γέγραπται δὲ καὶ τὸ «Ἐγώ εἰμι ἡ θύρα»· εἴρηται καὶ τὸ «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός»· καὶ πρὸς τὴν Σαμαρεῖτιν φάσκουσαν· «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα» ἀποκρίνεται· «Ἐγώ εἰμι ὁ λαλῶν σοι».
127. Πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν εἶναι διὰ τούτων ὁμολογεῖ· «Ὑμεῖς φωνεῖτέ με· Ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ».
128. Ἀλλὰ καὶ υἱὸν εἶναι θεοῦ σαφῶς ἑαυτὸν καταγγέλλει λέγων· «Ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι· Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;» καί· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σε».
129. Εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα, ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» λέγῃ· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν».
130. Ἀνέγνωμεν καὶ τὸ «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι»· καὶ πάλιν· «Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα».
131. Συναριθμείσθω τούτοις καὶ τὸ «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς»· καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς» καὶ «ζωὴν διδοὺς τῷ κόσμῳ».
Καὶ ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ὑποπεσόντα ἀπὸ τῶν ἐν τοῖς εὐαγγελίοις κειμένων παρεθέμεθα, τοσαῦτα αὑτὸν λέγοντος εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ.
XXII. 132. Ἀλλὰ καὶ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγει· «Ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Καὶ πάλιν· «Γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος».
133. Ἔστι δὲ οὐκ ὀλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχάνοντα ταῖς ἁγίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι «βέλος ἐκλεκτὸν» ἑαυτὸν καλεῖ καὶ «δοῦλον τοῦ θεοῦ» καὶ «φῶς τῶν ἐθνῶν».
134. Λέγει δὴ οὕτω Ἡσαΐας· «Ἐκ κοιλίας μητρός μου ἐκάλεσέ με τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.»
135. Καὶ μετ' ὀλίγα· «Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ οὕτως αὑτὸν ἀρνίῳ ὁμοιοῖ· «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.»
136. Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια αὐτὸς ἑαυτόν φησιν· ἔστι δὲ καὶ παρὰ τοῖς εὐαγγελίοις καὶ παρὰ τοῖς ἀποστόλοις καὶ διὰ τῶν προφητῶν μυρίας ὅσας προσηγορίας συναγαγεῖν, ἃς καλεῖται ὁ υἱὸς τοῦ θεοῦ· ἤτοι τῶν τὰ εὐαγγέλια γραψάντων τὴν ἰδίαν διάνοιαν τῶν περὶ τοῦ ὅ τί ποτέ ἐστιν ἐκτιθεμένων, ἢ τῶν ἀποστόλων ἐξ ὧν μεμαθήκασι δοξολογούντων αὐτόν, ἢ τῶν προφητῶν προκηρυσσόντων αὐτοῦ τὴν ἐσομένην ἐπιδημίαν καὶ τὰ περὶ αὐτοῦ ἀπαγγελλόντων διαφόροις ὀνόμασιν.
137. Οἷον ὁ Ἰωάννης αὐτὸν «ἀμνὸν θεοῦ» ἀναγορεύει λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»· καὶ «ἄνδρα» διὰ τούτων· «Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν.»
138. Ἐν δὲ τῇ καθολικῇ ἐπιστολῇ ὁ Ἰωάννης «παράκλητον» περὶ τῶν ψυχῶν ἡμῶν πρὸς τὸν πατέρα φησὶν αὐτὸν εἶναι λέγων· «Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον».
139. Ἐπιφέρει δὲ ὅτι «καὶ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν»· ᾧ παραπλησίως ὁ Παῦλος λέγει αὐτὸν εἶναι «ἱλαστήριον», φάσκων· «Ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ».
140. Κεκήρυκται δὲ κατὰ τὸν Παῦλον σοφία εἶναι καὶ δύναμις θεοῦ, ὡς ἐν τῇ πρὸς Κορινθίους, ὅτι Χριστὸς δύναμίς ἐστι καὶ θεοῦ σοφία· πρὸς τούτοις, ὅτι καὶ «ἁγιασμός» ἐστι καὶ «ἀπολύτρωσις»· «Ὃς ἐγενήθη, γάρ φησι, σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις».
141. Ἀλλὰ καὶ ἀρχιερέα μέγαν διδάσκει ἡμᾶς αὐτὸν τυγχάνειν, πρὸς Ἑβραίους γράφων· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας».
XXIII. 142. Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὀνόμασιν αὐτὸν καλοῦσιν· ὁ μὲν Ἰακὼβ ἐν τῇ πρὸς τοὺς υἱοὺς εὐλογίᾳ Ἰούδαν· τὸ γὰρ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» * * * * Οὐ κατὰ τὸν ἐνεστηκότα δὲ καιρόν ἐστι πρὸς λέξιν παραστῆσαι πῶς τὰ τῷ Ἰούδᾳ λεγόμενα περὶ Χριστοῦ ἐστιν.
143. Ἀλλὰ καὶ ἀνθυποφορὰ εὐλόγως ἐπενεχθῆναι δυναμένη «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ» ἐν ἄλλοις εὐκαιρότερον λυθήσεται.
144. Οἶδε δὲ τὸν Χριστὸν Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομαζόμενον Ἡσαΐας λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχὴ μου· κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κράξει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ ἐκ νίκους τὴν κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».
145. Ὅτι γὰρ ὁ Χριστός ἐστι, περὶ οὗ ταῦτα προφητεύεται, σαφῶς ὁ Ματθαῖος δηλοῖ ἐν τῷ εὐαγγελίῳ, μνησθεῖς ἀπὸ μέρους τῆς περικοπῆς, εἰπών· «Ἵνα πληρωθῇ τὸ εἰρημένον· Οὐκ ἐρίσει οὐδὲ κράξει» καὶ τὰ ἑξῆς.
146. Καλεῖται δὲ καὶ Δαβὶδ ὁ Χριστός, ὡς ἐπὰν Ἰεζεκιὴλ προφητεύσας πρὸς τοὺς ποιμένας ἐπιφέρῃ ἐκ προσώπου θεοῦ· «Ἀναστήσω Δαβὶδ τὸν παῖδά μου, ὃς ποιμανεῖ αὐτούς»· οὐ γὰρ Δαβὶδ ὁ πατριάρχης ἀναστήσεται ποιμαίνειν μέλλων τοὺς ἁγίους, ἀλλὰ Χριστός.
147. Ἔτι δὲ ὁ Ἡσαΐας «ῥάβδον» καὶ «ἄνθος» ὀνομάζει τὸν Χριστὸν ἐν τῷ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ».
148. Καὶ «λίθος» δὲ ἐν τοῖς ψαλμοῖς ὁ κύριος ἡμῶν εἶναι λέγεται οὕτως· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν».
149. Δηλοῖ δὲ τὸ εὐαγγέλιον καὶ ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς, οὐκ ἄλλον ἢ τὸν Χριστὸν εἶναι τὸν λίθον· τὸ μὲν εὐαγγέλιον οὕτως· «Οὐδέποτε ἀνέγνωτε· Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν»·
150. ἐν δὲ ταῖς Πράξεσιν ὁ Λουκᾶς γράφει· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας».
Ἓν δὴ τῶν ἐπὶ τοῦ σωτῆρος τεταγμένων ὀνομάτων, ἀλλ' οὐχ ὑπ' αὐτοῦ λεγόμενον ὑπὸ δὲ τοῦ Ἰωάννου ἀναγεγραμμένον, ἐστὶ καὶ «Ὁ ἐν ἀρχῇ λόγος πρὸς τὸν θεὸν θεὸς λόγος».
XXIV. 151. Καὶ ἔστιν ἄξιον ἐπιστῆσαι τοῖς τὰ τοσαῦτα τῶν ὀνομαζομένων παραπεμπομένοις καὶ τούτῳ ὡς ἐξαιρέτῳ χρωμένοις καὶ πάλιν ἐπ' ἐκείνοις μὲν διήγησιν ζητοῦσιν, εἴ τις αὐτοῖς προσάγοι αὐτά, ἐπὶ δὲ τούτῳ ὡς σαφὲς προσιεμένοις τὸ τί ποτέ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ λόγος ὀνομαζόμενος, καὶ μάλιστα ἐπεὶ συνεχῶς χρῶνται τῷ· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», οἰόμενοι προφορὰν πατρικὴν οἱονεὶ ἐν συλλαβαῖς κειμένην εἶναι τὸν υἱὸν τοῦ θεοῦ, καὶ κατὰ τοῦτο ὑπόστασιν αὐτῷ, εἰ ἀκριβῶς αὐτῶν πυνθανοίμεθα, οὐ διδόασιν οὐδὲ οὐσίαν αὐτοῦ σαφηνίζουσιν, οὐδέπω φαμὲν τοιάνδε ἢ τοιάνδε, ἀλλ' ὅπως ποτὲ οὐσίαν.
152. Λόγον γὰρ ἀπαγγελλόμενον υἱὸν εἶναι νοῆσαι καὶ τῷ τυχόντι ἐστὶν ἀμήχανον. Καὶ λόγον τοιοῦτον καθ' αὑτὸν ζῶντα καὶ ἤτοι οὐ κεχωρισμένον τοῦ πατρὸς καὶ κατὰ τοῦτο τῷ μὴ ὑφεστάναι οὐδὲ υἱὸν τυγχάνοντα ἢ καὶ κεχωρισμένον καὶ οὐσιωμένον ἀπαγγελλέτωσαν ἡμῖν θεὸν λόγον.
153. Λεκτέον οὖν ὅτι ὥσπερ καθ' ἕκαστον τῶν προειρημένων ὀνομάτων ἀπὸ τῆς ὀνομασίας ἀναπτυκτέον τὴν ἔννοιαν τοῦ ὀνομαζομένου καὶ ἐφαρμοστέον μετὰ ἀποδείξεως πῶς ὁ υἱὸς τοῦ θεοῦ τοῦτο τὸ ὄνομα εἶναι λέγεται, οὕτως καὶ ἐπὶ τοῦ «λόγον» αὐτὸν ὀνομάζεσθαι ποιητέον.
154. Τίς γὰρ ἡ ἀποκλήρωσις ἐφ' ἑνὸς μὲν ἑκάστου μὴ ἵστασθαι ἐπὶ τῆς λέξεως, ἀλλὰ φέρε εἰπεῖν ζητεῖν πῶς αὐτὸν ἐκδεκτέον «θύραν» καὶ τίνα τρόπον «ἄμπελον» τίνι τε αἰτίᾳ «ὁδόν», ἐπὶ δὲ μόνου τοῦ «λόγον» αὐτὸν ἀναγεγράφθαι τὸ παραπλήσιον οὐ ποιητέον;
155. Ἵνα τοίνυν μᾶλλον δυσωπητικώτερον παραδεξώμεθα τὰ λεχθησόμενα εἰς τὰ περὶ τοῦ πῶς λόγος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ἀρκτέον ἀπὸ τῶν ἐξ ἀρχῆς ἡμῖν προτεθέντων ὀνομάτων αὐτοῦ.
156. Καὶ ὅτι μὲν δόξει τισὶ σφόδρα παρεκβατικὸν εἶναι τὸ τοιοῦτον οὐκ ἀγνοοῦμεν· πλὴν ἐπιστήσαντι καὶ πρὸς τὸ προκείμενον χρήσιμον ἔσται τὸ βασανίσαι τὰς ἐννοίας καθ' ὧν τὰ ὀνόματα κεῖται, καὶ πρὸ ὁδοῦ τῶν ἐπιφερομένων ὑπάρξει ἡ κατανόησις τῶν πραγμάτων.
157. Ἅπαξ δὲ εἰς τὴν περὶ τοῦ σωτῆρος θεολογίαν ἐμπεσόντες, ἀναγκαίως ὅση δύναμις τὰ περὶ αὐτοῦ μετὰ ἐρεύνης εὑρίσκοντες πληρέστερον αὐτὸν οὐ μόνον ᾗ λόγος ἐστὶ νοήσομεν ἀλλὰ καὶ τὰ λοιπά.
XXV. 158. Ἔλεγεν οὖν ἑαυτὸν εἶναι «φῶς τοῦ κόσμου»· καὶ τὰ παρακείμενα ταύτῃ τῇ ὀνομασίᾳ συνεξεταστέον, δόξαντα ἄν τισιν οὐχὶ παρακείμενα μόνον ἀλλὰ καὶ τὰ αὐτὰ τυγχάνειν.
159. Ἔστι δὲ «τὸ φῶς τῶν ἀνθρώπων» καὶ «τὸ φῶς τὸ ἀληθινὸν» καὶ «φῶς ἐθνῶν»· φῶς μὲν ἀνθρώπων ἐν τῇ τοῦ προκειμένου εὐαγγελίου ἀρχῇ· «Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε»· «φῶς δὲ ἀληθινὸν» ἐν τοῖς ἑξῆς τῆς αὐτῆς γραφῆς ἐπιγέγραπται· «Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον». «Φῶς δὲ ἐθνῶν» ἐν τῷ Ἡσαΐᾳ, ὡς προείπομεν παρατιθέμενοι τὸ «Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς».
160. Φῶς δὴ κόσμου αἰσθητὸν ὁ ἥλιός ἐστιν, καὶ μετὰ τοῦτον οὐκ ἀπᾳδόντως ἡ σελήνη καὶ οἱ ἀστέρες τῷ αὐτῷ ὀνόματι προσαγορευθήσονται.
161. Ἀλλὰ φῶς μὲν αἰσθητὸν τυγχάνοντες οἱ γεγονέναι παρὰ Μωσεῖ λεγόμενοι τῇ τετάρτῃ ἡμέρᾳ, καθὸ φωτίζουσι τὰ ἐπὶ γῆς, οὐκ εἰσὶ φῶς ἀληθινόν· ὁ δὲ σωτὴρ ἐλλάμπων τοῖς λογικοῖς καὶ ἡγεμονικοῖς, ἵνα αὐτῶν ὁ νοῦς τὰ ἴδια ὁρατὰ βλέπῃ, τοῦ νοητοῦ κόσμου ἐστὶ φῶς· λέγω δὲ τῶν λογικῶν ψυχῶν τῶν ἐν τῷ αἰσθητικῷ κόσμῳ, καὶ εἴ τι παρὰ ταῦτα συμπληροῖ τὸν κόσμον, ἀφ' οὗ ὁ σωτὴρ εἶναι ἡμᾶς διδάσκει, τάχα μέρος αὐτοῦ τὸ κυριώτατον καὶ διαφέρον τυγχάνων καί, ὡς ἔστιν εἰπεῖν, ἥλιος ἡμέρας μεγάλης κυρίου ποιητής.
162. Δι' ἣν ἡμέραν φησὶ τοῖς τοῦ φωτὸς αὐτοῦ μεταλαμβάνουσιν· «Ἐργάζεσθε ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.»
Ἔτι δὲ καὶ τοῖς μαθηταῖς φησιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» καὶ «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων».
163. Τὸ δ' ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός· οἷον Παῦλον μὲν καὶ Πέτρον «φῶς» ἐροῦμεν «τοῦ κόσμου», τοὺς δὲ τυχόντας τῶν παρ' αὐτοῖς μαθητευομένων, φωτιζομένους μέν, οὐ μὴν φωτίζειν ἑτέρους δυναμένους, τὸν κόσμον, οὗ κόσμου φῶς οἱ ἀπόστολοι ἦσαν.
164. Ὁ δὲ σωτήρ, «φῶς» ὢν «τοῦ κόσμου», φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλίου ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ βλέπειν νοητά.
165. Ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμπόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται – τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν – οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί.
166. Τοῖς δὲ μὴ χωροῦσι τὰς ἡλιακὰς Χριστοῦ ἀκτῖνας οἱ ἅγιοι διακονοῦντες παρέχουσι φωτισμὸν πολλῷ τοῦ προειρημένου ἐλάττονα, μόγις καὶ τοῦτον χωρεῖν δυναμένοις καὶ ὑπ' αὐτοῦ πληρουμένοις.
XXVI. 167. Ἔστι δὲ ὁ Χριστός, φῶς τυγχάνων κόσμου, φῶς ἀληθινὸν πρὸς ἀντιδιαστολὴν αἰσθητοῦ, οὐδενὸς αἰσθητοῦ ὄντος ἀληθινοῦ. Ἀλλ' οὐχὶ ἐπεὶ οὐκ ἀληθινὸν τὸ αἰσθητόν, ψεῦδος τὸ αἰσθητόν· δύναται γὰρ ἀναλογίαν ἔχειν τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, οὐ μὴν τὸ ψεῦδος ὑγιῶς παντὸς κατηγορεῖσθαι τοῦ οὐκ ἀληθινοῦ.
168. Ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» τῷ «φωτὶ τῶν ἀνθρώπων», καὶ ἡγοῦμαι πλείονα δύναμιν παρίστασθαι τοῦ φωτὸς ὅτε «φῶς τοῦ κόσμου» προσαγορεύεται ἤπερ «φῶς τῶν ἀνθρώπων»· ὁ γὰρ «κόσμος» κατὰ μίαν ἐκδοχὴν οὐ μόνον «ἄνθρωποι».
169. Καὶ παραστήσει τὸ πλεῖον ἢ ἕτερον εἶναι τὸν κόσμον παρὰ τοὺς ἀνθρώπους ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ λέγων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις».
170. Ἐπίστησον δὲ εἰ κατὰ μίαν ἐκδοχὴν «κόσμος» ἐστὶν ἡ ἐλευθερουμένη κτίσις «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ», ἧς «ἡ ἀποκαραδοκία» «τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται».
171. «Ἐπίστησον» δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον τῷ «Ἐγὼ φῶς εἰμι τοῦ κόσμου» συνεξετάζεσθαι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου».
172. Εἰσὶ γὰρ οἱ ὑπολαμβάνοντες μείζονας εἶναι τοὺς ἀνθρώπους τοὺς τῷ Ἰησοῦ γνησίως μεμαθητευμένους τῶν ἄλλων κτισμάτων, οἱ μὲν φύσει τοιούτους γεγενημένους, οἱ δὲ καὶ ἐν λόγῳ τῷ κατὰ τὸν χαλεπώτερον ἀγῶνα.
173. Πλείους γὰρ οἱ πόνοι καὶ ἐπισφαλὴς ἡ ζωὴ τῶν ἐν σαρκὶ καὶ αἵματι παρὰ τοὺς ἐν αἰθερίῳ σώματι, οὐκ ἂν τῶν ἐν οὐρανῷ φωστήρων ἐν τῷ ἀναλαβεῖν τὰ γήϊνα σώματα ἀκινδύνως καὶ πάντως ἀναμαρτήτως διανυσάντων τὴν ἐνταῦθα ζωήν· οἱ δὲ τῷ λόγῳ τούτῳ παριστάμενοι <ταῖς> τὰ μέγιστα περὶ ἀνθρώπων ἀποφαινομέναις χρήσονται λέξεσι τῶν γραφῶν τὸ ἀνυπέρθετον τῆς ἐπαγγελίας ὅτι τὸν ἄνθρωπον φθάνει φασκούσαις, οὐ μὴν ταὐτὸν τοῦτο καὶ περὶ τῆς κτίσεως ἤ, ὡς ἐδεξάμεθα, κόσμου ἀπαγγελλούσαις.
174. Τὸ γὰρ «Ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι» καὶ «Ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται» σαφῶς περὶ ἀνθρώπων ἀναγέγραπται· περὶ δὲ τῆς κτίσεως, ὅτι ἐλευθεροῦται «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ»· καὶ προσθήσουσιν ὅτι οὐχί, εἰ ἐλευθεροῦται, ἤδη καὶ κοινωνεῖ «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ».
175. Οὐκ ἀποσιωπήσουσι δὲ οὗτοι καὶ τὸ τὸν πρωτότοκον πάσης κτίσεως διὰ τὴν πρὸς τὸν ἄνθρωπον ὑπὲρ πάντα τιμὴν ἄνθρωπον μὲν γεγονέναι, οὐ μὴν ζῷόν τι τῶν ἐν οὐρανῷ· ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν ἐν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον.
176. Καὶ εἰ τὰ καυχήματα τῶν ἁγίων ἐστιν ἐν θλίψεσιν, εἰδότων «ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», οὔτε ὑπομονὴν οὔτε δοκιμὴν οὔτε ἐλπίδα ἕξει ἡ μὴ τεθλιμμένη κτίσις τὴν ἴσην ἀλλ' ἑτέραν, ἐπεὶ «τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι».
177. Ὁ δὲ μὴ τολμῶν τὰ τηλικαῦτα τῷ ἀνθρώπῳ καταχαρίσασθαι, ὁμόσε χωρήσας τῷ προβλήματι φήσει τῇ ματαιότητι τὴν κτίσιν ὑποτασσομένην θλίβεσθαι, μᾶλλον στενάζουσαν ἢ οἱ ὄντες ἐν τῷ σκήνει στενάζουσιν, ἅτε καὶ πλεῖστον ὅσον χρόνον καὶ πολλαπλασίονα τοῦ ἀνθρωπίνου ἀγῶνος τῇ ματαιότητι δουλεύουσαν.
178. Διὰ τί γὰρ «οὐχ ἑκοῦσα» τοῦτο ποιεῖ, ἢ ὅτι παρὰ φύσιν ἐστὶν αὐτῇ τῇ ματαιότητι ὑποτετάχθαι καὶ μὴ τὴν προηγουμένην ἔχειν τῆς ζωῆς κατάστασιν, ἣν ἀπολήψεται ἐλευθερουμένη ἐν τῇ τοῦ κόσμου φθορᾷ καὶ τῆς τῶν σωμάτων ματαιότητος ἀπολυομένη;
179. Ἀλλ' ἐπεὶ πλείονα καὶ οὐ κατὰ τὸ προκείμενον πρόβλημα δοκοῦμεν εἰρηκέναι, ἐπανελευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς, ὑπομιμνήσκοντες διὰ τί «φῶς τοῦ κόσμου» ὁ σωτὴρ λέγεται καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τῶν ἀνθρώπων». Ἀποδέδοται μὲν γὰρ ὅτι διὰ τὸ φῶς τοῦ κόσμου τὸ αἰσθητὸν λέγεται «φῶς ἀληθινόν», καὶ ὅτι ἤτοι ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» «τῷ φωτὶ τῶν ἀνθρώπων» ἢ ἐπιδέχεται ἐξέτασιν ὡς οὐ ταὐτόν.
180. Ἀναγκαίως δὲ διὰ τοὺς μηδὲν ἐξειληφότας ἐκ τοῦ λόγον εἶναι τὸν σωτῆρα ταῦτα ἠρεύνηται, ἵνα πειθώμεθα μὴ κατὰ ἀποκλήρωσιν ἵστασθαι μὲν ἐπὶ τῆς «λόγος» ἐννοίας καὶ προσηγορίας χωρὶς μεταλήψεως τῆς δυναμένης μεταλαμβάνεσθαι, ἀνάγειν δὲ καὶ ἀλληγορεῖν τὴν «φῶς τοῦ κόσμου» φωνὴν καὶ τὰ λοιπὰ τῶν πολλῶν ἃ παρεθέμεθα.
XXVII. 181. Ὥσπερ δὲ παρὰ τὸ φωτίζειν καὶ καταλάμπειν τὰ ἡγεμονικὰ τῶν ἀνθρώπων ἢ ἁπαξαπλῶς τῶν λογικῶν, «φῶς» ἐστιν «ἀνθρώπων» καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τοῦ κόσμου», οὕτως ἐκ τοῦ ἐνεργεῖσθαι τὴν ἀπόθεσιν πάσης νεκρότητος καὶ ἐμφύεσθαι τὴν κυρίως καλουμένην ζωήν, ἐκ νεκρῶν ἀνισταμένων τῶν αὐτὸν γνησίως κεχωρηκότων, καλεῖται «ἡ ἀνάστασις».
182. Τοῦτο δὲ οὐ μόνον ἐπὶ τοῦ παρόντος ἐνεργεῖ τοῖς δυναμένοις λέγειν· «Συνετάφημεν τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος» καὶ συνανέστημεν αὐτῷ· ἀλλὰ πολλῷ μᾶλλον ὅτε ἄκρως πᾶσάν τις ἀποθέμενος νεκρότητα καὶ τὴν αὐτοῦ τοῦ υἱοῦ <ἐν> καινότητι ζωῆς περιπατεῖ· «τὴν <οὖν> νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι πάντοτε ἐνταῦθα περιφέρομεν» – ὅτε ἀξιολόγως ὠφελήμεθα – «ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ».
183. Ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σῳζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ πράξεις τὰς κατὰ τὴν ἀληθῆ δικαιοσύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ' ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ' οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας.
184. Αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὁδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπιβαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν.