Philo Judaeus

Hypothetica sive Apologia pro Judaeis

(ed. L. Cohn and S. Reiter, post. R. Khazarzar)

Philonis Alexandrini opera quae supersunt (editio minor), vol. 6.
Berlin: Reimer, 1915, pp. 191–200.

 

ΕΚ ΤΩΝ ΦΙΛΩΝΟΣ ΥΠΟΘΕΤΙΚΩΝ
(ΥΠΕΡ ΙΟΥΔΑΙΩΝ ΑΠΟΛΟΓΙΑΣ)

Fragmentum I

Eusebius. Praeparatio evangelica

Liber VIII

5

11. Φέρε λοιπὸν καὶ τὸ πολίτευμα τῆς κατὰ Μωυσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω <Φίλωνος> τὰ περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων, ἣν πεποίηνται Μωυσέως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν <Ὑποθετικῶν>, ἔνθα τὸν ὑπὲρ Ἰουδαίων ὡς πρὸς κατηγόρους αὐτῶν ποιούμενος λόγον ταῦτά φησιν·

 

6

1. Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς, πρὸς δ’ ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως καὶ ἅμα τοῦ θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἧττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς· ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς κατελθεῖν εἰς Αἴγυπτον, εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινί, <καὶ> πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ’ ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν.

2. Καὶ μετὰ βραχέα φησίν·

Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν, εἰ βούλει, διάφορος· οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα λόγων. καλῆς μέντοι γοητείας καὶ πανουργίας, ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο [καὶ] ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς διεφύλαξε.   3. καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον, ἀλλ’ ὅσον οὐδ’ οἰκίαν ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνίας εἰκός ἐστιν. καὶ οὐ δίψος, οὐ λιμός, οὐ φθορὰ σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβησομένων, ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῆρε τοὺς ἐξαπατωμένους καὶ περιφθειρομένους λαούς.   4. καίτοι τί βούλει; φῶμεν ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην ἢ δεινότητα λόγων ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ’ αὐτὸν ἀνθρώπων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ’ εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν; ἢ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ θεὸν τὰς δυσκολίας αὐτῶν πραΰνειν καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος ὥσπερ ἐπιστατεῖν; ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται.   5. καὶ τὰ μὲν τῆς ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα ἱδρύθησαν καὶ τὴν χώραν ἔσχον, ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται. οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ’ ἱστορίαν ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα ἐπεξελθεῖν.   6. πότερον γάρ ποτε βούλει τῷ πλήθει τῶν σωμάτων ἔτι περιόντας, καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ’ ἰσχύοντας καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας, εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν, Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας, ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ’ ἑκόντων, ἔπειτα δ’ εὐθὺς οὐκ εἰς μακρὰν τόν τε νεὼν οἰκοδομῆσαι καὶ τἄλλα εἰς εὐσέβειαν καὶ ἁγιστείαν καταστήσασθαι;   7. δηλοῖ γάρ, ὡς ἔοικε, ταῦτα καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς· ἐχθροὶ γὰρ ἦσαν ἐξ ἀνάγκης, ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι.   8. παρὰ τούτοις δ’ οὖν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὲ τὰ δεύτερα ἐφεξῆς ἢ τὰ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς θείς, οὕτω σφόδρα ἐθαύμασαν, ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ καὶ αὐτοῖς.   9. εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασε, τοῦτο ἅπαν εἰς τὸν θεὸν ἀνάγειν, καὶ πλειόνων ἐτῶν διεληλυθότων, τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα, πλείω δ’ οὖν ἢ δισχίλιά ἐστι, μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ’ αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι.

10. >Ταῦτ’ εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωυσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πολιτείαν γράφων οὕτως·

 

7

1. Ἆρά τι τούτων ἢ τούτοις προσόμοιον παρ’ ἐκείνοις ἐστί, πρᾷον εἶναι δοκοῦν καὶ τιθασὸν καὶ δικῶν εἰσαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδέν, ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα. ἐὰν παιδεραστῇς, ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα, ἄῤῥενα μὲν μηδὲ λέγε, ἀλλὰ κἂν θήλειαν· ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς, ἐὰν καὶ παρ’ ἡλικίαν αἰσχρόν τι πάθῃς ἢ δοκῇς ἢ μέλλῃς, θάνατος ἡ ζημία.   2. ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς, ἐὰν δεσμοῖς συνέχῃς, ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτὸν (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο) οὐδὲ ἄξιον λέγειν, ἀλλ’ εἰς πατέρα ἢ μητέρα ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ’ ὁ τυχών, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον ὡς οὐ χείρονα ἀσεβείας πράξαντα.   3. ἄλλα δ’ αὖ πάλιν ὁποῖά τινα· γυναῖκας ἀνδράσι δουλεύειν, πρὸς ὕβρεως μὲν οὐδεμιᾶς, πρὸς εὐπείθειαν δ’ ἐν ἅπασι· γονεῖς παίδων ἄρχειν ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ· τῶν ἑαυτοῦ κτημάτων ἕνα ἕκαστον κύριον εἶναι, μὴ θεόν γε ἐπιφημίσαντα αὐτοῖς μηδ’ ὡς τῷ θεῷ ταῦτα ἀνίησιν· εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι, ψαῦσαι καὶ θιγεῖν αὐτῶν οὐκ ἔστιν, ἀλλ’ εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι.   4. μή μοι τὰ τῶν θεῶν ἁρπάζειν μηδ’ ἀποσυλᾶν ἑτέρων ἀναθέντων· ἀλλὰ καὶ τῶν οἰκείων, ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ’ ἀναθέσει, εἰπόντα δὲ πάντων στέρεσθαι· μεταγινώσκοντι δὲ ἢ ἀπαρνουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαιρεῖσθαι.   5. καὶ ἐπὶ τῶν ἄλλων ὧν κυριεύει ὁ αὐτὸς λόγος. ἐὰν ἐπιφημίσῃ τροφὴν γυναικὸς ἀνὴρ ἱερὰν εἶναι, τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱοῦ, ἐὰν ἄρχων τοῦ ὑπηκόου, ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη τοῦ ἱερέως ἀποφήσαντος· ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεω τὸν θεὸν ἀποφαίνειν, ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι.   6. μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων κἀν τοῖς νόμοις αὐτοῖς· ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ’ ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιᾶς μηδ’ ἐκ ληνοῦ μηδ’ ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἁπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ νάματα ὑδάτων ἀποκλείειν· ἀλλὰ καὶ πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν.   7. μὴ ταφῆς νεκρὸν ἐξείργειν, ἀλλὰ καὶ γῆς αὐτοῖς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλλειν· μὴ θήκας, μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν. μὴ δεσμά, μὴ κακὸν μηδὲν πλέον τῷ ἐν ἀνάγκαις προσεπιφέρειν. μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ’ οὖν ὁ θεὸς εἴτε τις καὶ νομοθέτης προσφέρεσθαι· μὴ σπέρμα ἀφανίζειν· μὴ γέννημα δολοῦν.   8. μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν, μὴ χοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον. μὴ φίλων ἀπόῤῥητα ἐν ἔχθρᾳ φαίνειν. ποῖ δὴ πρὸς τοῦ θεοῦ ἡμῖν τὰ Βουζύγια ἐκεῖνα; ἄλλα δὲ πρὸς τούτοις ὅρα· μὴ παίδων διοικίζειν γονέας, μηδ’ ἂν αἰχμαλώτους ἔχῃς, μὴ γυναῖκα ἀνδρός, κἂν νομίμως ἐωνημένος ᾖς δεσπότης.   9. ἦ που σεμνότερα καὶ μείζω ταῦτα, ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα· μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν· μὴ ζῴων ἱκεσίαν οἷα ἔσθ’ ὅτε προσφευγόντων ἀναιρεῖν, μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε εἴποις ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας καὶ πάσης ἐπιμελείας αἴτιος, καὶ αἱ προῤῥήσεις μεγάλαι καὶ ἀραὶ κατά τε ἐξωλείας, καὶ ὁ θεὸς αὐτὸς ἐπόπτης τῶν τοιούτων καὶ τιμωρὸς ἁπανταχοῦ.

10. Καὶ μετὰ βραχέα φησίν·

Ὅλην δὲ ἡμέραν, εἰ τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν ἀλλὰ πολλάς, καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ’ ἐκ διαλειμμάτων, καὶ τούτων δὲ παρ’ ἑπτά, κρατοῦντος ὡς εἰκὸς αἰεὶ τοῦ παρὰ τὰς βεβήλους ἔθους, μηδὲν ἂν παραβῆναι τῶν προστεταγμένων οὐ θαυμάζεις;   11. ἆρ’ οὐ πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστίν, ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων, εἰ δέοι; οὐ δῆτα. ἀλλὰ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἶναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως, ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπείρως ἔχειν.   12. τί οὖν ἐποίησε; ταῖς ἑβδόμαις ταύταις ἡμέραις αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ’ ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν.   13. καὶ δῆτα συνέρχονται μὲν αἰεὶ καὶ συνεδρεύουσι μετ’ ἀλλήλων· οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἴ τι προσεπευφημῆσαι τοῖς ἀναγινωσκομένοις νομίζεται· τῶν ἱερέων δέ τις ὁ παρὼν ἢ τῶν γερόντων εἷς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς καὶ καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας· κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν ἐπιδεδωκότες.   14. ἆρά σοι δοκεῖ ταῦτα ἀργούντων εἶναι καὶ οὐ παντὸς ἔργου μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων καὶ μὴ διερωτῶντες οὐδὲ καθ’ ἑαυτοὺς ὑπ’ ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ’ ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ, προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν· καὶ ἀνὴρ γυναικὶ καὶ παισὶ πατὴρ καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους παραδιδόναι.   15. καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν, οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν, ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις εὐθηνίας χάριν· πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν, εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι.   16. ταὐτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην· οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ μονοειδὲς αἰεί, μάλιστα δὲ ἐπ’ ἔργων, βλάπτειν ἔοικε.   17. σημεῖον δέ· τὴν γὰρ αὐτὴν ταύτην γῆν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ μᾶλλον ἢ πρόσθεν τὸ ἕβδομον ἔτος τουτὶ καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο· οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι – καίτοι κἂν εἰ τοῦτ’ ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν, – ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ ῥᾳστώνην εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας λαβεῖν.   18. ἐπεὶ τί ἐκώλυε πρὸς τοῦ θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων ἐκείνων τὸν φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ’, ὥσπερ ἔφην, κατ’ οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων προνοίᾳ μοι δοκεῖ τῆς χώρας ἐκδέχονται.   19. τῆς δὲ φιλανθρωπίας αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον· ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ’ ἀποτίθεσθαι μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς, ἀλλ’ ἅτε τοῦ θεοῦ παρεσχηκότος αὐτοῖς, ἀνιείσης ἀπ’ αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλλων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι.   20. καὶ περὶ μὲν τούτων ἅλις σοι· τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι ταῦτα οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φυσιολόγων καὶ φιλοσόφων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥντιν’ ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δὴ πρὸς τὴν ἀνθρωπείαν φύσιν. οὗτος ὁ τῆς ἑβδόμης λόγος.   21. Τοσαῦτα μὲν ὁ Φίλων.

 

Fragmentum II

Eusebius. Praeparatio evangelica

Liber VIII

10

18. Ἐπεὶ δὲ διεληλύθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ’ αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διῄρηται· καὶ τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε, τὸ δ’ ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινομένων.   19. ἦν δὲ τοῦτο φιλοσόφων Ἰουδαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκησιν καὶ τῶν ἔξωθεν κατεπλάγησαν μυρίοι, τῶν δ’ οἰκείων οἱ περιφανέστατοι καὶ μνήμης ἀλήστου κατηξίωσαν, Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρεὶς δείγματος αὐτὸ μόνον ἕνεκα τῇ τοῦ <Φίλωνος> ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων ὑπομνημάτων τέθειται. τούτων δ’ ἀπὸ τῆς <Ὑπὲρ Ἰουδαίων Ἀπολογίας> λαβὼν σύ γε ἀνάγνωθι ταῦτα·

 

11

1. Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγορίας ἀξιωθέντες. οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας, πολλὰς δὲ κώμας καὶ μεγάλους καὶ πολυανθρώπους ὁμίλους.   2. ἔστι δ’ αὐτοῖς ἡ προαίρεσις οὐ γένει – γένος γὰρ ἐφ’ ἑκουσίοις οὐ γράφεται, – διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας ἵμερον.   3. Ἐσσαίων γοῦν κομιδῇ νήπιος οὐδείς, ἀλλ’ οὐδὲ πρωτογένειος ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἀτελεῖ συννεωτερίζοντα, τέλειοι δ’ ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίνοντες ἤδη, μηκέθ’ ὑπὸ τῆς τοῦ σώματος ἐπιῤῥοῆς κατακλυζόμενοι μηδ’ ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι.   4. μάρτυς δὲ τῆς ἐλευθερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει κτήσασθαι τὸ παράπαν, οὐκ οἰκίαν, οὐκ ἀνδράποδον, οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ’ εἰς μέσον ἀθρόα καταθέντες κοινὴν καρποῦνται τὴν ἁπάντων ὠφέλειαν.   5. οἰκοῦσι δ’ ἐν ταὐτῷ κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια πεποιημένοι καὶ πάνθ’ ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι διατελοῦσιν.   6. ἀλλ’ ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως διαθλοῦσιν, οὐ κρυμόν, οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι· πρὶν δ’ ἥλιον ἀνασχεῖν ἐπὶ τὰ συνήθη τρεπόμενοι δυομένου μόλις ἐπανίασι χαίροντες οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν·   7. ὑπολαμβάνουσι γὰρ ἅττ’ ἂν ἐπιτηδεύωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα τῇ τοῦ σώματος ἀκμῇ.   8. εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι τῶν περὶ σπορὰν καὶ φυτουργίαν ἐπιστήμονες, οἱ δὲ ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγεμόνες, ἔνιοι δὲ σμήνη μελιττῶν ἐπιτροπεύουσιν.   9. ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσίν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν, οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον.   10. ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ χειροτονηθέντι ταμίᾳ, λαβὼν δ’ ἐκεῖνος αὐτίκα τἀπιτήδεια ὠνεῖται καὶ παρέχει τροφὰς ἀφθόνους καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης.   11. οἱ δ’ ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ’ ἑκάστην ἡμέραν εἰσὶ τοῖς αὐτοῖς ἀσμενίζοντες, ὀλιγοδείας ἐρασταί, πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι.   12. κοινὴ δ’ οὐ τράπεζα μόνον ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστι· πρόκεινται γὰρ χειμῶνι μὲν στιφραὶ χλαῖναι, θέρει δ’ ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἁπάντων καὶ τὰ πάντων ἔμπαλιν ἑνὸς ὑπείληπται.   13. καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύεται θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἱ δὲ δὴ πρεσβῦται, κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσούτων προνομίας ἀξιούμενοι καὶ τιμῆς ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ θεραπεύειν ἀξιούντων.   14. ἔτι τοίνυν ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν ὀξυδερκέστερον ἰδόντες γάμον παρῃτήσαντο μετὰ τοῦ καὶ διαφερόντως ἀσκεῖν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον ἡ γυνὴ καὶ ζηλότυπον οὐ μετρίως καὶ δεινὸν ἀνδρὸς ἤθη παλεῦσαι καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι.   15. μελετήσασα γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ, διηπατημένων οἷα ὑπηκόων τὸν ἡγεμόνα νοῦν φενακίζει.   16. παῖδες δ’ εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παῤῥησίας ὅσα κατ’ εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ’ εὐτολμοτέρου θράσους ἐκλαλεῖ καὶ ἀναισχυντοῦσα βιάζεται πράττειν ὧν ἕκαστον κοινωνίας ἐχθρόν.   17. ὁ γὰρ ἢ γυναικὸς φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν, ἀλλ’ ἕτερος λέληθε γεγονώς, ἀντ’ ἐλευθέρου δοῦλος.   18. οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ’ οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ μεγάλοι βασιλεῖς ἀγάμενοι τοὺς ἄνδρας τεθήπασι καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι.

19. Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος.